Ἰίαίρβ θεὰ Παφίη· σὴν γὰ̆ ἀεὶ δύναμινκάλλος τʼ ἀθάνατον καὶ σέβας ἰμβρόβνπάντες τιμῶσιν θνατοὶ ἐφαμέριοιἐν πᾶσιν μύθοις ἔργοισίν τε καλοῖς·πάντῃ γὰρ πᾶσιν σὴν δηλοῖς τιμήν.Καλλίστρατός σοι, Ζηνὸς ὦ διάκτορε,ἔθηκε μορφῆς ξυνὸν ἥλικος τύπονΚηφισιεὺς ὁ κοῦρος· ᾧ χαρείς, ἄναξ,Ἀπολλοδώρου παῖδα καὶ πάτραν σάω.ὁ μουσοποιὸς ἐνθάδʼ Ἱππῶναξ κεῖται.εἰ μὲν πονηρός, μὴ ποτέρχευ τῷ τύμβῳ·εἰ δʼ ἐσσὶ κρήγυός τε καὶ παρὰ χρηστῶν,θαρσέων καθίζευ, κἢν θέλῃς, ἀπόβριξον.ἀλκίμων σ’, ὦ ʼριστοκλείδη, πρῶτον οἰκτείρω φίλωνὤλεσας δʼ ἥβην, ἀμύνων πατρίδος δουληίην.νικῶ δίαυλον. ἀλλʼ ἐγὼ παλαίων.ἐγὼ δὲ πεντάεθλον. ἀλλʼ ἐγὼ πύξ. —καὶ τίς τύ; — Τιμόδημος. ἀλλʼ ἐγὼ Κρής.ἐγὼ δὲ Κρηθεύς. ἀλλʼ ἐγὼ Διοκλῆς. —καὶ τίς πατήρ τοι; — Κλεῖνος. ὥσπερ ἄμμιν. — Ἔμπη δὲ νικῇς; — Ἰσθμοῖ. — τὺ δʼ ἔμπη; —Νέμειον ἂν λειμῶνα, καὶ παρʼ Ἥρᾳ.τοῦτʼ ἐγὼ τὸ περισσὸν εἰκόνισματοῦ κωμῳδογέλωτος, εἰς θρίαμβονκισσῷ καὶ στεφάνοισιν ἀμπυκασθέν,ἔστασ’, ὄφρα Λύκωνι σᾶμʼ ἐπείη.ὅσσα γὰρ † καθύπερθε λαμπρὸς ἁνήρ·μνᾶμα τοῦ χαρίεντος ἔν τε λέσχᾳἒν τʼ οἴνῳ τόδε κἄτι τοῖς ἔπειταἄγκειται, παράδειγμα τᾶς ὀπωπᾶς.ὁ Λύκτιος Μενοίτας τὰ τόξα ταῦτʼ ἐπειπὼνἔθηκε· “τῆ, κέρας τοι δίδωμι καὶ φαρέτρην,Σάραπι· τοὺς δʼ ὀιστοὺς ἔχουσιν Ἑσπερῖται.”ἐκ δολίχου τόνδε σφυρήλατον, ὡς τάχει κρατήσας,Πᾶις Ἀριστομάχειος ἀνείλετο χάλκεον λέβητα.ἔρχεται πολὺς μὲν Αἰγαῖον διατμήξας ἀπʼ οἰνηρῆς Χίουἀμφορεύς, πολὺς δὲ Λεσβίης ἄωτον νέκταρ οἰνάνθης ἄγων.ἁ ναῦς, ἃ τὸ μόνον φέγγος ἐμὶν τὸ γλυκὺ τᾶς ζόαςἅρπαξας, ποτὶ τὲ Ζανὸς ἱκνεῦμαι λιμενοσκόπωτίς εἰκόνα τάνδʼ ἀνέθηκεν; Δωριεὺς ὁ Θούριος.οὐ Ῥόδιος γένος ἦν; ναί, πρὶν φυγεῖν γε πατρίδα,