οὗτος Ἰουστινιανῷ ποθεινότατός τε ἄγαν καὶ φίλτατος ἐν τοῖς μάλιστα ἐγεγόνει, ἐπεὶ καὶ δι’ αὐτοῦ κλέπτειν τε καὶ δικάζειν ἀεὶ ὁ βασιλεὺς οὗτος οὐδαμῆ ἀπηξίου.διὸ δὴ χρήματα μεγάλα χρόνου ὀλίγου Κωνσταντῖνος ἔσχε καὶ ὑπερφυεῖ τινι κόμπῳ ἐχρῆτο, ἀεροβατῶν τε καὶ πάντας ἀνθρώπους περιφρονῶν, κἂν μέν τινες αὐτῷ πολλὰ βούλοιντο χρήματα προέσθαι, ταῦτα δὴ κατατιθέντες τῶν οἱ πιστοτάτων τισὶ τὰ σφίσιν ἐσπουδασμένα κατορθοῦν ἴσχυον.αὐτῷ μέντοι ἐντυχεῖν ἢ ξυγγενέσθαι τῶν πάντων οὐδενὶ γέγονε δυνατὸν, ὅτι μὴ ἐς βασιλέα δρόμῳ ἰόντι ἢ ἀπαλλασσομένῳ ἐνθένδε οὐ βάδην, ἀλλὰ σπουδῇ τε καὶ τάχει πολλῷ τοῦ μή τινά οἱ ἀκερδῆ ἀσχολίαν τοὺς προσιόντας προστρίβεσθαι.