ὀστέα συνθραύων σαρκὶ σὺν ἡμετέρῃ.πήρην σὴν ὀπίσω, κάλαθον χερί, τὸν τράγον ὤμοις,αἰπόλε, σῶν ἀγρῶν σύμβολα πάντα φέρεις.εἰμὶ χαμαίζηλον ζῴων μέλος· ἢν δʼ ἀφέλῃς μουγράμμα μόνον, κεφαλῆς γίνομαι ἄλλο μέρος·ἢν δʼ ἕτερον, ζῷον πάλιν ἔσσομαι· ἢν δὲ καὶ ἄλλο,οὐ μόνον εὑρήσεις, ἀλλὰ διηκόσια.τέσσαρα γράμματʼ ἔχων ἀνύω τρίβον ἢν δὲ τὸ πρῶτονγράμμʼ ἀφέλῃς, ἀίω· καὶ τὸ μετʼ αὐτὸ πάλιν,βορβόρῳ εὑρήσεις ἐμὲ φίλτατον· ἢν δὲ τὸ λοῖσθοναἴρῃς, εὑρήσεις ἐπίρρημα τόπου.λαμπάδα μὲν προέηκεν Ἔρως καὶ τόξα καὶ ἰούς,Αἰθιόπων δὲ κόνιν ἀντὶ βελῶν προχέει.οὐδὲν ἔσωθεν ἔχω, καὶ πάντα μοι ἔνδοθέν ἐστι,προῖκα δʼ ἐμῆς ἀρετῆς πᾶσι δίδωμι χάριν.ἐν πυρὶ κοιμηθεῖσα κόρη θάνεν ὁ προδότης δὲοἶνος· ὑφʼ οὗ δὲ θάνεν, Παλλάδος ἦν στέλεχος·ὁ κτείνας ναυηγός· ἐνὶ ζώοντι δὲ τύμβῳκεῖται μεμφομένη τὰς Βρομίου χάριτας.Παλλὰς καὶ Βρόμιος τε καὶ ὁ κλυτὸς Ἀμφιγυήεις,οἱ τρεῖς τὴν μούνην παρθένον ἠφάνισαν.οὐδεὶς βλέπων βλέπει με, μὴ βλέπων δʼ ὁρᾷ·ὁ μὴ λαλῶν λαλεῖ, ὁ μὴ τρέχων τρέχει· ˘ψευδὴς δʼ ὑπάρχω, πάντα τἀληθῆ λέγων.˘ἄγονος ἐξ ἀγόνων, βελεηφόρος, ἔμβρεφος, ἄρσις.ἀλλʼ ὅταν ἡμίονος βασιλεὺς Μήδοισι γένηται,καὶ τότε, Λυδὲ ποδαβρέ, πολυψήφιδα παρʼ Ἕρμονφεύγειν, μηδὲ μένειν, μηδʼ αἰδεῖσθαι κακὸς εἶναι.ἀθάνατός σοι παῖς καὶ ἀοίδιμος, ὦ Τελεσίκλεις,ἔσσετʼ ἐν ἀνθρώποισιν, ὃς ἂν πρῶτός σε προσείπῃνηὸς σῆς ἀποβάντα φίλῃ ἐν πατρίδι γαίῃ.Πέρσαι λάτριν ἐμὸν σημάντορα χειρὶ βιαίῃἔκτανον, οἰκεία δὲ κόνις νέκυν ἀμφικαλύπτει·τοῦ δʼ ἤν τις Φαέθοντι θοῶς λεύκʼ ὀστέα δείξῃ,οὗτός τοι Περσῶν τὸ μέγα κράτος ἔνδοθι θραύσει·κεῖται δʼ Ἀσίδος ἐντὸς ὁριζομένᾐ ἐνὶ νήσῳδάφνῃ καὶ ῥείθροισι παραὶ Πελίοιο γέροντος·φράζεο δʼ ἀνέρα μάντιν ὑφηγητῆρα κελεύθουΦωκέα, ὃς ψαμάθοισιν Ἀπαρνίδος οἰκία ναίει.λήθη κτίσαι πόλιν βασιλικήν, καὶ λαβὼν τὸν