ὅρων τῶν Ῥωμαίων ἐν σπουδῇ εἶχε. φρούριον γὰρ τὸ Σισαυράνων διὰ μὲν πόλεως Νισίβιδος ἰόντι πλέον ἢ ὁδῷ ἡμέρας εὐζώνῳ ἀνδρὶ τῶν Ῥωμαϊκῶν ὁρίων διέχει, ἑτέρωθι δὲ τούτου δὴ τοῦ μέτρου ξυμβαίνει τὸ μεταξὺ εἶναι.καίτοι εἰ παντὶ τῷ στρατῷ Τίγριν ποταμὸν διαβῆναι κατ’ ἀρχὰς ἤθελεν, οἶμαι ἂν αὐτὸν ξύμπαντα ληΐσασθαι τὰ ἐπὶ Ἀσσυρίας χωρία, καὶ μέχρι ἐς Κτησιφῶντα πόλιν οὐδενὸς τὸ παράπαν ἀντιστατοῦντος σφίσιν ἀφῖχθαι, καὶ τούς τε Ἀντιοχέων αἰχμαλώτους, ὅσοι τε Ῥωμαίων ἄλλοι ἐνταῦθα ὄντες ἐτύγχανον, διασωσάμενον ἐπανήκειν ἐς τὰ πάτρια ἤθη. ἔπειτα δὲ καὶ Χοσρόῃ αἰτιώτατος γέγονεν ἀδεέστερον ἐπ’ οἴκου ἀποκομίζεσθαι ἐκ τῆς Κολχίδος. ὅντινα δὲ τρόπον τετύχηκε τοῦτο αὐτίκα δηλώσω.Ἡνίκα Χοσρόης ὁ Καβάδου εἰς γῆν ἐμβαλὼν τὴν Κολχίδα τά τε ἄλλα διεπράξατο, ἅπερ μοι ἔμπροσθεν δεδιήγηται, καὶ Πέτραν εἷλε, πολλοὺς τοῦ Μήδων στρατοῦ διεφθάρθαι ξυνέβη τῷ τε πολέμῳ καὶ ταῖς δυσχωρίαις. δύσοδός τε γὰρ, ὥσπερ μοι εἴρηται, ἡ Λαζική ἐστι καὶ ὅλως κρημνώδης.καὶ μὴν καὶ λοιμοῦ ἐπιπεσόντος σφίσι τὸ πλεῖστον τοῦ στρατοῦ ἀπολωλέναι ξυνέπεσε, πολλοὺς δὲ αὐτῶν καὶ τῶν ἀναγκαίων τῇ ἀπορίᾳ διεφθάρθαι ξυνέβη.ἐν τούτῳ δὲ καί τινες ἐκ γῆς τῆς Περσίδος ἐνταῦθα ἐπιχωριάζοντες ἤγγελλον ὡς Ναβέδην μὲν Βελισάριος ἀμφὶ πόλιν Νίσιβιν μάχῃ νικήσας πρόσω χωροίη, πολιορκίᾳ δὲ τὸ Σισαυράνων ἑλὼν φρούριον Βλησχάμην τε καὶ Περσῶν ἱππεῖς ὀκτακοσίους δορυαλώτους πεποίηται, στράτευμα δὲ ἄλλο Ῥωμαίων ξύν γε Ἀρέθᾳ τῷ Σαρακηνῶν ἄρχοντι πέμψειεν, ὅπερ διαβὰν ποταμὸν Τίγριν ξύμπαντα λεηλατήσειε τὰ ἐκείνῃ χωρία, πρότερον ἀδῄωτα ὄντα.ἐτύγχανε δὲ καὶ στράτευμα Οὔννων ἐπὶ Ἀρμενίους τοὺς Ῥωμαίων κατηκόους ὁ Χοσρόης στείλας, ὅπως τῇ ἐς αὐτοὺς ἀσχολίᾳ μηδεμία τοῖς ταύτῃ Ῥωμαίοις τῶν ἐν Λαζικῇ πρασσομένων αἴσθησις γένηται.τούτους τε τοὺς βαρβάρους ἀπήγγελλον ἕτεροι Βαλεριανῷ καὶ Ῥωμαίοις ὑπαντιάσασιν ἐς χεῖρας ἐλθόντας παρὰ πολὺ αὐτῶν ἡσσηθέντας τῇ μάχῃ ἐκ τοῦ ἐπὶ πλεῖστον ἀπολωλέναι.ἅπερ οἱ Πέρσαι ἀκούσαντες καὶ κακοπαθείᾳ μὲν τῇ ἐν Λαζοῖς κεκακωμένοι, δεδιότες δὲ μή τινι ἐν τῇ ἀποπορείᾳ ἐντυχόντες πολεμίων στρατῷ ἐν κρημνοῖς καὶ χωρίοις λοχμώδεσιν ἅπαντες οὐδενὶ κόσμῳ διαφθαρεῖεν, περιδεεῖς ἀμφί τε παισὶ καὶ γυναιξὶ καὶ τῇ πατρίδι γεγενημένοι, εἴ τι καθαρὸν ἦν ἐν τῷ Μήδων στρατῷ, Χοσρόῃ ἐλοιδοροῦντο ἐπικαλοῦντες ὡς ἔς τε τοὺς ὅρκους ἠσεβηκὼς καὶ τὰ κοινὰ νόμιμα πάντων ἀνθρώπων ἐσβάλοι μὲν ἐν σπονδαῖς ἐς Ῥωμαίων τὴν γῆν οὐδὲν προσῆκον, ἀδικοίη δὲ πολιτείαν ἀρχαίαν τε καὶ ἀξιωτάτην πασῶν μάλιστα, ἧς τῷ πολέμῳ περιεῖναι οὐκ ἂν δύναιτο· ἔμελλον δὲ νεωτέροις ἐγχειρεῖν πράγμασιν.οἷς δὴ ὁ Χοσρόης ξυνταραχθεὶς εὕρετο τοῦ κακοῦ ἴασιν τήνδε. γράμματα γὰρ αὐτοῖς ἀνελέξατο, ἅπερ ἔναγχος ἡ βασιλὶς τῷ Ζαβεργάνῃ ἐτύγχανε γράψασα.ἐδήλου δὲ ἡ γραφὴ τάδε “Ὅπως σε, ὦ Ζαβεργάνη, διὰ σπουδῆς ἔχω, εὔνουν σε οἰομένη τοῖς ἡμετέροις πράγμασιν εἶναι, οἶσθα ἐπὶ πρεσβείᾳ οὐ πολλῷ πρότερον ἐς ἡμᾶς ἀφιγμένος.οὐκοῦν πράττοις ἂν εἰκότα τῇ δόξῃ, ἣν ἐπὶ σοὶ ἔχω, εἴ γε βασιλέα Χοσρόην εἰρηναῖα πείθοις ἐς πολιτείαν τὴν ἡμετέραν βουλεύεσθαι.οὕτω γάρ σοι ἀγαθὰ μεγάλα πρὸς ἀνδρὸς ἀναδέχομαι τοὐμοῦ ἔσεσθαι, ὅς γε οὐδὲνἂν ὅ τι καὶ ἄνευ γνώμης τῆς ἐμῆς πράξειεν.” ταῦτα ὁ Χοσρόης ἀναλεξάμενος, ὀνειδίσας τε Περσῶν τοῖς λογίμοις εἰ πολιτείαν οἴονται εἶναι, ἣν γυνὴ διοικεῖται,τὴν τῶν ἀνδρῶν ὁρμὴν ἀναστέλλειν ἔσχεν. ἀλλὰ καὶ ὣς ξὺν δέει πολλῷ ἐνθένδε ἀπῄει, τοὺς ἀμφὶ Βελισάριον οἰόμενος σφίσιν ἐμποδὼν στήσεσθαι. οὐδενὸς δέ οἱ τῶν πολεμίων ὑπαντιάσαντος ἄσμενος ἐς γῆν τὴν οἰκείαν ἀπεκομίσθη.