Τοῦ δὲ δήμου ἐκ παλαιοῦ ἐς μοίρας δύο διεστηκότος, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, μίαν αὐτὸς τὴν Βενέτων ἑταιρισάμενος, ἥ οἱ καὶ τὸ πρότερον κατεσπουδασμένη ἐτύγχανε, ξυγχεῖν τε καὶ ξυνταράξαι ἅπαντα ἴσχυσε. καὶ ἀπ’ αὐτοῦ ἐς γόνυ ἐλθεῖν Ῥωμαίοις τὴν πολιτείαν πεποίηκεν.οὐχ ἅπαντες δὲ οἱ Βένετοι ἐπισπέσθαι τῇ τοῦδε τοῦ ἀνδρὸς γνώμῃ ἔγνωσαν, ἀλλ’ ὅσοι στασιῶται ὄντες ἐτύγχανον.καὶ αὐτοὶ μέντοι προϊόντος ἤδη τοῦ δεινοῦ σωφρονέστατοι ἔδοξαν εἶναι ἀνθρώπων ἁπάντων.ἐνδεεστέρως γὰρ ἢ κατὰ τὴν ἐξουσίαν ἡμάρτανον. οὐ μὴν οὐδὲ τῶν Πρασίνων οἱ στασιῶται ἡσυχῆ ἔμενον, ἀλλὰ καὶ αὐτοὶ ἔπρασσον ἀεὶ τὰ ἐγκλήματα ἐς ὅσον σφίσι δυνατὰ ἐγεγόνει, καίπερ κατὰ μόνας διηνεκὲς κολαζόμενοι.ὅπερ αὐτοὺς ἐς τὸ θρασύνεσθαι πολλῷ ἔτι μᾶλλον ἐς ἀεὶ ἦγεν. ἀδικούμενοι γὰρ εἰώθασιν ἐς ἀπόνοιαν τρέπεσθαι ἄνθρωποι.τότε οὖν τοὺς Βενέτους αὐτοῦ ῥιπίζοντός τε καὶ διαφανῶς ἐρεθίζοντος ἅπασα κατ’ ἄκρας ἡ Ῥωμαίων ἀρχὴ ἐκινήθη ὥσπερ σεισμοῦ ἢ κατακλυσμοῦ ἐπιπεσόντος ἢ πόλεως ἑκάστης πρὸς τῶν πολεμίων ἁλούσης.πάντα γὰρ ἐν ἅπασι ξυνεταράχθη καὶ οὐδὲν ἐφ’ ἑαυτοῦ τὸ λοιπὸν ἔμεινεν, ἀλλ’ οἵ τε νόμοι καὶ ὁ τῆς πολιτείας κόσμος ξυγχύσεως ἐπιγενομένης ἐς πᾶν τοὐναντίον ἐχώρησαν.Καὶ πρῶτα μὲν τοῖς στασιώταις τὰ ἐς τὴν κόμην ἐς νεώτερόν τινα μετεβέβλητο τρόπον. ἀπεκείροντο γὰρ αὐτὴν οὐδὲν ὁμοίως τοῖς ἄλλοις Ῥωμαίοις.τοῦ μὲν γὰρ μύστακος καὶ τοῦ γενείου οὐδαμῆ ἥπτοντο, ἀλλ’ αὐτοῖς κατακομᾶν ἐπὶ πλεῖστον ὥσπερ οἱ Πέρσαι ἐς ἀεὶ ἤθελον.τῶν δὲ ἐν τῇ κεφαλῇ τριχῶν τὰ ἔμπροσθεν ἄχρι ἐς τοὺς κροτάφους ἀποτεμόμενοι τὰ ὄπισθεν ἀποκρέμασθαι σφίσιν ἐπὶ μακρότατον λόγῳ οὐδενὶ εἴων, ὥσπερ οἱ Μασσαγέται. διὸ δὴ καὶ Οὐννικὸν τὸ τοιοῦτον εἶδος ἐκάλουν.Ἔπειτα δὲ τὰ ἐς τὰ ἱμάτια εὐπάρυφοι ἠξίουν ἅπαντες εἶναι, κομπωδεστέραν ἢ κατὰ τὴν ἑκάστου ἀξίαν ἐνδιδυσκόμενοι τὴν ἐσθῆτα.κτᾶσθαι γὰρ αὐτοῖς τὰ τοιαῦτα ἐξ οὐ προσηκόντων παρῆν. τοῦ δὲ χιτῶνος τὸ ἀμφὶ τὼ χεῖρε μέρος αὐτοῖς τὰ μὲν ἐς τὸν καρπὸν ξυνῄει σφίσιν ἐν στενῷ μάλιστα, τὰ δὲ ἐνθένδε ἄχρι ἐς ὦμον ἑκάτερον ἐς ἄφατόν τι εὔρους διεκέχυτο χρῆμα.ὁσάκις τε ἡ χεὶρ αὐτοῖς σείοιτο ἀναβοῶσιν ἐν τοῖς θεάτροις τε καὶ ἱπποδρομίοις, ἢ ἐγκελευομένοις, ᾗπερ εἰώθει, ἐς ὕψος αὐτοῖς τοῦτο τὸ μέρος ἀτεχνῶς ᾔρετο, αἴσθησιν παρεχόμενον τοῖς ἀνοήτοις, ὅτι δὴ αὐτοῖς οὕτω καλόν τε τὸ σῶμα καὶ ἁδρὸν εἴη ἂν, ὥστε δεῖν γε αὐτοῖς πρὸς τῶν τοιούτων ἱματίων καλύπτεσθαι, οὐκ ἐννοοῦσιν ὅτι δὴ αὐτοῖς τῷ τῆς ἐσθῆτος ἠραιωμένῳ τε καὶ κενῷ πολλῷ ἔτι μᾶλλον τὸ τοῦ σώματος ἐξίτηλον διελεγχθείη.αἱ ἐπωμίδες δὲ καὶ ἀναξυρίδες καὶ τῶν ὑποδημάτων τὰ πλεῖστα ἐς τῶν Οὔννων τό τε ὄνομα καὶ τὸν τρόπον ἀπεκέκριτο σφίσιν.Ἐσιδηροφόρουν δὲ νύκτωρ μὲν τὰ πρῶτα ἐκ τοῦ ἐμφανοῦς ἅπαντες σχεδὸν, ἐν δέ γε ἡμέρᾳ ξιφίδια παρὰ τὸν μηρὸν δίστομα ὑπὸ τῷ ἱματίῳ ἀποκρυψάμενοι, ξυνιστάμενοί τε κατὰ συμμορίας, ἐπειδὰν ξυσκοτάζοι, ἐλωποδύτουν τοὺς ἐπιεικεστέρους ἔν τε ὅλῃ ἀγορᾷ κἀν τοῖς στενωποῖς, ἀφαιρούμενοι τοὺς παραπεπτωκότας τά τε ἱμάτια καὶ ζώνας τε καὶ περόνας χρυσᾶς καὶ εἴ τι ἄλλο ἐν χερσὶν ἔχοιεν.τινὰς δὲ πρὸς τῇ ἁρπαγῇ καὶ κτείνειν ἠξίουν, ὅπως μηδενὶ τὰ ξυμπεσόντα σφίσιν ἀναγγείλωσιν.οἷς δὴ ἅπαντες καὶ τῶν Βενέτων οἱ μὴ στασιῶται μάλιστα ἤχθοντο, ἐπεὶ οὐδὲ αὐτοὶ ἀπαθεῖς ἔμενον.καὶ ἀπ’ αὐτοῦ χαλκαῖς τὸ λοιπὸν ζώναις τε καὶ περόναις καὶ ἱματίοις πολλῷ ἐλασσόνως ἢ κατὰ τὴν ἀξίαν ὡς πλεῖστοι ἐχρῶντο, ὅπως δὴ μὴ τῷ φιλοκάλῳ ἀπόλωνται, καὶ οὔπω δεδυκότος ἡλίου ἐς τὰς οἰκίας ἀναχωροῦντες ἐκρύπτοντο.μηκυνομένου δὲ τοῦ κακοῦ καὶ οὐδεμιᾶς ἐπιστροφῆς ἐς τοὺς ἡμαρτηκότας πρὸς τῆς τῷ δήμῳ ἐφεστώσης ἀρχῆς γινομένης ἐπὶ μέγα τὸ τῶν ἀνδρῶν θράσος ἐς ἀεὶ ᾔρετο.ἁμαρτία γὰρ παρρησίας ἀξιωθεῖσα ἐπ’ ἄπειρον φέρεσθαι πέφυκεν, ἐπεὶ καὶ κολαζόμενα τὰ ἐγκλήματα φιλεῖ οὐκ ἐς τὸ παντελὲς ἀποκόπτεσθαι.φύσει γὰρ οἱ πλεῖστοι ἐς τὸ ἁμαρτάνειν εὐπετῶς τρέπονται.Τὰ μὲν οὖν τῶν Βενέτων ἐφέρετο τῇδε. τῶν δὲ ἀντιστασιωτῶν οἱ μὲν ἐς τὴν ἐκείνων ἀπέκλινον μοῖραν, ἐπιθυμίᾳ τοῦ ξυναμαρτάνειν τε καὶ μὴ δοῦναι τὴν δίκην, οἱ δὲ φυγῇ ἐχόμενοι ἐς ἑτέρας τινὰς ἐλάνθανον χώρας· πολλοὶ δὲ καὶ αὐτοῦ καταλαμβανόμενοι διεφθείροντο πρὸς τῶν ἐναντίων ἢ πρὸς τῆς ἀρχῆς κολαζόμενοι.καὶ ἄλλοι δὲ νεανίαι πολλοὶ ἐς ταύτην δὴ τὴν ἑταιρίαν ξυνέρρεον οὐδεπώποτε πρότερον περὶ ταῦτα ἐσπουδακότες, ἀλλὰ δυνάμεώς τε καὶ ὕβρεως ἐξουσίᾳ ἐνταῦθα ἠγμένοι.οὐ γάρ ἐστιν οὐδὲν μίασμα ὑπὸ ἀνθρώπων ὠνομασμένον, ὅπερ οὐχ ἡμαρτήθη τε ἐν τούτῳ τῷ χρόνῳ καὶ τιμωρίας ἐκτὸς ἔμεινε.πρῶτον μὲν οὖν σφῶν τοὺς ἀντιστασιώτας διέφθειρον, προϊόντες δὲ καὶ τοὺς οὐδὲν προσκεκρουκότας αὐτοῖς ἔκτεινον.πολλοὶ δὲ καὶ χρήμασιν αὐτοὺς ἀναπείσαντες ἀπεδείκνυον τοὺς σφετέρους ἐχθροὺς, οὕσπερ ἐκεῖνοι διεχρῶντο εὐθὺς ὄνομα μὲν Πρασίνων αὐτοῖς ἐπενεγκόντες,ἀγνῶτας δὲ σφίσι παντάπασιν ὄντας. καὶ ταῦτα οὐκ ἐν σκότῳ ἔτι οὐδ’ ἐν παραβύστῳ ἐγένετο, ἀλλ’ ἐν ἅπασι μὲν τῆς ἡμέρας καιροῖς, ἐν ἑκάστῳ δὲ τῆς πόλεως χώρῳ, ἀνδράσι τοῖς λογιμωτάτοις τῶν πρασσομένων, ἂν οὕτω τύχοι, ἐν ὀφθαλμοῖς ὄντων.