καὶ Τεγέᾳ, καὶ ἐν Αἰγίνᾳ, κρατερᾷ τʼ Ἐπιδαύρῳ,καὶ Θήβᾳ, Μεγάρων τε δάμῳ·ἐν δὲ Φλιοῦντι σταδίῳ, τά τε πέντε κρατήσαςηὔφρανεν μεγάλαν Κόρινθον.συλλαβαῖς λεῖπον καὶ τὸ Ἀρχιλόχειον σκάζον τρίμετρονπατρίδα κυδαίνων ἱερὴν πόλιν Ὦπις Ἀθανᾶς,τέκνον μελαίνης γῆς, χαρίεντας αὐλοὺςτούσδε σὺν Ἡφαίστῳ τελέσας, ἀνέθηκʼ Ἀφροδίτῃ.καλοῦ,δαμασθεὶς ἱμέρῳ Βρύσωνος.Μνασάλκεος τὸ σᾶμα τῶ Πλαταΐδα,τῶ λεγῃοποιῶ·ἁ Μῶσα δʼ αὐτῶ τᾶς Σιμωνίδα πλάταςἦς ἀποσπάραγμα·κενά τε κλαγγὰν κἀπιλακυθίστρια διθυραμβοχάνα.τέθνακε, μὴ βάλωμες· εἰ δέ κε ζόεν,τύμπανὸν κʼ ἐφύση.τόξον μέν, ᾧ Γίγαντος ὤλεσας σθένος,ἴσχε βίης, Ἑκάεργʼ ἀνάσσων·† οὒ οἱ φαρέτρη λύεται λυκοκτόνος·τοῖσδε δʼ ἐπʼ ἠιθέοις ὀιστὸν ˘στρέφειν Ἔρωτος, τόφρʼ ἀλέξωνται πάτρῃ,θαρσαλέοι φιλότατι κούρωνπυροῖ γὰρ ἀλκήν,˘ καὶ θεῶν ὑπέρτατοςαἰὲν ὅδε προμάχους ἀέξειν.Μελιστίωνος δʼ, ὦ πατρώιον σέβαςΣχοινιέων, ἐπίηρα δέχθαι.ἰὼ παρέρπων, μικρόν, εἴ τι κἀγκονεῖς, ἄκουσοντὰ Βότρυος περισσὰ δῆτα κήδη,ὃς πρέσβυς ὀγδώκοντʼ ἐτῶν τὸν ἐννέων ἔθαψενἤδη τι τέχνᾳ καὶ σοφὸν λέγοντα.φεῦ τὸν τεκόντα, φεῦ δὲ καὶ σέ, Βότρυος φίλος παῖ,ὅσων ἄμοιρος ἡδονῶν ἀπώλευ.τὰ δῶρα τῇ ἈφροδίτῃΣῖμον ἡ περίφοιτος εἰκόνʼ αὑτῆςἔθηκε, τήν τε μίτρην,ἣ μαστοὺς ἐφίλησε τόν τε πανὸνκαὶ τοὺς ποτʼ ἀντίναξενἀυτοῦσ’ ἀν ὄρη τάλαινα θύρσους.Δήμητρι τῇ Πυλαίῃ, τῇ τοῦτον οὑκ ΠελασγῶνἈκρίσιος τὸν νηὸν ἐδείματο, ταῦθʼ ὁ Ναυκρατίτης