οὐδὲν γὰρ ἐπικαλύπτειν ἐδέοντο τὰ ἐγκλήματα, ἐπεί τοι αὐτοῖς οὐκ ἐπέκειτο κολάσεως δέος, ἀλλά τις προσῆν καὶ φιλοτιμίας ἀξίωσις, ἰσχύος τε καὶ ἀνδρείας ἐμποιουμένοις ἐπίδειξιν, ὅτι δὴ πληγῇ μιᾷ τῶν τινα παραπεπτωκότων γυμνὸν ἔκτεινον, ἐλπίς τε οὐδενὶ τοῦ ἔτι βιώσεσθαι ἐν τῷ τῆς διαίτης σφαλερῷ ἔμενε.πάντες γὰρ ἐγκεῖσθαι σφίσι τὸν θάνατον τῷ περιδεεῖς εἶναι ὑπώπτευον, καὶ οὔτε τόπος τις ὀχυρὸς οὔτε καιρὸς ἐχέγγυός τινι ἐς τὴν σωτηρίαν ἔδοξεν εἶναι, ἐπεὶ κἀν τοῖς τῶν ἱερῶν τιμιωτάτοις κἀν ταῖς πανηγύρεσι λόγῳ οὐδενὶ διεφθείροντο, πίστις τε οὐδεμία πρός τε τῶν φίλων καὶ τῶν ξυγγενῶν ἔτι ἐλέλειπτο. πολλοὶ γὰρ καὶ τῇ τῶν οἰκειοτάτων ἐπιβουλῇ ἔθνησκον.Ζήτησις μέντοι οὐδεμία τῶν πεπραγμένων ἐγίνετο. ἀλλὰ τὰ πάθη ἀπροσδόκητα πᾶσιν ἔπιπτε καὶ τοῖς πεπτωκόσιν οὐδεὶς ἤμυνε.νόμου δέ τινος ἢ συμβολαίου δύναμίς τις ἐν τῷ βεβαίῳ τῆς τάξεως οὐκέτι ἐλέλειπτο, ἀλλ’ ἐπὶ τὸ βιαιότερον ἅπαντα τετραμμένα ξυνεταράχθη, τυραννίδι τε ἦν ἡ πολιτεία ἐμφερὴς μάλιστα, οὐ καθεστώσῃ μέντοι γε, ἀλλὰ καθ’ ἑκάστην τε ἀμειβομένῃ καὶ ἀεὶ ἀρχομένῃ.τῶν τε ἀρχόντων αἱ γνῶμαι ὥσπερ ἐκπεπληγμέναις ἐῴκεσαν, ἑνὸς ἀνδρὸς φόβῳ δεδουλωμένων τὸ φρόνημα, οἵ τε δικάζοντες τὰς ὑπὲρ τῶν ἀντιλεγομένων ποιούμενοι γνώσεις τὰς ψήφους ἐδίδοσαν, οὐχ ᾗπερ αὐτοῖς ἐδόκει δίκαιά τε καὶ νόμιμα ἑ??ʼναι, ἀλλ’ ὥσπερ τῶν διαφερομένων ἑκάστῳ τὰ ἐκ τῶν στασιωτῶν δυσμενῆ τε καὶ φίλα ἐτύγχανεν ὄντα. δικαστῇ γὰρ ὠλιγωρηκότι τῆς ἐκείνων προρρήσεως θάνατος ἡ ζημία ἐπέκειτο.Καὶ πολλοὶ μὲν δανεισταὶ τὰ γραμματεῖα τοῖς ὠφληκόσι ξὺν βίᾳ πολλῇ οὐδὲν τοῦ ὀφλήματος κεκομισμένοι ἀπέδοντο, πολλοὶ δὲ οὔτι ἑκούσιοι ἐλευθέρους τοὺς οἰκέτας ἀφῆκαν.φασὶ δὲ καὶ γυναῖκάς τινας πολλὰ ὧν οὐκ ἐβούλοντο τοῖς αὐτῶν δούλοις ἀναγκασθῆναι.ἤδη δὲ καὶ παῖδες οὐκ ἀφανῶν ἀνδρῶν τούτοις δὴ τοῖς νεανίαις ἀναμιχθέντες τοὺς πατέρας ἠνάγκαζον ἄλλα τε πολλὰ οὔτι ἐθελουσίους ποιεῖν καὶ τὰ χρήματα σφίσι προΐεσθαι.πολλοὶ δὲ καὶ ἀκούσιοι παῖδες τοῖς στασιώταις ἐς κοίτην ἀνοσίαν οὐκ ἀγνοούντων ἠναγκάσθησαν τῶν πατέρων ἐλθεῖν.καὶ γυναιξὶ μέντοι ἀνδράσι ξυνοικούσαις ταὐτὸν τοῦτο ξυνέβη παθεῖν. καὶ λέγεται γυνὴ μία κόσμον περιβεβλημένη πολὺν πλεῖν μὲν ξὺν τῷ ἀνδρὶ ἐπί τι προάστειον τῶν ἐν τῇ ἀντιπέρας ἠπείρῳ, ἐντυχόντων δὲ σφίσιν ἐν τῷ διάπλῳ τούτῳ τῶν στασιωτῶν, καὶ τοῦ μὲν ἀνδρὸς αὐτὴν ξὺν ἀπειλῇ ἀφαιρουμένων, ἐς δὲ ἄκατον τὴν οἰκείαν ἐμβιβασάντων, ἐσελθεῖν μὲν ἐς τὴν ἄκατον ξὺν τοῖς νεανίαις, ἐγκελευσαμένη τῷ ἀνδρὶ λάθρα ἀλλὰ θαρσεῖν τε καὶ μηδὲν ἐπ’ αὐτῇ δεδιέναι φαῦλον·οὐ γάρ τι ξυμβήσεσθαι ἐς τὸ σῶμα αὐτῇ ὑβρισθῆναι· ἔτι δὲ τοῦ ἀνδρὸς ξὺν πένθει μεγάλᾳ ἐς αὐτὴν βλέποντος ἐς τε τὴν θάλασσαν καθεῖναι τὸ σῶμα καὶ αὐτίκα μάλα ἐξ ἀνθρώπων ἀφανισθῆναι.Τοιαῦτα μὲν ἦν τὰ τούτοις δὴ τότε τοῖς στασιώταις ἐν Βυζαντίῳ τετολμημένα. ἧσσον δὲ ταῦτα τοὺς παραπεπτωκότας ἠνία ἢ τὰ πρὸς Ἰουστινιανοῦ ἐς τὴν πολιτείαν ἁμαρτηθέντα, ἐπεὶ τοῖς παρὰ τῶν κακούργων πεπονθόσι τὰ χαλεπώτατα μέρος ἀφαιρεῖται τὸ πλεῖστον τῆς δι’ ἀταξίας ἐμβάσης ἀνίας τὸ προσδοκᾶν ἀεὶ τὴν πρὸς τῶν νόμων τε καὶ τῆς ἀρχῆς τίσιν.ἐν γὰρ τῷ πρὸς τὰ μέλλοντα εὐέλπιδες εἶναι ῥᾷόν τε καὶ ἀπονώτερον τὰ παρόντα σφίσι φέρουσιν ἄνθρωποι, βιαζόμενοι δὲ πρὸς τῆς τῇ πολιτείᾳ ἐφεστώσης ἀρχῆς τοῖς τε ξυμπεσοῦσιν ἔτι μᾶλλον, ὡς τὸ εἰκὸς, περιαλγοῦσι καὶ ἐς τὴν ἀπόγνωσιν τῷ ἀπροσδοκήτῳ τῆς τιμωρίας ἐς ἀεὶ τρέπονται.ἡμάρτανε δὲ οὐχ ὅτι μόνον προσποιεῖσθαι τοὺς κακουμένους ἥκιστα ἤθελεν, ἀλλ’ ὅτι προστάτης τῶν στασιωτῶν ἐκ τοῦ ἐμφανοῦς καθίστασθαι οὐδαμῆ ἀπηξίου·χρήματά τε γὰρ μεγάλα τοῖς νεανίαις τούτοις προΐετο, καὶ πολλοὺς μὲν ἀμφ’ αὑτὸν εἶχε, τινὰς δὲ αὐτῶν ἔς τε τὰς ἀρχὰς καὶ τὰ ἄλλα ἀξιώματα καλεῖν ἐδικαίου.