τὸ μὲν οὖν ἔνθεν σοι τὸ θαρσεῖν ὑπέρ τε τῆς σωτηρίας καὶ τῶν χρημάτων περίεστιν· ὁποῖος δὲ σὺ πρὸς αὐτὴν ἔσῃ διὰ τῶν πραχθησομένων εἰσόμεθα.”ταῦτα ἐπεὶ Βελισάριος ἀνελέξατο, ἅμα μὲν ὑφ’ ἡδονῆς ἐπὶ μέγα ἀρθεὶς, ἅμα δὲ καὶ τῷ παρόντι ἐπίδειξιν ἐθέλων ποιεῖσθαι τῆς γνώμης, ἀναστὰς εὐθὺς παρὰ τῆς γυναικὸς τοὺς πόδας ἐπὶ στόμα πίπτει.καὶ χειρὶ μὲν ἑκατέρᾳ περιλαβὼν αὐτῆς ἄμφω τὰς κνήμας, τὴν δὲ γλῶσσαν ἀεὶ τῶν ταρσῶν τῆς γυναικὸς μεταβιβάζων, τοῦ μὲν βίου καὶ τῆς σωτηρίας αἰτίαν ἐκάλει, ἀνδράποδον δὲ αὐτῆς τὸ ἐνθένδε πιστὸν ὡμολόγει καὶ οὐκ ἀνὴρ ἔσεσθαι.καὶ τῶν χρημάτων δὲ ἡ βασιλὶς ἐς τριάκοντα χρυσοῦ κεντηνάρια τῷ βασιλεῖ δοῦσα, τἄλλα Βελισαρίῳ ἀπέδοτο.Τὰ μὲν οὖν ἀμφὶ Βελισαρίῳ τῷ στρατηγῷ τῇδε κεχωρήκει, ᾧπερ ἡ τύχη οὐ πολλῷ πρότερον Γελίμερά τε καὶ Οὐίττιγιν δορυαλώτους παρεδεδώκει.ἐκ παλαιοῦ δὲ Ἰουστινιανόν τε καὶ Θεοδώραν πλοῦτος ὁ τούτου τοῦ ἀνδρὸς ἀκριβῶς ἔκνιζεν, ὑπέρογκός τε ὤν καὶ βασιλικῆς αὐλῆς ἄξιος.ἔφασκόν τε ὡς τῶν δημοσίων χρημάτων Γελίμερός τε καὶ Οὐιττίγιδος τὸ πλεῖστον ἀποκρυψάμενος λάθρα ἔτυχε, μοῖραν δὲ αὐτῶν βραχεῖάν τέ τινα καὶ οὐδαμῆ ἀξιόλογον βασιλεῖ ἔδωκε.πόνους δὲ τοὺς τοῦ ἀνθρώπου καὶ τῶν ἔξωθεν τὴν βλασφημίαν διαριθμούμενοι, ἅμα δὲ καὶ σκῆψιν ἀξιόχρεων ἐπ’ αὐτῷ οὐδεμίαν κεκομισμένοι ἡσυχῆ ἔμενον.τότε δὲ ἡ βασιλὶς αὐτοῦ λαβομένη κατωρρωδηκότος τε καὶ ἀποδειλιάσαντος ὅλως πράξει μιᾷ διεπράξατο ξυμπάσης αὐτοῦ τῆς οὐσίας κυρία γενέσθαι.ἐς κῆδος γὰρ ἀλλήλοις ξυνηλθέτην εὐθὺς, Ἰωαννίνα τε ἡ Βελισαρίου θυγάτηρ, ἧσπερ μόνης ἐγεγόνει πατὴρ, Ἀναστασίῳ τῷ τῆς βασιλίδος θυγατριδῷ μνηστὴ γέγονε.Βελισάριος μὲν οὖν ἀρχήν τε ἀπολαβεῖν τὴν οἰκείαν ἠξίου καὶ στρατηγὸς τῆς ἑῴας ἀποδειχθεὶς πάλιν ἐπὶ Χοσρόην καὶ Μήδους ἐξηγήσεσθαι τῷ Ῥωμαίων στρατῷ, Ἀντωνίνα δὲ οὐδαμῶς εἰα· περιυβρίσθαι γὰρ ἐν τοῖς ἐκείνῃ χωρίοις πρὸς αὐτοῦ ἔφασκεν, ἅπερ οὐκέτι τὸ λοιπὸν ὄψεσθαι.Διὸ δὴ Βελισάριος ἄρχων τῶν βασιλικῶν καταστὰς ἱπποκόμων ἐς τὴν Ἰταλίαν τὸ δεύτερον ἐστάλη, ὁμολογήσας βασιλεῖ, ὥς φασι, χρήματα μήποτε αὐτὸν ἐν τῷδε τῷ πολέμῳ αἰτήσειν, ἀλλὰ ξύμπασαν αὐτὸς τὴν τοῦ πολέμου παρασκευὴν χρήμασιν οἰκείοις ποιήσεσθαι.πάντες μὲν οὖν ὑπετόπαζον τά τε ἀμφὶ τῇ γυναικὶ ταύτῃ, ᾗπερ ἐρρήθη, Βελισάριον διοικήσασθαι καὶ βασιλεῖ ταῦτα ὁμολογῆσαι ἀμφὶ τῷ πολέμῳ ἃ δεδιήγηται, ἀπαλλαξείοντα τῆς ἐν Βυζαντίῳ διατριβῆς, ἐπειδάν τε τάχιστα τοῦ τῆς πόλεως περιβόλου ἐκτὸς γένηται, ἁρπάσεσθαί τε αὐτίκα τὰ ὅπλα καί τι γενναῖον καὶ ἀνδρὶ πρέπον ἐπί τε τῇ γυναικὶ καὶ τοῖς βιασαμένοις φρονήσειν.αὐτὸς δὲ πάντα τὰ ξυμπεσόντα ἐν ἀλογίᾳ πεποιημένος ὅρκων τε τῶν Φωτίῳ καὶ τοῖς ἄλλοις ἐπιτηδείοις ὀμωμοσμένων ἐν λήθῃ τε πολλῇ καὶ ὀλιγωρίᾳ γενόμενος εἵπετο τῇ γυναικὶ, καταστὰς ἐκτόπως εἰς αὐτὴν ἐρωτόληπτος, καὶ ταῦτα ἑξήκοντα ἤδη γεγονυῖαν ἔτη.ἐπειδὴ μέντοι ἐν Ἰταλίᾳ ἐγένετο, εἰς ἡμέραν ἑκάστην ἀπ’ ἐναντίας αὐτῷ τὰ πράγματα ἐχώρει, ἐπεί οἱ διαρρήδην τὰ ἐκ θεοῦ πολέμια ἦν.πρῶτον μέν γε τὰ τῷ στρατηγῷ τούτῳ ἐν τοῖς ξυμπίπτουσιν ἐπί τε Θευδάτον καὶ Οὐίττιγιν βουλευόμενα, καίπερ οὐκ ἐπιτηδείως τοῖς πρασσομένοις δοκοῦντα ἔχειν, ἐς ξύμφορον ἐκ τοῦ ἐπὶ πλεῖστον ἐτελεύτα τέλος· ἐν δὲ τῷ ὑστέρῳ δόξαν μὲν ἀπήνεγκεν ὅτι δὴ τὰ βελτίω βεβούλευται ἅτε καὶ τῶν κατὰ τὸν πόλεμον τόνδε πραγμάτων γεγονὼς ἔμπειρος, ἀλλ’ ἐν τοῖς ἀποβαίνουσι κακοτυχοῦντι τὰ πολλὰ ἐς ἀβουλίας δόκησιν αὐτῷ ἀπεκρίθη.οὕτως ἄρα οὐκ ἀνθρώπων βουλαῖς, ἀλλὰ τῇ ἐκ θεοῦ ῥοπῇ πρυτανεύεται τὰ ἀνθρώπεια, ὃ δὴ τύχην εἰώθασι καλεῖν ἄνθρωποι, οὐκ εἰδότες ὅτου δὴ ἕνεκα ταύτῃ πρόεισι τὰ ξυμβαίνοντα,ᾗπερ αὐτοῖς ἔνδηλα γίνεται. τῷ γὰρ ἀλόγῳ δοκοῦντι εἶναι φιλεῖ τὸ τῆς τύχης ὄνομα προσχωρεῖν. ἀλλὰ ταῦτα μὲν ὥς πη ἑκάστῳ φίλον, ταύτῃ δοκείτω.