ὀγδόατον δὲ Φίλιννα φέρει λάχος· ἡ δʼ Ἀγανίππητέτρατον· ἑβδομάτῳ δʼ ἐπιτέρπεται Ὠρείθυια·ἕκτην δʼ Εὐρυνόμη καρύων ἐδρέψατο μοίρηντρισσαὶ δʼ ἓξ ἑκατὸν Χάριτες διεμοιρήσαντο·ἐννάκι δʼ ἐννέα Μοῦσαι ἐμεῦ λάβον ἑπτὰ δὲ λοιπὰδήεις ἀκρεμόνεσσιν ἐφήμενα τηλοτέροισιν.”ἑπτάλοφον ποτὶ ἄστυ Γαδειρόθεν, ἕκτον ὁδοῖοΒαίτιος εὐμύκους ἄχρις ἐς ἠιόνας·κεῖθεν δʼ αὖ πέμπτον Πυλάδου μετὰ Φώκιον οὖδας,Ταύρη χθὼν, βοέης οὔνομʼ ἀπʼ εὐετίης·Πυρήνην δέ τοι ἔνθεν ἐπʼ ὀρθόκραιρον ἰόντιὄγδοον, ἠδὲ μιῆς δωδέκατον δεκάτης.Πυρήνης δὲ μεσηγὺ καὶ Ἄλπιος ὑψικαρήνουτέτρατον· Αὐσονίης αἶψα δυωδέκατονἀρχομένης ἤλεκτρα φαείνεται Ἠριδανοῖο.ὦ μάκαρ, ὃς δισσὰς ἤνυσα χιλιάδας,πρὸς δʼ ἔτι πέντʼ ἐπὶ ταῖς ἑκατοντάδας ἔνθεν ἐλαύνωνἡ γὰρ Ταρπείη μέμβλετʼ ἀνακτορίη.Εὐβλεφάροιο Δίκης ἱερὰ κρήδεμνα μιήνας,ὄφρα σε, πανδαμάτωρ χρυσέ, βλέποιμι τόσον,οὐδὲν ἔχω· πίσυρας γὰρ ἐπʼ οὐκ ἀγαθοῖσι ταλάντωνοἰωνοῖσι μάτην δῶκα φίλοις δεκάδας·ἥμισυ δʼ αὖ, τρίτατόν τε καὶ ὄγδοον, ὦ πολύμορφοιἀνθρώπων κῆρες, ἐχθρὸν ἔχοντα βλέπω.πέμπτον μοι κλήρου, παῖ, λάμβανε· δωδέκατον δὲδέξο, δάμαρ· πίσυρες δʼ υἱέος οἰχομένουπαῖδες, ἀδελφειοί τε δύω, καὶ ἀγάστονε μῆτερ,ἑνδεκάτην κλήρου μοῖραν ἕκαστος ἔχε.αὐτὰρ, ἀνεψιαδοῖ, δυοκαίδεκα δέχθε τάλαντα·Εὔβουλος δʼ ἐχέτω πέντε τάλαντα φίλος.πιστοτάτοις δμώεσσιν ἐλευθερίην καὶ ἄποινα,μισθὸν ὑπηρεσίης, τοῖσδε δίδωμι τάδε·ὧδε δὲ λαμβανέτωσαν Ὀνήσιμος εἴκοσι πέντεμνᾶς ἐχέτω· Δᾶος δʼ εἴκοσι μνᾶς ἐχέτω,πεντήκοντα Σύρος, Συνετὴ δέκα, Τίβιος ὀκτώ·ἑπτὰ δὲ μνᾶς Συνετῷ παιδὶ δίδωμι Σύρου.ἐκ δὲ τριηκόντων κοσμήσατε σῆμα ταλάντων,ῥέζετε δʼ Οὐδαίῳ Ζανὶ θυηπολίηνδισσῶν ἔς τε πυρὴν καὶ ἄλφιτα καὶ τελαμῶνας,εἰκαίην δοιῶν σῶμα χάριν λαβέτω.