ἀναπεπτωκυῖά τε ἐν τῷ ἐδάφει ὑπτία ἔκειτο. θῆτες δέ τινες, οἷς δὴ τὸ ἔργον τόδε ἐνέκειτο, κριθὰς αὐτῇ ὕπερθεν τῶν αἰδοίων ἐρρίπτουν, ἃς δὴ οἱ χῆνες, οἳ ἐς τοῦτο παρεσκευασμένοι ἐτύγχανον, τοῖς στόμασιν ἐνθένδε κατὰ μίαν ἀνελόμενοι ἤσθιον.ἡ δὲ οὐχ ὅτι οὐκ ἐρυθριῶσα ἐξανίστατο, ἀλλὰ καὶ φιλοτιμουμένῃ ἐπὶ ταύτῃ δὴ τῇ πράξει ἐῴκει. ἦν γὰρ οὐκ ἀναίσχυντος μόνον, ἀλλὰ καὶ ἀναισχυντοποιὸς πάντων μάλιστα.πολλάκις δὲ καὶ ἀποδυσαμένη ξὺν τοῖς μίμοις ἐν μέσῳ εἱστήκει ἐπὶ τῆς σκηνῆς λορδουμένη τε καὶ τὰ ὀπίσω ἀποκεντῶσα τοῖς τε διάπειραν αὐτῆς ἔχουσι καὶ τοῖς οὔπω πεπλησιακόσι τὰ ἐκ παλαίστρας τῆς αὐτῇ εἰωθυίας βρενθυομένη.οὕτω δὲ ἀκολάστως ἐς τὸ σῶμα τὸ αὑτῆς ὕβριζεν, ὥστε τὴν αἰδῶ οὐκ ἐν τῇ τῆς φύσεως χώρᾳ κατὰ ταὐτὰ ταῖς ἄλλαις γυναιξὶν, ἀλλ’ ἐν τῷ προσώπῳ ἔχειν ἐδόκει.οἱ μὲν οὖν αὐτῇ πλησιάζοντες ἔνδηλοι εὐθὺς ἀπ’ αὐτοῦ ἦσαν, ὅτι δὴ οὐ κατὰ νόμον τῆς φύσεως τὰς μίξεις ποιοῦνται· ὅσοι δὲ αὐτῇ ἐν ἀγορᾷ τῶν ἐπιεικεστέρων ἐντύχοιεν, ἀποκλινόμενοι σπουδῇ ὑπεχώρουν, μή του τῶν ἱματίων τῆς ἀνθρώπου ἁψάμενοι μεταλαχεῖν τοῦ μιάσματος τούτου δόξειαν.ἦν γὰρ τοῖς ὁρῶσιν ἄλλως τε καὶ ἀρχομένης ἡμέρας βλάσφημος οἰωνός. ἐς μέντοι τὰς συνθεατρίας ἀγριώτατα εἰώθει ἐς ἀεὶ σκορπιαίνεσθαι· βασκανίᾳ γὰρ πολλῇ εἴχετο.Ἑκηβόλῳ δὲ ὕστερον Τυρίῳ ἀνδρὶ τὴν ἀρχὴν παραλαβόντι Πενταπόλεως ἐς τὰ αἴσχιστα ὑπηρετήσουσα εἵπετο, ἀλλά τι τῷ ἀνθρώπῳ προσκεκρουκυῖα ἐνθένδε ὅτι τάχιστα ἀπηλαύνετο· διὸ δὴ αὐτῇ ἀπορεῖσθαι τῶν ἀναγκαίων ξυνέπεσεν, ἅπερ τὸ λοιπὸν ἐπορίζετο τὴν ἐς τὸ σῶμα παρανομίαν, ᾗπερ εἴθιστο, ἐργαζομένη.ἐς μὲν οὖν Ἀλεξάνδρειαν τὰ πρῶτα ἧκεν. ἔπειτα δὲ πᾶσαν τὴν ἕω περιελθοῦσα ἐς Βυζάντιον ἐπανῆκεν, ἐργασίᾳ χρωμένη ἐν πόλει ἑκάστῃ, ἥν γε ὀνομάζοντι, οἶμαι, ἀνθρώπῳ οὐκ ἄν ποτε ἵλεως ὁ θεὸς εἴη, ὥσπερ οὐκ ἀνεχομένου τοῦ δαίμονος χῶρόν τινα τῆς Θεοδώρας ἀκολασίας ἀγνῶτα εἶναι.Οὕτω μὲν οὖν τετέχθαι τε τῇδε τῇ γυναικὶ καὶ τετράφθαι ξυνέβη καὶ ἐς δημοσίους πολλὰς διαβοήτῳ γεγενῆσθαι καὶ ἐς πάντας ἀνθρώπους.ἐπεὶ δὲ ἀφίκετο ἐς Βυζάντιον αὖθις, ἠράσθη αὐτῆς Ἰουστινιανὸς ἔρωτα ἐξαίσιον οἷον, καὶ τὰ πρῶτα ἐπλησίαζεν ὡς ἐρωμένῃ, καίπερ αὐτὴν ἀναγαγὼν ἐς τὸ τῶν πατρικίων ἀξίωμα.δύναμιν τοίνυν ἐξαισίαν τινὰ καὶ χρήματα ἐπιεικῶς μεγάλα περιβαλέσθαι ἡ Θεοδώρα εὐθὺς ἴσχυσε. πάντων γὰρ ἥδιστον τῷ ἀνθρώπῳ ἐφαίνετο, ὃ δὴ ξυμβαίνειν τοῖς ἐκτόπως ἐρῶσι φιλεῖ, χάριτάς τε πάσας καὶ χρήματα πάντα τῇ ἐρωμένῃ χαρίζεσθαι.ἐγίνετό τε ἡ πολιτεία τοῦ ἔρωτος τοῦδε ὑπέκκαυμα. ξὺν αὐτῇ τοίνυν πολλῷ ἔτι μᾶλλον τὸν δῆμον διέφθειρεν οὐκ ἐνταῦθα μόνον, ἀλλ’ ἀνὰ πᾶσαν τὴν Ῥωμαίων ἀρχήν.ἄμφω γὰρ μοίρας τῆς Βενέτων ἐκ παλαιοῦ ὄντες ἐν πολλῇ ἐξουσίᾳ τούτοις δὴ τοῖς στασιώταις τὰ ἐς τὴν πολιτείαν πράγματα ἔθεντο.χρόνῳ δὲ πολλῷ ὕστερον τὸ πλεῖστον τοῦ κακοῦ ἐλελωφήκει τρόπῳ τοιῷδε.Ἰουστινιανῷ ἐν ἡμέραις πολλαῖς νοσῆσαι ξυνέβη, ἐν δὲ τῇ νόσῳ ταύτῃ ἐς τόσον κινδύνου ἀφίκετο ὥστε καὶ ἐλέχθη ὅτι δὴ ἀποθάνοι· οἱ μέντοι στασιῶται ταῦτα ἅπερ ἐρρήθη ἡμάρτανον, καί τινα Ὑπάτιον οὐκ ἀφανῆ ἄνδρα δι’ ἡμέρας ἐν τῷ τῆς Σοφίας ἱερῷ διεχρήσαντο.ἐξειργασμένου δὲ τοῦ κακοῦ ἡ τοῦ ἔργου ταραχὴ ἐς βασιλέα ἦλθε, τῶν τε ἀμφ’ αὐτὸν ἕκαστος, ἐπεὶ τῆς Ἰουστινιανοῦ ἀπουσίας ἐλάβετο, τὴν τῶν πεπραγμένων ἀτοπίαν ἐπὶ μέγα αἴρειν ἐν σπουδῇ ἐποιεῖτο, καταλέγων ἐξ ἀρχῆς ἅπαντα, ὅσα δὴ γενέσθαι τετύχηκε.τότε δὴ ὁ βασιλεὺς τῷ τῆς πόλεως ἐπάρχῳ ἐπέστελλε τῶν πεπραγμένων ἁπάντων ποιεῖσθαι τὰς τίσεις. ἦν δὲ οὗτος ὁ ἀνὴρ Θεόδοτος ὄνομα, ὅνπερ Κολοκύνθιον ἐπίκλησιν ἐκάλουν.καὶ ὃς διερευνώμενος ἅπαντα πολλοὺς μὲν τῶν κακούργων ἑλεῖν τε καὶ διαχρήσασθαι νόμῳ ἴσχυσε, πολλοὶ δὲ καὶ διαλαθόντεςἐσώθησαν. μεταξὺ γὰρ ἐπιαπολέσθαι αὐτοὺς πράγμασι Ῥωμαίων ἕδει. ὁ δὲ παράδοξον διασωθεὶς ἐξάπινα σωτηρίαν καὶ τὸν Θεόδοτον κτεῖναι ἅτε φαρμακέα καὶ μάγον εὐθὺς ἐνεχείρει.ἐπεὶ δὲ οὐκ εἶχεν ὅτῳ ποτὲ προσχήματι χρώμενος τὸν ἄνθρωπον διαφθείρειε, τῶν οἱ ἐπιτηδείων τινὰς πικρότατα αἰκισάμενος ἠνάγκαζε λόγους ὡς ἥκιστα ὑγιεῖς ἐπ’ αὐτῷ φθέγγεσθαι.πάντων δέ οἱ ἐκποδὼν ἱσταμένων καὶ σιωπῇ τὴν ἐς τὸν Θεόδοτον ὀδυρομένων ἐπιβουλὴν, μόνος ὁ Πρόκλος τὴν τοῦ καλουμένου κοιαίστωρος ἔχων ἀρχὴν καθαρὸν ἀπέφαινε τοῦ ἐγκλήματος εἶναι τὸν ἄνθρωπον καὶ θανάτου οὐδαμῆ ἄξιον.διὸ δὴ ὁ Θεόδοτος ἐς τὰ Ἱεροσόλυμα βασιλέως κομίζεται γνώμῃ. γνοὺς δὲ ἥκειν τινὰς ἐνταῦθα, οἵπερ αὐτὸν διαφθεροῦσιν, ἐν τῷ ἱερῷ ἦν κρυπτόμενος τὸν ἅπαντα χρόνον, οὕτω τε διαβιοὺς ἐτελεύτησε.Τὰ μὲν οὖν ἀμφὶ Θεοδότῳ ταύτῃ πη ἔσχεν. οἱ δὲ στασιῶται σωφρονέστατοι τὸ ἐντεῦθεν ἐγένοντο ἀνθρώπων ἁπάντων.οὐ γὰρ ἔτι τὰ τοιαῦτα ἐξαμαρτάνειν ἠνείχοντο, καίπερ σφίσι παρὸν ἀδεέστερον τῇ ἐς τὴν δίαιταν παρανομίᾳ χρῆσθαι.τεκμήριον δέ· ὀλίγων γάρ τινων ὕστερον τόλμαν τὴν ὁμοίαν ἐνδειξαμένων τίσις οὐδεμία ἐς αὐτοὺς γέγονεν.