χρησμὸν ἀνεχώρησεν καὶ κτίζει Κωνσταντινούπολινοὐ θέμις ἐν Τροίης σε πάλαι τμηθέντι θεμείλῳῬώμης ἱδρῦσαι νέον οὔνομα· βαῖνε δὲ χαίρωνἐς Μεγαρήιον ἄστυ Προποντίδος ἄγχι θαλάσσης,ἔνθʼ ἰχθῦς ἔλαφός τε νομὸν βόσκουσι τὸν αὐτόν.τίπτε με τῶν καρύων ἕνεκεν πληγῇσι πιέζεις,ὦ μῆτερ; τάδε πάντα καλαὶ διεμοιρήσαντοπαρθένοι. ἦ γὰρ ἐμεῖο Μελίσσιον ἕβδομα δοιά,ἡ δὲ δυωδέκατον Τιτάνη λάβεν· ἕκτον ἔχουσινκαὶ τρίτον Ἀστυόχη φιλοπαίγμονες ἠδὲ Φίλιννα·εἴκοσι δʼ ἁρπάξασα Θέτις λάβε, δώδεκα Θίσβη·ἡ δʼ, ὅρα, ἡδὺ γελᾷ Γλαύκη παλάμῃσιν ἔχουσαἕνδεκα· τοῦτο δέ μοι κάρυον περιλείπεται οἶον.ποῦ σοι μῆλα βέβηκεν, ἐμὸν τέκος; ἕκτα μὲν Ἰνὼδοιά, καὶ ὀγδοάτην μοῖραν ἔχει Σεμέλη·Αὐτονόη δὲ τέταρτον ἀφήρπασεν αὐτάρ Ἀγαυὴπέμπτον ἐμῶν κόλπων ᾤχετʼ ἀπαινυμένη·σοὶ δʼ αὐτῇ δέκα μῆλα φυλάσσεται· αὐτάρ ἔγωγε,ναὶ μὰ φίλην Κύπριν, ἓν τόδε μοῦνον ἔχω.Δρεψαμένη ποτὲ μῆλα φίλαις διεδάσσατο Μυρτώ·Χρυσίδι μὲν μήλων πέμπτον πόρε, τέτρατον Ἡροῖ,ἐννεακαιδέκατον Ψαμάθῃ, δέκατον Κλεοπάτρῃ·αὐτάρ ἐεικοστον δωρήσατο Παρθενοπείῃ·δώδεκα δʼ Εὐάδνῃ μοῦνον πόρεν αὐτάρ ἐς αὐτὴνἤλυθον ἐκ πάντων ἑκατὸν καὶ εἴκοσι μῆλα.Ἀντομέναις ποτὲ μῆλα φίλαις διεμοιρήσαντοἸνὼ καὶ Σεμέλη δώδεκα παρθενικαῖς.καὶ ταῖς μὲν Σεμέλη πόρεν ἄρτια· ταῖς δὲ περισσὰδῶκε κασιγνήτη· μῆλα δʼ ἔχεν πλέονα.ἡ μὲν γὰρ τρισσῇσι τρίʼ ἕβδομα δῶκεν ἑταίραις,ταῖς δὲ δύο πάντων πέμπτον ἔδωκε λάχος·ἕνδεκα δʼ Ἀστυνόμη μιν ἀφείλατο, καὶ οἱ ἔλειπενμοῦνα κασιγνήταις μῆλα δύω φερέμεν.ἡ δʼ ἑτέρη πισύρεσσι πόρεν δύο τέτρατα μήλων,πέμπτῃ δʼ ἑκταίην μοῖραν ἔδωκεν ἔχειν·τέσσαρα δʼ Εὐρυχόρῃ δῶρον πόρε· τέτρασι δʼ ἄλλοιςμήλοισιν Σεμέλη μίμνεν ἀγαλλομένη.ἡ καρύη πολλοῖσιν ἐβεβρίθει καρύοισιν·νῦν δέ τις ἐξαπίνης μιν ἀπέθρισεν ἀλλὰ τί φησιν;“ ἐκ μὲν ἐμεῦ καρύων πέμπτον λάβε Παρθενόπεια·