βασιλεὺς δὲ αὐτοῦ καταφιλήσας τῆς κεφαλῆς ἐξίει, οἱ δὲ λοιποὶ ἅπαντες γόνυ κλίναντες βασιλεῖ τὸ δεξιὸν ἀπηλλάσσοντο.βασιλίδα μέντοι προσκυνεῖν οὐδαμῆ εἴθιστο. παρὰ δὲ Ἰουστινιανόν τε καὶ Θεοδώραν τὰς εἰσόδους ποιούμενοι οἵ τε ἄλλοι ἅπαντες καὶ ὅσοι τὸ πατρικίων ἀξίωμα εἶχον ἔπιπτον μὲν εἰς τὸ ἔδαφος εὐθὺς ἐπὶ στόμα, χειρῶν δὲ καὶ ποδῶν ἐς ἄγαν σφίσι τετανυσμένων τῷ χείλει ποδὸς ἑκατέρου ἁψάμενοι ἐξανίσταντο.οὐδὲ γὰρ ἡ Θεοδώρα τὴν ἀξίωσιν ἀνεδύετο ταύτην, ἥ γε καὶ τοὺς πρέσβεις προσίεσθαι Περσῶν τε καὶ τῶν ἄλλων βαρβάρων, χρήμασί τε αὐτοὺς δωρεῖσθαι, ὥσπερ ὑπ’ αὐτῇ κειμένης τῆς Ῥωμαίων ἀρχῆς, οὐδαμῆ ἀπηξίου, πρᾶγμα πώποτε οὐ γεγονὸς ἐκ τοῦ παντὸς χρόνου.καὶ πάλαι μὲν οἱ τῷ βασιλεῖ ξυγγενόμενοι αὐτόν τε βασιλέα καὶ τὴν γυναῖκα βασιλίδα ἐκάλουν, ἀρχόντων τε τῶν λοιπῶν ἕκαστον ὅπη αὐτῷ ἀξιώματος πέρι τὰ παρόντα ἔχοι.ἢν δέ τις τούτοιν ὁποτέρῳ ἐς λόγους ξυμμίξας βασιλέως ἢ βασιλίδος ἐπιμνησθείη, ἀλλ’ οὐ δεσπότην τε ἀποκαλοίη καὶ δέσποιναν, ἢ καὶ μὴ δούλους τῶν τινας ἀρχόντων ὀνομάζειν πειρῷτο, τοσοῦτος δὴ ἀμαθής τε καὶ τὴν γλῶτταν ἀκόλαστος ἐδόκει εἶναι, καὶ ἅτε ἡμαρτηκὼς τὰ πικρότατα καὶ ὑβρίσας ἐς οὓς ἥκιστα ἐχρῆν ἐνθένδε ἀπῄει.Καὶ τὰ πρότερα μὲν ὀλίγοι τε καὶ μόλις ἐν βασιλείοις ἐγίνοντο, ἐξ ὅτου δὲ οὗτοι τὴν βασιλείαν παρέλαβον, ἄρχοντες ὁμοῦ καὶ οἱ λοιποὶ ξύμπαντες ἐν Παλατίῳ ἐνδελεχέστατα διατριβὴν εἶχον.αἴτιον δὲ ὅτι πάλαι μὲν ταῖς ἀρχαῖς τά τε δίκαια καὶ νόμιμα πράσσειν γνώμῃ αὐτονόμῳ ἐξῆν.οἵ τε οὖν ἄρχοντες διοικούμενοι τὰ εἰωθότα ἐν τοῖς καταγωγίοις τοῖς αὑτῶν ἔμενον, οἵ τε ἀρχόμενοι βίαιον οὐδὲν οὔτε ὁρῶντες οὔτε ἀκούοντες βασιλέα, ὡς τὸ εἰκὸς, ὀλίγα ἠνώχλουν.οὗτοι δὲ ἅπαντα ἐπὶ πονηρῷ τῶν κατηκόων ἐφ’ ἑαυτοὺς ἐς ἀεὶ ἕλκοντες ἅπαντας σφίσι δουλοπρεπέστατα προσεδρεύειν ἠνάγκαζον· ἦν δὲ ἰδεῖν εἰς ἡμέραν σχεδόν τι ἑκάστην τὰ μὲν δικαστήρια πάντα ἐκ τοῦ ἐπὶ πλεῖστον ἀνδρῶν ἔρημα, ἐν δὲ τῇ βασιλέως αὐλῇ ὄχλον τε καὶ ὕβριν καὶ ὠθισμὸν μέγαν καὶ δουλοπρέπειαν ἐς ἀεὶ ξύμπασαν.οἵ τε αὐτοῖν ἐπιτήδειοι δοκοῦντες εἶναι τήν τε ἡμέραν διηνεκῶς πᾶσαν καὶ τῆς νυκτὸς ἐς ἀεὶ πολλήν τινα μοῖραν ἐνταῦθα ἑστῶτες ἄυπνοί τε καὶ ἀπόσιτοι παρὰ καιροὺς τοὺς εἰωθότας γινόμενοι διεφθείροντο, ἐς τοῦτό τε αὐτοῖς τὴν δοκοῦσαν εὐδαιμονίαν ἀποκεκρίσθαι ξυνέπεσε.τούτων μέντοι ἀφειμένοι πάντων διεμάχοντο πρὸς ἀλλήλους οἱ ἄνθρωποι, ὅπη ποτὲ Ῥωμαίων τὰ χρήματα εἴη.οἱ μὲν γὰρ ἰσχυρίζοντο ἐν βαρβάροις ἅπαντα εἶναι, οἱ δὲ βασιλέα ἔφασκον ἐν οἰκίσκοις πολλοῖς καθείρξαντα ἔχειν.ὁπηνίκα οὖν ἢ ἄνθρωπος ὢν ὁ Ἰουστινιανὸς ἀπέλθῃ τοῦ βίου, ἢ ἅτε τῶν δαιμόνων ἄρχων ἀπολύσῃ τὸν βίον, ὅσοι τηνικάδε περιόντες τύχωσι, τἀληθὲς εἴσονται.