Οὐ μὴν οὐδὲ τὰ ἐς τοὺς στρατιώτας αὐτῷ εἰργασμένα σιωπῇ δοτέον, οἷς δὴ τοὺς πονηροτάτους ἐπέστησεν ἀνθρώπων ἁπάντων χρήματα σφᾶς ὅτι πλεῖστα ξυλλέγειν ἐνθένδε κελεύσας, εὖ εἰδότας ὡς μοῖρα τῶν πορισθησομένων ἡ δωδεκάτη αὐτοῖς κείσεται.ὄνομα δὲ λογοθέτας αὐτοῖς ἔθετο. οἱ δὲ ἀνὰ πᾶν ἔτος ἐπενόουν τάδε. τὰς στρατιωτικὰς συντάξεις οὐχ ὁμοίως νόμος χορηγεῖσθαι ἐφεξῆς ἅπασιν, ἀλλὰ νέοις μὲν ἔτι αὐτοῖς. οὖσι καὶ στρατευσαμένοις ἀρτίως ἐλάσσων ὁ πόρος, πεπονηκόσι δὲ καὶ μέσοις που ἤδη καταλόγου γεγενημένοις ἐπὶ μεῖζον χωρεῖ.γεγηρακόσι μέντοι καὶ μέλλουσι τῆς στρατείας ἀφίεσθαι πολλῷ ἔτι κομπωδεστέρα ἡ σύνταξις, ὅπως αὐτοί τε τὸ λοιπὸν ἰδίᾳ βιοῦντες ἐς τὸ ἀποζῆν διαρκῶς ἔχοιεν, καὶ ἐπειδὰν αὐτοῖς ξυμμετρήσασθαι τὸν βίον ξυμβαίη, παραψυχήν τινα τῶν οἰκείων ἀπολιπεῖν τοῖς κατὰ τὴνοἰκίαν δυνατοὶ εἶεν. ὁ τοίνυν χρόνος τῶν στρατιωτῶν τοὺς καταδεεστέρους ἐς τῶν τετελευτηκότων ἢ τῆς στρατείας ἀφειμένων τοὺς βαθμοὺς ἀεὶ ἀναβιβάζων πρυτανεύει κατὰ πρεσβεῖα τὰς ἐκ τοῦ δημοσίου συντάξεις ἑκάστῳ.ἀλλ’ οἱ λογοθέται καλούμενοι οὐκ εἴων ἐκ τῶν καταλόγων ἀφαιρεῖσθαι τὰ τῶν τετελευτηκότων ὀνόματα, καίπερ ὁμοῦ διαφθειρομένων, ἄλλως τε καὶ κατὰ τοὺς πολέμους συχνοὺς γινομένους, τῶν πλείστων. οὐ μὴν οὐδὲ τοὺς καταλόγους ἔτι ἐπλήρουν, καὶ ταῦτα χρόνου συχνοῦ.καὶ ἀπ’ αὐτοῦ περιειστήκει τῇ μὲν πολιτείᾳ τὸν τῶν στρατευομένων ἀριθμὸν ἐνδεέστερον ἀεὶ εἶναι, τῶν δὲ στρατιωτῶν τοῖς περιοῦσι πρὸς τῶν πάλαι τετελευτηκότων διωθουμένοις ἐπὶ μοίρας παρὰ τὴν ἀξίαν τῆς καταδεεστέρας ἀπολελεῖφθαι, τάς τε ξυντάξεις ἐλαττόνως ἢ κατὰ τὴν προσήκουσαν κομίξεσθαι τάξιν, τοῖς δὲ λογοθέταις διαλαγχάνειν Ἰουστινιανῷ τῶν στρατιωτικῶν χρημάτων πάντα τοῦτον τὸν χρόνον.Ἔτι μέντοι καὶ ἄλλαις ζημιῶν ἰδέαις πολλαῖς τοὺς στρατιώτας ἀπέκναιον, ὥσπερ ἀμειβόμενοι τῶν ἐν τοῖς πολέμοις κινδύνων, ἐπικαλοῦντες τοῖς μὲν ὡς Γραικοὶ εἶεν, ὥσπερ οὐκ ἐξὸν τῶν ἀπὸ τῆς Ἑλλάδος τὸ παράπαν τινὶ γενναίῳ γενέσθαι, τοῖς δὲ ὡς οὐκ ἐπιτεταγμένον πρὸς βασιλέως σφίσι στρατεύοιντο, καίπερ ἀμφὶ τούτῳ γράμματα βασιλέως ἐνδεικνυμένοις, ἅπερ οἱ λογοθέται διαβάλλειν οὐδεμιᾷ ὀκνήσει ἐτόλμων· ἄλλοις δὲ, ὅτι δὴ τῶν ἑταίρων ἡμέρας σφίσιν ἀπολελεῖφθαί τινας ξυμβαίη.ὕστερον καὶ τῶν ἐν Παλατίῳ φυλάκων τινὲς ἀνὰ πᾶσαν στελλόμενοι τὴν Ῥωμαίων ἀρχὴν διηρευνῶντο δῆθεν τῷ λόγῳ ἐν τοῖς καταλόγοις τοὺς ἐς τὸ στρατεύεσθαι ἐπιτηδείους ὄντας ὡς ἥκιστα, καὶ αὐτῶν τινὰς μὲν ἅτε ἀχρείους ὄντας ἢ γεγηρακότας ἀφαιρεῖσθαι τὰς ζώνας ἐτόλμων, οἵπερ τὸ λοιπὸν ἐκ τῶν εὐσεβούντων ἐν τῷ δημοσίῳ τῆς ἀγορᾶς προσαιτοῦντες τροφὴν δακρύων τε καὶ ὀλοφύρσεως ἀεὶ προφάσεις τοῖς ἐντυγχάνουσιν ἐγίνοντο πᾶσι, τοὺς δὲ λοιποὺς, ὅπως δὴ μὴ ταὐτὰ καὶ αὐτοὶ πείσωνται, χρήματα μεγάλα ἐπράττοντο, ὥστε πάντων τοὺς στρατιώτας ἅτε τρόποις ἐκνενευρισμένους πολλοῖς πτωχοτέρους τε γεγονέναι καὶ οὐδαμῆ ἐς τὸ πολεμεῖν προθυμεῖσθαι ξυνέβη.ὅθεν Ῥωμαίοις καὶ τὰ ἐν Ἰταλίᾳ πράγματα λελύσθαι ξυνέπεσεν. οὗ δὴ Ἀλέξανδρος ὁ λογοθέτης σταλεὶς τοῖς μὲν στρατιώταις ταῦτα ἐπικαλεῖν οὐδεμιᾷ ὀκνήσει ἐθάρρει, τοὺς δὲ Ἰταλοὺς χρήματα ἔπραττε, τῶν ἐς Θευδέριχον καὶ Γότθους πεπολιτευμένων ἀμύνεσθαι φάσκων.οὐ μόνοι δὲ οἱ στρατιῶται πενίᾳ τε καὶ ἀπορίᾳ πρὸς τῶν λογοθετῶν ἐπιέζοντο, ἀλλὰ καὶ οἱ πᾶσιν ὑπηρετοῦντες τοῖς στρατηγοῖς παμπληθεῖς τε καὶ δόξῃ μεγάλοι τὰ πρότερα ὄντες, λιμῷ καὶ πενίᾳ δεινῇ ἤχθοντο.οὐ γὰρ εἶχον ὅθεν τὰ εἰωθότα σφίσι πορίσονται.Προσθήσω δέ τι τούτοις καὶ ἕτερον, ἐπεί με ὁ τῶν στρατιωτῶν λόγος ἐς τοῦτο ἄγει. οἱ Ῥωμαίων βεβασιλευκότες ἐν τοῖς ἄνω χρόνοις πανταχόσε τῶν τῆς πολιτείας ἐσχατιῶν πάμπολυ κατεστήσαντο στρατιωτῶν πλῆθος ἐπὶ φυλακῇ τῶν ὁρίων τῆς Ῥωμαίων ἀρχῆς, καὶ κατὰ τὴν ἑῴαν μάλιστα μοῖραν ταύτῃ τὰς ἐφόδους Περσῶν τε καὶ Σαρακηνῶν ἀναστέλλοντες,οὕσπερ λιμιταναίους ἐκάλουν. τούτοις Ἰουστινιανὸς ὁ βασιλεὺς κατ’ ἀρχὰς μὲν οὕτω δὴ παρέργως τε καὶ φαύλως ἐχρῆτο, ὥστε τεσσάρων ἢ πέντε αὐτοῖς ἐνιαυτῶν τῶν συντάξεων τοὺς χορηγοὺς ὑπερημέρους εἶναι, καὶ ἐπειδὰν Ῥωμαίοις τε καὶ Πέρσαις εἰρήνη γένοιτο, ἠναγκάζοντο οἱ ταλαίπωροι οὗτοι ἅτε καὶ αὐτοὶ τῶν ἐκ τῆς εἰρήνης ἀγαθῶν ἀπολαύσοντες χρόνου ῥητοῦ τὰς ὀφειλομένας σφίσι ξυντάξεις τῷ δημοσίῳ χαρίζεσθαι· ὕστερον δὲ καὶ αὐτὸ τὸ τῆς στρατείας ὄνομα αὐτοὺς ἀφείλετο οὐδενὶ λόγῳ.τὸ λοιπὸν τὰ μὲν ὅρια τῆς Ῥωμαίων ἀρχῆς φυλακτηρίων ἐκτὸς ἔμεινεν, οἱ δὲ στρατιῶται ἐξαπιναίως ἔβλεπον εἰς τῶν εὐσεβεῖν εἰωθότων τὰς χεῖρας.Ἕτεροι στρατιῶται οὐχ ἥσσους ἢ πεντακόσιοι καὶ τρισχίλιοι τὰ ἐξ ἀρχῆς ἐπὶ φυλακῇ τοῦ Παλατίου κατέστησαν, οὕσπερ σχολαρίους καλοῦσι.καὶ αὐτοῖς συντάξεις ἀνέκαθεν πλείους ἢ τοῖς ἄλλοις ἅπασι τὸ δημόσιον ἀεὶ χορηγεῖν εἴωθε. τούτους οἱ πρότεροι μὲν ἀριστίνδην ἀπολέξαντες ἐξ Ἀρμενίων ἐς ταύτην δὴ τὴν τιμὴν ἦγον.