καὶ τῇ κάτω θυγατρὶ τὰ δῶρα Τιμόδημοςεἵσατο, τῶν κερδέων δεκατεύματα· καὶ γὰρ εὔξαθʼ οὕτως.μνήσομαι· οὐ γὰρ ἔοικεν ἀνώνυμον ἐνθάδʼ Ἀρχεναύτεωκεῖσθαι θανοῦσαν ἀγλαὰν ἄκοιτιν,Ξανθίππην Περιάνδρου ἀπέκγονον, ὃς ποθʼ ὑψιπύργουσήμαινε λαοῖς τέρμʼ ἔχων Κορίνθου.Φῶκος ἐπὶ ξείνῃ μὲν ἀπέφθιτο· κῦμα γὰρ μέλαινανεῦς οὐχ ὑπεξήνεικεν, οὐδʼ % ἐδέξατο,ἀλλὰ κατʼ Αἰγαίοιο πολὺν βυθὸν ˘ ᾤχετο πόντου,βίῃ Νότου πρήσαντος ἐσχάτην ἅλα.τύμβου δʼ ἐν πατέρων κενεοῦ λάχεν ὃν πέρι Προμηθὶςμήτηρ, λυγρῇ ὄρνιθι πότμον εἰκέλη,αἰαῖ κωκύει τὸν ἑὸν γόνον ἤματα πάντα,λέγουσα τὸν πρόωρον ὡς ἀπέφθιτο.πολλάκι δὴ φυλῆς Ἀκαμαντίδος ἐν χοροῖσιν Ὧραιἀνωλόλυξαν κισσοφόροις ἐπὶ διθυράμβοιςαἱ Διονυσιάδες, μίτραισι δὲ καὶ ῥόδων ἀώτοιςσοφῶν ἀοιδῶν ἐσκίασαν λιπαρὰν ἔθειραν,οἳ τόνδε τρίποδά σφισι μάρτυρα Βακχίων ἀέθλωνἔθηκαν· κείνους δʼ Ἀντιγένης ἐδίδασκεν ἄνδρας.εὖ δʼ ἐτιθηνεῖτο γλυκερὰν ὄπα Δωρίοις ἈρίστωνἈργεῖος ἡδὺ πνεῦμα χέων καθαρῶς ἐν αὐλοῖς·τῶν ἐχορήγησεν κύκλον μελίγηρυν ἹππόνικοςΣτρούθωνος υἱός, ἅρμασιν ἐν Χαρίτων φορηθείς,αἳ οἱ ἐπʼ ἀνθρώπους ὄνομα κλυτὸν ἀγλαάν τε νίκανθῆκαν ἰοστεφάνων θεᾶν ἕκατι Μοισᾶν.οἶνός τοι χαρίεντι πέλει ταχὺς ἵππος ἀοιδῷ·ὕδωρ δὲ πίνων οὐδὲν ἂν τέκοις σοφόν.τοῦτʼ ἔλεγεν, Διόνυσε, καὶ ἔπνεεν οὐχ ἑνὸς ἀσκοῦΚρατῖνος, ἀλλὰ παντὸς ὠδώδει πίθου.τοιγὰρ ὑπὸ στεφάνοις μέγας ἔβρυεν, εἶχε δὲ κισσῷμέτωπον ὥσπερ καὶ σὺ κεκροκωμένον.μετάθεσιν τῆς λέξεωςΜοῦσά μοι Ἀλκμήνης καλλισφύρου υἱὸν ἄειδε.υἱὸν Ἀλκμήνης ἄειδε Μοῦσά μοι καλλισφύρου.Κηία με προσῆλθε φλυαρία οὐκ ἐθέλοντα.οὐκ ἐθέλοντά με προσῆλθε Κηΐα φλυαρία.