Διοκλητιανὸς Ῥωμαίων γεγονὼς αὐτοκράτωρ σίτου μέγα τι χρῆμα δίδοσθαι παρὰ τοῦ δημοσίου τῶν Ἀλεξανδρέων τοῖς δεομένοις ἀνὰ πᾶν ἔτος διώρισε.ταῦτα ὁ δῆμος τηνικάδε διαδασάμενοι ἐν σφίσιν αὐτοῖς ἐς ἀπογόνους τοὺς ἄχρι δεῦρο παρέπεμψαν.ἀλλ’ Ἥφαιστος ἐνθένδε μυριάδας ἐς διακοσίας ἐπετείους μεδίμνων τοὺς τῶν ἀναγκαίων ὑποσπανίζοντας ἀφελόμενος τῷ δημοσίῳ ἐντέθεικε, βασιλεῖ γράψας ὡς οὐ δικαίως οὐδὲ ᾗ ξυμφέρει τοῖς πράγμασι μέχρι νῦν ταῦτα οἱ ἄνδρες οὗτοι κομίζοιντο.καὶ ἀπʼ αὐτοῦ βασιλεὺς μὲν ἐμπεδώσας τὴν πρᾶξιν διὰ σπουδῆς αὐτὸν μείζονος ἔσχεν, Ἀλεξανδρέων δὲ ὅσοι ταύτην εἶχον τοῦ βίου ἐλπίδα, ταύτης δὴ ἐν τοῖς ἀναγκαιοτάτοις τῆς ἀπανθρωπίας ἀπώναντο.