ἐξ οὗ δὲ Ζήνων τὴν βασιλείαν παρέλαβε, πᾶσιν ἐξουσία ἐγένετο καὶ ἀνάνδροις καὶ ἀπολέμοις οὖσι παντάπασι τούτου δὴ τοῦ ὀνόματος ἐπιβατεύειν.προϊόντος δὲ τοῦ χρόνου καὶ ἀνδράποδα κατατιθέντες τίμημα τὴν στρατείαν ὠνοῦντο ταύτην. ἡνίκα τοίνυν Ἰουστῖνος τὴν βασιλείαν παρέλαβεν, οὗτος Ἰουστινιανὸς πολλοὺς ἐς τὴν τιμὴν κατεστήσατο ταύτην, χρήματα μεγάλα περιβαλόμενος.ἐπεὶ δὲ τούτοις τοῖς καταλόγοις οὐδένα ἐνδεῖν τὸ λοιπὸν ᾔσθετο, ἑτέρους αὐτοῖς ἐς δισχιλίους ἐντέθεικεν, οὕσπερ ὑπεραρίθμους ἐκάλουν.ἐπειδὴ δὲ αὐτὸς τὴν βασιλείαν ἔσχε, τούτους δὴ τοὺς ὑπεραρίθμους ἀπεσείσατο αὐτίκα μάλα, τῶν χρημάτων οὐδ’ ὁτιοῦν ἀποδοὺς σφίσιν.Ἐς μέντοι τοὺς ἐντὸς τοῦ τῶν σχολαρίων ἀριθμοῦ ὄντας ἐπενόει τάδε. ἡνίκα στράτευμα ἐπὶ Λιβύην ἢ Ἰταλίαν ἢ ἐπὶ Πέρσας ὡς σταλήσεται ἐπίδοξον εἴη, καὶ αὐτοῖς ὡς ξυστρατεύσουσιν ἐπήγγελλε συσκευάζεσθαι, καίπερ ἐξεπιστάμενος ἐπιτηδείως αὐτοὺς ἐς τὸ στρατεύεσθαι ὡς ἥκιστα ἔχειν, οἱ δὲ τοῦτο ἵνα μὴ γένηται δείσαντες χρόνου οἱ ῥητοῦ τὰς ξυντάξεις ἀφίεσαν. ταῦτα μὲν τοῖς σχολαρίοις πολλάκις ξυνηνέχθη παθεῖν.καὶ Πέτρος δὲ τὸν ἅπαντα χρόνον ἡνίκα τὴν τοῦ μαγίστρου καλουμένου εἶχεν ἀρχὴν, ἀεὶ καθ’ ἡμέραν αὐτοὺς κλοπαῖς ἀμυθήτοις ἀπέκναιε.πρᾷος μὲν γὰρ ἦν καὶ ὡς ἥκιστα ὑβρίζειν εἰδὼς, κλεπτίστατος δὲ ἀνθρώπων ἁπάντων καὶ ῥύπου αἰσχροῦ ἀτεχνῶς ἔμπλεως. τούτου τοῦ Πέτρου κἀν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην ἅτε τὸν Ἀμαλασούνθης φόνον τῆς Θευδερίχου παιδὸς εἰργασμένου.Εἰσὶ δὲ καὶ ἕτεροι τῶν ἐν Παλατίῳ πολὺ ἀξιώτεροι, ἐπεὶ καὶ πλείω τὸ δημόσιον αὐτοῖς χορηγεῖν εἴωθεν ἅτε καὶ μείζω κατατιθεῖσι τοῦ τῆς στρατείας ὀνόματος τὰ τιμήματα, οἳ δὴ δομέστικοί τε καὶ προτίκτωρες ἐπικαλοῦνται καὶ ἀνέκαθεν ἀμελέτητοί εἰσι πολεμίων ἔργων.τάξεως γὰρ καὶ προσώπου ἕνεκα μόνον ἐν Παλατίῳ εἰώθασι καταλέγεσθαι. καὶ αὐτῶν οἱ μὲν ἐν Βυζαντίῳ, οἱ δὲ ἐπί τε Γαλατίας ἐκ παλαιοῦ καὶ χωρίων ἑτέρων ἵδρυνται.ἀλλὰ καὶ τούτους Ἰουστινιανὸς τρόπῳ ἀεὶ δεδισσόμενος τῷ εἰρημένῳ μεθίεσθαι ἠνάγκαζε τῶν προσηκουσῶν σφίσι συντάξεων.ἐν κεφαλαίῳ δὲ τοῦτο εἰρήσεται. νόμος ἦν ἀνὰ πενταετηρίδα ἑκάστην τὸν βασιλέα τῶν στρατιωτῶν ἕκαστον δωρεῖσθαι χρυσίῳ τακτῷ.πέμποντες δὲ ἀνὰ πεντάετες πανταχόσε τῆς Ῥωμαίων ἀρχῆς παρείχοντο στατῆρας χρυσοῦς στρατιώτῃ ἑκάστῳ πέντε.καὶ τοῦτο οὐχ οἷόν τε ἦν μὴ πράσσεσθαι ἀεὶ μηχανῇ πάσῃ. ἐξ ὅτου δὲ ἀνὴρ ὅδε διῳκήσατο τὴν πολιτείαν, τοιοῦτο οὐδὲν οὔτε διεπράξατο οὔτε ἐμέλλησε, καίπερ χρόνου δύο καὶ τριάκοντα ἐνιαυτῶν τριβέντος ἤδη, ὥστε καὶ λήθην τοῦ ἔργου τούτου τοῖς ἀνθρώποις γενέσθαι τινά.Τρόπον δὲ καὶ ἄλλον τῆς ἐς τοὺς κατηκόους λεηλασίας ἐρῶν ἔρχομαι. οἱ βασιλεῖ τε καὶ ταῖς ἀρχαῖς ἐν Βυζαντίῳ ἢ ὁπλιζόμενοι ἢ γράμματα διαχειρίζοντες ἢ ἄλλο ὁτιοῦν ὑπηρετοῦντες τάσσονται μὲν ἐν τοῖς καταλόγοις ἀρχὴν ἔσχατοι, προϊόντος δὲ τοῦ χρόνου ἀναβαίνοντες ἀεὶ ἐς τῶν ἀπογινομένων ἢ ὑπεξιόντων τὴν χώραν τάξεως ἕκαστοι τῆς κατ’ αὐτοὺς ἐς τόδε χωροῦσιν, ἕως ἄν τις βαθμοῦ ἐπιβεβηκὼς τοῦ πρώτου ἤδη ἐς τὸ τῆς τιμῆς ἀφίκηται πέρας.καὶ τοῖς ἐς τοῦτο ἀξιώματος ἥκουσι χρήματα ἐκ παλαιοῦ διατέτακται τοσαῦτα τὸ πλῆθος ὥστε πλέον ἀνὰ πᾶν ἔτος ἢ ἐς ἑκατὸν χρυσοῦ ἀγείρεσθαι κεντηνάρια τούτοις, καὶ αὐτούς τε γηροκομεῖσθαι καὶ τῶν ἄλλων πολλοὺς μετέχειν αὐτοῖς ὠφελείας ἐκ τοῦ ἐπὶ πλεῖστον τῆς ἔνθεν ξυνέβαινε, τῆς τε πολιτείας τὰ πράγματα ἐπὶ μέγα εὐπορίας ἀεὶ ταύτῃ ἐχώρει.ἀλλὰ βασιλεὺς ὅδε τούτων αὐτοὺς ἀποστερήσας σχεδόν τι ἁπάντων, αὐτοῖς τε καὶ τοῖς ἄλλοις ἀνθρώποις κακὰ ἤνεγκεν. ἁψαμένη γὰρ αὐτῶν ἡ πενία πρῶτον, εἶτα καὶ διὰ τῶν ἄλλων ἐχώρει, οἷς τι καὶ πρότερον ὠφελείας μετῆν.καὶ ἤν τις τὴν ξυμπεπτωκυῖαν αὐτοῖς ἐνθένδε ζημίαν ἐς ἔτη δύο καὶ τριάκοντα διαριθμοῖτο, εὑρήσει τὸ μέτρον ὧνπερ αὐτοὺς ἀποστερεῖσθαι ξυνέπεσε.