Αὐτίκα γὰρ Βελισάριος μὲν ὡς Χοσρόῃ πολεμήσων ξὺν τῷ Φωτίῳ ἐστέλλετο, Ἀντωνίνα δὲ αὐτοῦ ἔμεινεν, οὐκ εἰωθὸς αὐτῇ πρότερον τοῦτό γε.τοῦ γὰρ μὴ κατὰ μόνας τὸν ἄνθρωπον καθιστάμενον ἐν αὑτῷ τε γενέσθαι καὶ τῶν ἐκείνης μαγγανευμάτων ὀλιγωροῦντα φρονῆσαί τι ἀμφ’ αὐτῇ τῶν δεόντων, πανταχόσε τῆς γῆς ξὺν αὐτῷ στέλλεσθαι ἐπιμελές οἱ ἐγίνετο.ὅπως δὲ καὶ αὖθις Θεοδοσίῳ παρὰ Ἀντωνίναν ἐσιτητὰ εἴη, Φώτιον ἐκποδών οἱ γενέσθαι ἐν σπουδῇ ἐποιεῖτο.πείθει τοίνυν τῶν Βελισαρίῳ ἑπομένων τινὰς ἐρεσχελεῖν τε αὐτὸν ἐς ἀεὶ καὶ προπηλακίζειν, οὐδένα ἀνιέντας καιρόν· αὐτή τε γὰρ γράφουσα ἐς ἡμέραν σχεδόν τι ἑκάστην διέβαλλέ τε διηνεκὲς καὶ ἐπὶ τῷ παιδὶ πάντα ἐκίνει.οἷς δὴ ὁ νεανίας ἀναγκασθεὶς διαβόλως ἔγνω τῇ μητρὶ χρῆσθαι, ἥκοντά τέ τινα ἐκ Βυζαντίου, ὃς δὴ ἀπήγγελλε Θεοδόσιον λάθρα ξὺν Ἀντωνίνῃ διατριβὴν ἔχειν, παρὰ Βελισάριον εὐθὺς εἰσάγει, φράζειν ἐπιστείλας τὸν πάντα λόγον.ἅπερ ἐπεὶ ὁ Βελισάριος ἔγνω, ὀξυθυμωθεὶς ὑπερφυῶς ὡς παρὰ τοὺς Φωτίου πόδας ἐπὶ στόμα πίπτει, καὶ αὐτοῦ ἐδεῖτο τιμωρεῖν οἱ αὐτῷ πάσχοντι ὑφ’ ὧν ἥκιστα χρῆν ἀνόσια ἔργα “Ὦ παῖ” λέγων “γλυκύτατε, πατέρα μὲν τὸν σὸν ὅστις ποτὲ ἦν οὐδαμῆ οἶσθα, ἐπεί σε ὑπὸ τιτθοῦ τρεφόμενον ἔτι καταλιπὼν ξυνεμετρήσατο τὸν ἑαυτοῦ βίον, οὐ μὴν οὐδέ του τῶν αὐτοῦ ὤνησαι. ἦν γὰρ τὰ ἐς τὴν οὐσίαν οὐ λίαν εὐδαίμων.ὑπ’ ἐμοὶ δὲ καίπερ ὄντι πατρωῷ τραφεὶς, τήν τε ἡλικίαν τηλικόσδε εἶ, ὡς σὸν εἶναι ἀμύνειν ἀδικουμένῳ μοι ἐς τὰ μάλιστα, ἔς τε ὑπάτων ἀξίωμα ἥκεις καὶ πλούτου περιβέβλησαι τοσόνδε χρῆμα, ὥστε πατήρ τε καὶ μήτηρ καὶ τὸ ξυγγενὲς ἅπαν ἔγωγε καλοίμην ἂν, ὦ γενναῖε, καὶ εἴην δικαίως.οὐχ αἵματι γὰρ, ἀλλὰ τοῖς ἔργοις εἰώθασι δῆτα σταθμᾶσθαι τὴν ἐς ἀλλήλους στοργὴνἄνθρωποι. ὥρα σοι τοίνυν μὴ περιιδεῖν ἐμὲ μὲν πρὸς τῇ τῆς οἰκίας διαφθορᾷ καὶ χρημάτων ἐστερημένον τοσούτων τὸ πλῆθος, τὴν δὲ μητέρα τὴν σὴν αἶσχος ἀναδουμένην οὕτω δὴ μέγα πρὸς πάντων ἀνθρώπων.ἐνθυμοῦ τε ὡς αἱ τῶν γυναικῶν ἁμαρτάδες οὐκ ἐπὶ τοὺς ἄνδρας ἵενται μόνον, ἀλλὰ καὶ παίδων ἅπτονται μᾶλλον, οὕς γε καὶ δόξαν τινὰ φέρεσθαι ἐκ τοῦ ἐπὶ πλεῖστον συμβήσεται, ὡς φύσει τὸν τρόπον ταῖς γειναμέναις ἐοίκασιν.οὑτωσί τε λογίζου περὶ ἐμοῦ, ὡς ἐγὼ τὴν γυναῖκα τὴν ἐμαυτοῦ πάνυ μὲν φιλῶ, καὶ ἤν μοι τίσασθαι τὸν διαφθορέα τῆς οἰκίας ἐξῇ, οὐδὲν αὐτὴν ἐργάσομαι φαῦλον, περιόντος δὲ Θεοδοσίου ταύτῃ τὸ ἔγκλημα ἐπιχωρεῖν οὐκ ἂν δυναίμην.”Ταῦτα ἀκούσας ὁ Φώτιος ὑπηρετήσειν μὲν ὡμολόγει ἐς ἅπαντα, δεδιέναι δὲ μή τι λάβοι ἐνθένδε κακὸν, τὸ θαρσεῖν ἐπὶ τῷ ἀβεβαίῳ τῆς Βελισαρίου γνώμης τά γε ἐς τὴν γυναῖκα οὐ σφόδρα ἔχων· ἄλλα τε γὰρ αὐτὸν πολλὰ καὶ τὸ Μακεδονίας δυσωπεῖν πάθος.διὸ δὴ ἄμφω ἅπαντας ἀλλήλοιν ὠμοσάτην ὅσοι δὴ ἐν Χριστιανοῖς δεινότατοι ὅρκοι εἰσί τε καὶ ὀνομάζονται, μήποτε ἀλλήλω καταπροήσεσθαι ἄχρι τῶν ἐς τὸν ὄλεθρον φερόντων κινδύνων.ἐν μὲν οὖν τῷ παρόντι τῷ ἔργῳ ἐγχειρεῖν ἔδοξε σφίσιν ἀξύμφορον εἶναι, ὁπηνίκα δὲ Ἀντωνίνα ἐκ Βυζαντίου ἀφίκηται, ἐς δὲ τὴν Ἔφεσον Θεοδόσιος ἴοι, τηνικάδε τοῦ χρόνου Φώτιον ἐν τῇ Ἐφέσῳ γενόμενον Θεοδόσιόν τε καὶ τὰ χρήματα οὐδενὶ πόνῳ χειρώσασθαι.τότε μὲν οὖν αὐτοί τε τὴν ἐσβολὴν παντὶ τῷ στρατῷ ἐς τὴν Περσίδα πεποίηνται χώραν, ἀμφί τε Ἰωάννῃ τῷ Καππαδόκῃ ἐν Βυζαντίῳ ξυνηνέχθη γενέσθαι ἅπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις δεδήλωται.ἔνθα δὴ τοῦτό μοι τῷ δέει σεσιώπηται μόνον, ὅτι γε οὐκ εἰκῆ τόν τε Ἰωάννην καὶ τὴν αὐτοῦ παῖδα ἡ Ἀντωνίνα ἐξηπατήκει, ἀλλ’ ὅρκων αὐτοὺς πλήθει, ὧνπερ οὐδὲν φοβερώτερον ἔν γε Χριστιανοῖς εἶναι δοκεῖ, πιστωσαμένη, μηδεμιᾷ δολερᾷ γνώμῃ ἐς αὐτοὺς χρῆσθαι.ταῦτά τε διαπεπραγμένη καὶ πολλῷ ἔτι μᾶλλον ἐπὶ τῇ τῆς βασιλίδος θαρροῦσα φιλίᾳ Θεοδόσιον μὲν ἐς Ἔφεσον στέλλει, αὐτὴ δὲ μηδὲν ὑποτοπάζουσα ἐναντίωμα ἐπὶ τὴν ἕω κομίζεται.ἄρτι δὲ Βελισαρίῳ τὸ Σισαυράνων φρούριον ἑλόντι ὁδῷ ἰοῦσα πρός του ἀγγέλλεται. καὶ ὃς τἄλλα πάντα ἐν οὐδενὶ λόγῳ πεποιημένος ὀπίσω ὑπῆγε τὸ στράτευμα.ξυνηνέχθη γὰρ, ᾗπέρ μοι τὰ πρότερα δεδιήγηται, καὶ ἕτερα ἄττα ἐν τῷ στρατοπέδῳ γενέσθαι, ἅπερ αὐτὸν ἐς τὴν ἀναχώρησιν ὥρμα. τοῦτο μέντοι πολλῷ ἔτι θᾶσσον ἐνταῦθα ἀνῆγεν.ἀλλ’ ὅπερ τοῦδε τοῦ λόγου ἀρχόμενος εἶπον, οὔ μοι ἀκίνδυνον τηνικάδε τοῦ χρόνου ἔδοξεν εἶναι τὰς αἰτίας τῶν πεπραγμένων ἁπάσας εἰπεῖν.ἔγκλημά τε ἀπ’ αὐτοῦ ἐγένετο Βελισαρίῳ πρὸς πάντων Ῥωμαίων, ὅτι δὴ τῆς πολιτείας τὰ καιριώτατα αὐτὸς περὶ ἐλάσσονος πραγμάτων τῶν κατὰ τὴν οἰκίαν πεποίηται.ἀρχὴν μὲν γὰρ τῷ τῆς γυναικὸς πάθει ἐχόμενος, ὡς ἀπωτάτω γενέσθαι τῆς γῆς Ῥωμαίων οὐδαμῆ ἤθελεν, ὅπως ἐπειδὰν τάχιστα πύθηται τὴν γυναῖκα ἐκ Βυζαντίου ἥκειν, ἀναστρέψας αὐτίκα δὴ μάλα καταλαβεῖν τε καὶ τίσασθαι οἷός τε εἴη.διὸ δὴ τοὺς μὲν ἀμφὶ Ἀρέθαν Τίγριν ποταμὸν διαβαίνειν ἐκέλευσεν, οἵ γε οὐδὲν ὅ τι καὶ λόγου ἄξιον διαπεπραγμένοι ἐπ’ οἴκου ἀπεκομίσθησαν, αὐτὸς δὲ οὐδὲ ἡμέρας ὁδῷ ἀπολελεῖφθαι