δεινᾷ γε χειρὶ πολλὰ ῥέξας ἔργα καὶ βίαια.ἐρρέτω ἦμαρ ἐκεῖνο, καὶ οὐλομένη σκοτόμαινα,βρόμος τε δεινὸς ἠνεμωμένης ἁλός,οἵ ποτε νῆʼ ἐκύλισαν, ἐφʼ ἧς ὁ τὰ πολλὰ μελίφρωνἈβδηρίων ἄπρηκτα θεοῖσιν εὔχετο·ῥαίσθη γὰρ διὰ πάντα, προσηνέχθη δὲ κλύδωνιτρηχεῖαν εἰς Σέριφον, αἰδοίων ὅθιπροξείνων ὑπὸ χερσὶ λαχὼν πυρός, ἵκετο πάτρηνἌβδηρα, κρωσσῷ χαλκέῳ περισταλείς.τόνδε Πύρης ἀνέθηκε Πολυμνήστου φίλος υἱός,εὐξάμενος δεκάτην Παλλάδι Τριτογενεῖ,Κυδωνιάτας Κρησίλας εἰργάξατο.Ἀργεῖος Δάνδης σταδιοδρόμος ἐνθάδε κεῖται,νίκαις ἱππόβοτον πατρίδʼ ἐπευκλεΐσας,Ὀλυμπίᾳ δίς, ἐν δὲ Πυθῶνι τρία,δύω δʼ ἐν Ἰσθμῷ, πεντεκαίδεκʼ ἐν Νεμέᾳ·τὰς δʼ ἄλλας νίκας οὐκ εὐμαρές ἐστʼ ἀριθμῆσαι.εἰμὶ Δίκων υἱὸς Καλλιμβρότου· αὐτὰρ ἐνίκωντετράκις ἐν Νεμέᾳ, δὶς Ὀλύμπια, πεντάκι Πυθοῖ,τρὶς δʼ Ἰσθμῷ· στεφανῶ δʼ ἄστυ Συρακοσίων.Σπάρτας μὲν βασιλῆες ἐμοὶ πατέρες καὶ ἀδελφοί·ἅρμασι δʼ ὠκυπόδων ἵππων νικῶσα Κυνίσκαεἰκόνα τάνδʼ ἔστησα. μόναν δέ με φαμι γυναικῶνἙλλάδος ἐκ πάσας τόνδε λαβεῖν στέφανον.Ἰφίων ἔγραψεν ἑᾷ χερί, τόν ποκα ὕδωρἔθρεψε Πειρήνης ἄπο.χάλκεα ἔργα, λέγοισθε θοῆς ἐπινίκια πώλου,ἥτις κεντροραγὴς βαλοῦσα παῖδα,ψιλὴ λευρὸν ἔθυσε περὶ δρόμον. ἐκ δʼ ἄρʼ ἐκείνουΠαρμένων χρυσέης κύρησε νίκης.Φώκριτε, σῷ δʼ ἄρα παιδὶ Ἀμυκλαΐδαι ˘ βασιλῆεςπατρῴων ἔδοσαν λαχεῖν ἀέθλων.ἄνθηκεν τόδʼ ἄγαλμα Κορίνθιος ὅσπερ ἐνίκαἐν Δελφοῖς ποσὶ Νικολᾴδας,καὶ Παναθηναίοις στεφάνους λάβε πέντʼ ἐπʼ ἀέθλοιςἑξῆς ἀμφιφορεῖς ἐλαίου·Ἰσθμῷ δʼ ἐν ζαθέᾳ τρὶς ἐπισχερὼ οἶδεν ἑλόνταἀκτὴ Ποντομέδοντος ἆθλον·καὶ Νεμέᾳ τρὶς ἐνίκησεν, καὶ τετράκις ἄλλαΠελλάνᾳ, δύο δʼ ἐν Λυκαίῳ,