φόρον γὰρ τὸν ἐπέτειον οὔποτε ἀνίει πραττόμενος οὐχ ᾗπερ ἑκάστῳ ἐπέβαλλε μόνον, ἀλλὰ καὶ γειτόνων τῶν ἀπολωλότων τὴν μοῖραν.προσῆν δὲ αὐτοῖς καὶ τἄλλα πάντα ὧνπερ ἐμνήσθην ἀρτίως ἅτε τοῖς τῶν χωρίων δεδυστυχηκόσι τὴν κτῆσιν ἀεὶ ἐγκειμένων, ἔτι μέντοι καὶ τοῖς μὲν στρατιώταις ἀνὰ τὰ κάλλιστά τε καὶ τιμιώτατα δωματίων τῶν σφετέρων ᾠκημένοις ὑπηρετεῖν, αὐτοῖς δὲ πάντα τοῦτον τὸν χρόνον ἐν τοῖς φαυλοτάτοις τε καὶ ἀπημελημένοις τῶν οἰκιδίων δίαιταν ἔχειν.Ἅπερ ἅπαντα ὑπὸ τὴν Ἰουστινιανοῦ τε καὶ Θεοδώρας βασιλείαν τοῖς ἀνθρώποις ἀεὶ γίνεσθαι ξυνέβη, ἐπεὶ οὔτε πόλεμον οὔτε τι ἄλλο τῶν μεγίστων κακῶν ἐν τούτῳ δὴ τῷ χρόνῳ λελωφηκέναι τετύχηκεν.ἐπεὶ δὲ δωματίων ἐμνήσθημεν, οὐδὲ τοῦτο παριτέον ἡμῖν, ὅτι δὴ οἱ κεκτημένοι τὰς ἐν Βυζαντίῳ οἰκίας βαρβάροις ἐνταῦθα καταλύειν παρεχόμενοι ἑπτακισμυρίοις μάλιστα οὖσιν, οὐχ ὅπως τῶν σφετέρων ὀνίνασθαι οὐδαμῆ εἶχον, ἀλλὰ καὶ προσετρίβοντο δυσκόλοις ἑτέροις.