ἀλλὰ κἀνθένδε ἀφέλκειν αὐτὸν ἡ γυνὴ ἴσχυσε. χωρίον γὰρ ἀβέβηλον πώποτε ἀνέφαπτον αὐτῇ οὐδὲν γέγονεν, ἀλλ’ αὐτῇ βιάζεσθαι τὰ ἱερὰ ξύμπαντα οὐδὲν πρᾶγμα ἐδόκει εἶναι.καὶ ξὺν τῷ δήμῳ οἱ τῶν Χριστιανῶν ἱερεῖς καταπεπληγμένοι τῷ δέει ἐξίσταντο καὶ ἐνεχώρουν αὐτῇ ἅπαντα.τριῶν μὲν οὖν αὐτῷ ἐνιαυτῶν χρόνος ἐν ταύτῃ τῇ διαίτῃ ἐτρίβη, ὕστερον δὲ ὁ προφήτης αὐτῷ Ζαχαρίας ἐπιστὰς ὄναρ ὅρκοις, φασὶν, ἐκέλευσε φεύγειν, συλλήψεσθαί οἱ ἐν τῷ ἔργῳ τῷδε ὁμολογήσας.ταύτῃ τε τῇ ὄψει ἀναπεισθεὶς ἀνέστη τε ἐνθένδε καὶ διαλαθὼν εἰς τὰ Ἱεροσόλυμα ἦλθε, μυρίων μὲν αὐτὸν διερευνωμένων ἀνθρώπων, οὐδενὸς δὲ τὸν νεανίαν, καίπερ ἐντυχόντα ὁρῶντος.οὗ δὴ ἀποθριξάμενός τε καὶ τῶν μοναχῶν καλουμένων τὸ σχῆμα περιβαλλόμενος τὴν ἐκ Θεοδώρας κόλασιν διαφυγεῖν ἔσχε.Βελισάριος δὲ τὰ ὀμωμοσμένα ἠλογηκὼς, τιμωρεῖν τε οὐδαμῆ τούτῳ ἑλόμενος πάσχοντι, ὥσπερ ἐρρήθη, ἀνόσια ἔργα, ἐς πάντα οἱ λοιπὸν τὰ ἐπιτηδεύματα πολέμια τὰ πρὸς τοῦ θεοῦ ὡς τὸ εἰκὸς εὗρεν· εὐθὺς γὰρ ἐπί τε Μήδους καὶ Χοσρόην σταλεὶς τὸ τρίτον ἐσβαλόντας ἐς Ῥωμαίων τὴν γῆν κακότητα ὦφλε.καίτοι ἐδόκει τι λόγου ἄξιον διαπεπρᾶχθαι, τὸν πόλεμον ἐνθένδε ἀποσεισάμενος. ἀλλ’ ἐπεὶ Χοσρόης Εὐφράτην διαβὰς ποταμὸν Καλλίνικον πόλιν πολυάνθρωπον οὐδενὸς ἀμυνομένου εἷλε καὶ μυριάδας ἠνδραπόδισε Ῥωμαίων πολλάς, Βελισάριος δὲ οὐδὲ ὅσον ἐπισπέσθαι τοῖς πολεμίοις ἐν σπουδῇ ἔσχε, δόξαν ἀπήνεγκεν ὡς δυοῖν θάτερον, ἢ ἐθελοκακήσας ἢ ἀποδειλιάσας, αὐτοῦ ἔμεινεν.