Ὑπὸ τοῦτον τὸν χρόνον καί τι ἕτερον αὐτῷ ἐπιπεσεῖν ξυνηνέχθη τοιόνδε. ὁ μὲν λοιμὸς, οὗπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην, ἐπενέμετο τοὺς ἐν Βυζαντίῳ ἀνθρώπους. βασιλεῖ δὲ Ἰουστινιανῷ χαλεπώτατα νοσῆσαι ξυνέβη, ὥστε καὶ ἐλέγετο ὅτι ἀπολώλει.τοῦτον δὲ τὸν λόγον περιαγαγοῦσα ἡ φήμη διεκόμισεν ἄχρι ἐς τὸ Ῥωμαίων στρατόπεδον. ἐνταῦθα ἔλεγον τῶν ἀρχόντων τινὲς ὡς, ἢν βασιλέα Ῥωμαῖοι ἕτερόν τινα ἐν Βυζαντίῳ καταστήσωνται σφίσιν, οὐ μήποτε αὐτοὶ ἐπιτρέψωσιν.ὀλίγῳ δὲ ὕστερον βασιλεῖ μὲν ῥαΐσαι ξυνέβη, τοῖς δὲ τοῦ Ῥωμαίων στρατοῦ ἄρχουσι διαβόλοις ἐπ’ ἀλλήλοις γενέσθαι.Πέτρος τε γὰρ ὁ στρατηγὸς καὶ Ἰωάννης, ὅνπερ ἐπίκλησιν Φαγᾶν ἐκάλουν, Βελισαρίου τε καὶ Βούζου ἐκεῖνα λεγόντων ἰσχυρίζοντο ἀκηκοέναι ἅπερ μοι ἀρτίως δεδήλωται.ταῦτά γε ἡ βασιλὶς Θεοδώρα ἐπικαλέσασα ἐφ’ ἑαυτῇ τοῖς ἀνθρώποις εἰρῆσθαι μεστὴ ἐγεγόνει.ἅπαντας οὖν εὐθὺς μετακαλέσασα ἐς Βυζάντιον, ζήτησίν τε τοῦ λόγου τούτου ποιησαμένη, τὸν Βούζην μετεπέμψατο εἰς τὴν γυναικωνῖτιν ἐξαπιναίως, ὥς τι αὐτῷ κοινολογησομένη τῶν ἄγαν σπουδαίων.ἦν δέ τι οἴκημα ἐν Παλατίῳ κατάγειον, ἀσφαλές τε καὶ λαβυρινθῶδες καὶ οἷον Ταρτάρῳ εἰκάζεσθαι, ἵνα δὴ τοὺς προσκεκρουκότας ὡς τὰ πολλὰ καθείρξασα ἐτήρει.καὶ ὁ Βούζης οὖν εἰς τὸ βάραθρον τοῦτο ἐμβέβληται, ἐνταῦθά τε ἀνὴρ ἐξ ὑπάτων γενόμενος ἄγνωστος ἀεὶ τοῦ παρόντος καιροῦ ἔμεινεν.οὔτε γὰρ αὐτὸς ἐν σκότῳ καθήμενος διαγινώσκειν οἷός τε ἐγεγόνει πότερον ἡμέρα ἢ νύκτωρεἴη οὔτε ἄλλῳ τῳ ἐντυχεῖν εἶχεν. ἅνθρωπος γὰρ, ὅσπερ οἱ ἐς ἡμέραν ἑκάστην τὰ σιτία ἐρρίπτει, ὥσπερ τι θηρίον θηρίῳ ἄφωνος ἀφώνῳ ὡμίλει.καὶ πᾶσι μὲν τετελευτηκέναι εὐθὺς ἔδοξε, λόγον μέντοι ἢ μνήμην ποιεῖσθαι αὐτοῦ τινα ἐτόλμα οὐδείς. ἐνιαυτοῖν δὲ δυοῖν ὕστερον πρὸς μησὶ τέσσαρσιν οἰκτισαμένη τὸν ἄνδρα ἀφῆκε.καὶ ὃς ὥσπερ ἀναβεβιωκὼς ἅπασιν ὤφθη. ξυνέβη τε τῷ ἀνθρώπῳ ἐνθένδε ἀεὶ ἀμβλυώττειν τε καὶ τὸ ἄλλο σῶμα νοσώδει εἶναι.Τὰ μὲν οὖν ἀμφὶ τῷ Βούζῃ τῇδε ἐχώρησε. Βελισάριον δὲ βασιλεὺς, καίπερ οὐδενὸς τῶν κατηγορουμένων ἁλόντα, ἐγκειμένης τῆς βασιλίδος παραλύσας ἧς εἶχεν ἀρχῆς Μαρτῖνον ἀντ’ αὐτοῦ τῆς ἑῴας στρατηγὸν κατεστήσατο, τούς τε Βελισαρίου δορυφόρους τε καὶ ὑπασπιστὰς, καὶ τῶν οἰκετῶν εἴ τι ἐν πολέμῳ δόκιμον ἦν, τῶν τε ἀρχόντων καὶ τῶν ἐν Παλατίῳ εὐνούχων τισὶν ἐπέστειλε διαδάσασθαι.οἱ δὲ κλήρους ἐπ’ ἐκείνοις ἐμβεβλημένοι αὐτοῖς ὅπλοις ἅπαντας ἐν σφίσιν αὐτοῖς διενείμαντο, ὥς πη κατατυχεῖν ἑκάστῳ συνέβη.καὶ τῶν φίλων δὲ καὶ ἄλλως αὐτῷ τὰ πρότερα ὑπουργηκότων πολλοῖς ἀπεῖπε παρὰ Βελισάριον μηκέτι ἰέναι.καὶ περιήρχετο πικρὸν θέαμα καὶ ἄπιστος ὄψις, Βελισάριος ἰδιώτης ἐν Βυζαντίῳ, σχεδόν τι μόνος, σύννους ἀεὶ καὶ σκυθρωπὸς καὶ τὸν ἐξ ἐπιβουλῆς ὀρρωδῶν θάνατον.μαθοῦσα δὲ ἡ βασιλὶς πολλά οἱ ἐπὶ τῆς ἕω χρήματα εἶναι, πέμψασα τῶν ἐν Παλατίῳ εὐνούχων τινὰ κεκόμισται πάντα.ἐτύγχανε δὲ ἡ Ἀντωνίνα, ὥς μοι εἴρηται, τῷ μὲν ἀνδρὶ διάφορος γεγενημένη, τῇ δὲ βασιλίδι φιλτάτη καὶ ἀναγκαιοτάτη οὖσα ἐν τοῖς μάλιστα ἅτε Ἰωάννην ἔναγχος κατεργασαμένη τὸν Καππαδόκην.διὸ δὴ χαρίσασθαι ἡ βασιλὶς τῇ Ἀντωνίνῃ βουλευσαμένη, ἅπαντα ἔπραττεν ὅπως ἐξαιτήσασθαί τε τὸν ἄνδρα ἡ γυνὴ καὶ ἀπὸ ξυμφορῶν τηλικῶνδε ῥύσασθαι δόξειε, ταύτῃ τε οὐ μόνον τῷ ταλαιπώρῳ ἐς τὸ παντελὲς καταλλαγῆναι συμβήσεται, ἀλλὰ καὶ διαρρήδην αὐτὸν ἅτε πρὸς αὐτῆς διασεσωσμένον αἰχμάλωτον ἀναρπάσασθαι.ἐγένετο δὲ ὧδε. ἦλθε μέν ποτε Βελισάριος πρωῒ ἐς Παλάτιον, ᾗπερ εἰώθει, ξὺν ἀνθρώποις οἰκτροῖς τε καὶ ὀλίγοις τισίν.οὐκ εὐμενῶν δὲ πειρασάμενος βασιλέως τε καὶ τῆς βασιλίδος, ἀλλὰ καὶ περιυβρισμένος ἐνταῦθα ὑπ’ ἀνδρῶν μοχθηρῶν τε καὶ ἀγελαίων, οἴκαδε ἀμφὶ δείλην ὀψίαν ἀπιὼν ᾤχετο, συχνά τε περιστρεφόμενος ἐν τῇ ἀναχωρήσει ταύτῃ καὶ πανταχόσε περισκοπούμενος, ὁπόθεν ποτὲ προσιόντας αὐτῷ τοὺς ἀπολλύντας ἴδοι.ξὺν ταύτῃ τε τῇ ὀρρωδίᾳ εἰς τὸ δωμάτιον ἀναβὰς ἐπὶ τῆς στιβάδος καθῆστο μόνος, γενναῖον μὲν οὐδὲν ἐννοῶν, οὐδὲ ὅτι ἀνὴρ ἐγεγόνει ἐν μνήμῃ ἔχων, ἱδρῶν δὲ ἀεὶ καὶ ἰλιγγιῶν καὶ ξὺν τρόμῳ πολλῷ ἀπορούμενος, φόβοις τε ἀνδραποδώδεσι καὶ μερίμναις ἀποκναιόμενος φιλοψύχοις τε καὶ ὅλως ἀνάνδροις.Ἀντωνίνα δὲ ἅτε οὔτε τὰ πρασσόμενα ὅλως ἐπισταμένη οὔτε τι τῶν ἐσομένων καραδοκοῦσα περιπάτους ἐνταῦθα ἐποιεῖτο συχνοὺς ὀξυρεγμίαν σκήπτομένη·ἔτι γὰρ εἰς ἀλλήλους ὑπόπτως εἶχον. μεταξὺ δέ τις ἐκ Παλατίου, Κουαδρᾶτος ὄνομα, ἧκεν ἤδη δεδυκότος ἡλίου, τήν τε αὔλειον ὑπερβὰς ἐξαπιναίως παρὰ τὴν ἀνδρωνίτιδα ἔστη θύραν, φάσκων πρὸς τῆς βασιλίδος ἐνταῦθα ἐστάλθαι.ὅπερ ἐπεὶ Βελισάριος ἤκουσε, χεῖρας καὶ πόδας ἐπὶ τῆς στιβάδος ἑλκύσας ὕπτιος ἔκειτο, πρὸς τὴν ἀναίρεσιν ἑτοιμότατος· οὕτως ἅπαν αὐτὸν τὸ ἀρρενωπὸν ἀπελελοίπει.οὔπω τοίνυν ὁ Κουαδρᾶτος παρ’ αὐτὸν εἰσελθὼν γράμματά οἱ τῆς βασιλίδος ἐπέδειξεν.ἐδήλου δὲ ἡ γραφὴ τάδε “Ἃ μὲν εἰργάσω ἡμᾶς, ὦ βέλτιστε, οἷσθα. ἐγὼ δὲ τὰ πολλὰ ὀφείλουσα τῇ σῇ γυναικὶ, ταῦτα δὴ τὰ ἐγκλήματά σοι ἀφεῖναι ξύμπαντα ἔγνωκα, ἐκείνῃ τὴν σὴν δωρουμένη ψυχήν.