ὄλβιε Πυθαγόρη, Μουσέων Ἑλικώνιον ἔρνος,εἰπέ μοι εἰρομένῳ, ὁπόσοι σοφίης κατʼ ἀγῶνασοῖσι δόμοισιν ἔασιν, ἀεθλεύοντες ἄριστα.τοιγὰρ ἐγὼν εἴποιμι, Πολύκρατες· ἡμίσεες μὲνἀμφὶ καλὰ σπεύδουσι μαθήματα· τέτρατοι αὖτεἀθανάτου φύσεως πεπονήαται· ἑβδομάτοις δὲσιγὴ πᾶσα μέμηλε, καὶ ἄφθιτοι ἔνδοθι μῦθοι·τρεῖς δὲ γυναῖκες ἔασι, Θεανὼ δʼ ἔξοχος ἄλλων.τόσσους Πιερίδων ὑποφήτορας αὐτὸς ἀγινῶ.Παλλὰς ἐγὼ χρυσῆ σφυρήλατος· αὐτὰρ ὁ χρυσὸςαἰζηῶν πέλεται δῶρον ἀοιδοπόλων.ἥμισυ μὲν χρυσοῖο Χαρίσιος, ὀγδοάτην δὲΘέσπις, καὶ δεκάτην μοῖραν ἔδωκε Σόλων,αὐτὰρ ἐεικοστὴν Θεμίσων τὰ δὲ λοιπὰ τάλανταἐννέα, καὶ τέχνη δῶρον Ἀριστοδίκου.ἁ Κύπρις τὸν Ἔρωτα κατηφιόωντα προσηύδα·τίπτε τοι, ὦ τέκος, ἄλγος ἐπέχραεν; ὃς δʼ ἀπάμειπτο·“ Πιερίδες μοι μῆλα διήρπασαν ἄλλυδις ἄλλη,αἰνύμεναι κόλποιο, τὰ δὴ φέρον ἐξ Ἑλικῶνος.Κλειὼ μὲν μήλων πέμπτον λάβε· δωδέκατον δὲΕὐτέρπη· ἀτὰρ ὀγδοάτην λάχε δῖα Θάλεια·Μελπομένη δʼ εἰκοστὸν ἀπαίνυτο· Τερψιχόρη δὲτέτρατον ἑβδομάτην δʼ Ἐρατὼ μετεκίαθε μοίρηνἡ δὲ τριηκόντων με Πολύμνια νόσφισε μήλων,Οὐρανίη δʼ ἑκατόν τε καὶ εἴκοσι· Καλλιόπη δὲβριθομένη μήλοισι τριηκοσίοισι βέβηκε.σοὶ δʼ ἄρα κουφοτέρῃσιν ἐγὼ σὺν χερσὶν ἱκάνω,πεντήκοντα φέρων τάδε λείψανα μῆλα θεάων.”Αὐγείην ἐρέεινε μέγα σθένος Ἀλκεΐδαο,πληθὺν βουκολίων διζήμενος· ὃς δʼ ἀπάμειπτο·“ ἀμφὶ μὲν Ἀλφειοῖο ῥοάς, φίλος, ἥμισυ τῶνδε·μοίρη δʼ ὀγδοάτη ὄχθον Κρόνου ἀμφινέμονται·δωδεκάτη δʼ ἀπάνευθε Ταραξίπποιο παρʼ ἱρὸνἀμφὶ δʼ ἄρʼ Ἤλιδα δῖαν ἐεικοστὴ νεμέθονται·αὐτὰρ ἐν Ἀρκαδίῃ γε τριηκοστὴν προλέλοιπα·λοιπὰς δʼ αὖ λεύσσεις ἀγέλας τόδε πεντήκοντα.”εἰμὶ πατρὸς λευκοῖο μέλαν τέκος, ἄπτερος ὄρνις,ἄχρι καὶ οὐρανίων ἱπτάμενος νεφέωνκούραις δʼ ἀντομένῃσιν ἀπενθέα δάκρυα τίκτω·εὐθὺ δὲ γεννηθεὶς λύομαι εἰς ἀέρα.