βασιλεὺς μὲν οὖν ἤδη τε αὐτῷ χαλεπῶς ἔχειν ἔδοξε καὶ παραλύειν αὐτὸν τῆς ἀρχῆς ἤθελε διά τε ταῦτα ἅπερ ἐρρήθη καὶ ὅτι χρήματα δαιμονίως μεγάλα ἠκηκόει αὐτῷ ἀποκεκρύφθαι,ἅπερ ἐκ τοῦ δημοσίου σεσυληκὼς ἔτυχε. καὶ ἦν δὲ οὕτως. Θεοδώρα δὲ τὸν ἄνδρα οὐκ εἴα. ἐκτόπως γὰρ τὸν Βαρσύμην ἠγάπα, ἐμοὶ μὲν δοκεῖ, τῆς τε πονηρίας ἕνεκα καὶ τοῦ τοῖς κατηκόοις διαφερόντως λυμαίνεσθαι.αὐτή τε γὰρ ὠμοτάτη ἦν καὶ ἀπανθρωπίας ἀτεχνῶς ἔμπλεως καὶ τοὺς ὑπουργοῦντας ἠξίου τὰ ἐς τὸν τρόπον αὐτῇ ἐπιτηδείως ὡς μάλιστα ἔχειν.φασὶ δὲ αὐτὴν καὶ καταμαγευθεῖσαν πρὸς τοῦ Πέτρου ἀκούσιον αὐτῷ εὐνοϊκῶς ἔχειν.περί τε γὰρ τοὺς φαρμακέας καὶ τὰ δαιμόνια περιέργως ἐσπουδάκει ὁ Βαρσύμης οὗτος, καὶ τοὺς καλουμένους Μανιχαίους ἐτεθήπει τε καὶ αὐτῶν προστατεῖν ἐκ τοῦ ἐμφανοῦς οὐδαμῆ ἀπηξίου.καίτοι καὶ ταῦτα ἡ βασιλὶς ἀκούσασα οὐ μεθῆκε τὴν ἐς τὸν ἄνθρωπον εὔνοιαν, ἀλλὰ μᾶλλον ἔτι διὰ ταῦτα περιστέλλειν τε καὶ ἀγαπᾶν ἔγνω.μάγοις τε γὰρ καὶ φαρμακεῦσι καὶ αὐτὴ ὁμιλήσασα ἐκ παιδὸς ἅτε τῶν ἐπιτηδευμάτων αὐτὴν ἐς τοῦτο ἀγόντων διεβίω πιστεύουσά τε τῷ πράγματι τούτῳ καὶ αὐτῷ τὸ θαρσεῖν ἐς ἀεὶ ἔχουσα.λέγεται δὲ καὶ τὸν Ἰουστινιανὸν οὐ τοσοῦτον θωπεύουσα χειροήθη ποιήσασθαι, ὅσον τῇ ἐκ τῶν δαιμονίων ἀνάγκῃ.οὐ γάρ τις ἦν εὔφρων ἢ δίκαιος ὅδε ἀνὴρ ἢ ἐς τὸ ἀγαθὸν βέβαιος, ὥστε κρείσσων ποτὲ τῆς τοιαύτης ἐπιβουλῆς εἶναι, ἀλλὰ φόνων μὲν καὶ χρημάτων ἔρωτος διαφανῶς ἥσσων, τοῖς δὲ αὐτὸν ἐξαπατῶσι καὶ κολακεύουσιν οὐ χαλεπῶς εἴκων.ἔν τε πράξεσι ταῖς μάλιστά οἱ ἐσπουδασμέναις μετεβάλλετό τε οὐδενὶ λόγῳ καὶ κονιορτῷ ἐνδελεχέστατα ἐμφερὴς ἐγεγόνει.ταῦτά τοι οὐδέ τις τῶν αὐτοῦ ξυγγενῶν ἢ ἄλλως γνωρίμων ἐλπίδα τινά ποτε ἀσφαλῆ ἐπ’ αὐτῷ ἔσχεν, ἀλλὰ μεταναστάσεις αὐτῷ ἐς ἀεὶ τῆς ἐς τὰ ἐπιτηδεύματα ἐγίνοντο γνώμης.οὕτω τε καὶ τοῖς φαρμακεῦσιν, ὅπερ ἐρρήθη, εὐέφοδος ὢν καὶ τῇ Θεοδώρᾳ πόνῳ οὐδενὶ ὑποχείριος ἐγεγόνει, καὶ ἀπ’ αὐτοῦ μάλιστα ἡ βασιλὶς ἅτε σπουδαῖον τὰ τοιαῦτα τὸν Πέτρον ὄντα ὑπερηγάπα.ἀρχῆς μὲν οὖν ἧς τὰ πρότερα εἶχε βασιλεὺς αὐτὸν παρέλυσε μόλις, Θεοδώρας δὲ ἐγκειμένης οὐ πολλῷ ὕστερον ἄρχοντα τῶν θησαυρῶν αὐτὸν κατεστήσατο, Ἰωάννην παραλύσας ταύτης δὴ τῆς τιμῆς, ὅσπερ αὐτὴν παρειληφὼς μησί που ὀλίγοις πρότερον ἔτυχεν.ἦν δὲ οὗτος ἀνὴρ γένος μὲν Παλαιστῖνος, πρᾷος δὲ καὶ ἀγαθὸς ἄγαν, καὶ οὔτε πορίζεσθαι χρημάτων ἀδίκων πόρους εἰδὼς, οὔτε τῳ λυμηνάμενος πώποτε τῶν πάντων ἀνθρώπων.ἀμέλει καὶ διαφερόντως ἠγάπων αὐτὸν ὁ λεὼς ἅπας. διά τοι τοῦτο Ἰουστινιανόν τε καὶ τὴν ὁμόζυγα οὐδαμῆ ἤρεσκεν, οἵπερ ἐπειδὴ τῶν σφίσιν ὑπουργούντων καλόν τε καὶ ἀγαθὸν παρὰ δόξαν τινὰ ἴδοιεν, ἰλιγγιῶντες καὶ δυσφορούμενοι ἐς τὰ μάλιστα πάσῃ μηχανῇ αὐτὸν ὅτι τάχιστα διωθεῖσθαι ἐν σπουδῇ ἐποιοῦντο.Οὕτω γοῦν καὶ τοῦτον τὸν Ἰωάννην ὁ Πέτρος ἐκδεξάμενος θησαυρῶν τε τῶν βασιλικῶν προὔστη καὶ ξυμφορῶν αὖθις μεγάλων αἰτιώτατος ἅπασι γέγονεν.ἀποτεμνόμενος γὰρ τῶν χρημάτων τὸ πλεῖστον μέρος, ἅπερ ἐν παραψυχῆς λόγῳ πολλοῖς χορηγεῖσθαι ἀνὰ πᾶν ἔτος πρὸς βασιλέως ἐκ παλαιοῦ διατέτακται, αὐτὸς μὲν τοῖς δημοσίοις οὐ δέον ἐπλούτει καὶ μοῖραν ἐνθένδε βασιλεῖ ἀνέφερεν.οἱ δὲ τὰ χρήματα περιῃρημένοι ἐν πένθει μεγάλῳ περιεκάθηντο, ἐπεὶ καὶ τὸ χρυσοῦν νόμισμα οὐχ ᾗπερ εἰώθει ἐκφέρειν ἠξίου, ἀλλ’ ἔλασσον αὐτὸ καταστησάμενος, πρᾶγμα οὐδεπώποτε γεγονὸς πρότερον.Τὰ μὲν ἀμφὶ τοῖς ἄρχουσι βασιλεῖ ταύτῃ πη εἶχεν. ὅπως δὲ τοὺς τὰ χωρία κεκτημένους πανταχῆ διέφθειρεν ἐρῶν ἔρχομαι.ἀπέχρη μὲν οὖν ἡμῖν τῶν ἐς τὰς πόλεις ἁπάσας στελλομένων ἀρχόντων ἐπιμνησθεῖσιν οὐ πολλῷ πρότερον καὶ τούτων δὴ τῶν ἀνθρώπων σημῆναι τὰ πάθη. πρώτους γὰρ οἱ ἄρχοντες οὗτοι τοὺς τῶν χωρίων κυρίους βιαζόμενοι ἐληΐζοντο, καὶ ὣς δὲ τἄλλα εἰρήσεται πάντα.