Ὅτι δὲ οὐκ ἄνθρωπος, ἀλλὰ δαίμων τις, ὥσπερ εἴρηται, ἀνθρωπόμορφος ἦν, τεκμηριώσαιτο ἄν τις τῷ μεγέθει σταθμώμενος ὧν εἰς τοὺς ἀνθρώπους κακῶν ἔδρασεν.ἐν γὰρ τῷ ὑπερβάλλοντι τῶν πεπραγμένων καὶ ἡ τοῦ δεδρακότος δύναμις ἔνδηλος γίνεται.τὸ μὲν οὖν μέτρον ἐς τὸ ἀκριβὲς φράσαι τῶν ὑπ’ αὐτοῦ ἀνῃρημένων οὐκ ἄν ποτε, μοὶ δοκεῖ, τῶν πάντων τινὶ ἢ τῷ θεῷ δυνατὰ εἴη.θᾶσσον γὰρ ἄν τις, οἶμαι, τὴν πᾶσαν ψάμμον ἐξαριθμήσειεν ἢ ὅσους ὁ βασιλεὺς οὗτος ἀνῄρηκε. τὴν δὲ χώραν ἐπὶ πλεῖστον διαριθμούμενος, ἥνπερ ἔρημον τῶν ἐνοικούντων ξυμπέπτωκεν εἶναι, μυριάδας μυριάδων μυρίας φημὶ ἀπολωλέναι.Λιβύη μὲν γὰρ ἐς τοσοῦτον διήκουσα μέτρον οὕτως ἀπόλωλεν ὥστε ὁδὸν ἰόντι πολλὴν ἀνδρὶ ἐντυχεῖν χαλεπόν τε καὶ λόγου ἄξιον εἶναι.καίτοι Βανδίλων μὲν τῶν ὅπλα ἀρχὴν αἰρομένων ἐνταῦθα μυριάδες ὀκτὼ ἐτύγχανον οὖσαι, γυναίων δὲ καὶ παιδαρίων καὶ θεραπόντων αὐτῶν τίς ἂν εἰκάσειε μέτρον;Λιβύων δὲ τῶν ἐν ταῖς πόλεσιν ᾠκημένων τὰ πρότερα καὶ γῆν γεωργούντων ἐργασίαν τε τὴν κατὰ θάλασσαν ἐργαζομένων, ὅπερ μοι αὐτόπτῃ ἐπὶ πλεῖστον γεγονέναι τετύχηκε, πῶς ἄν τις τὸ πλῆθος διαριθμεῖσθαι ἱκανὸς εἴη τῶν πάντων ἀνθρώπων; τούτων δὲ πολλῷ ἔτι πλείους Μαυρούσιοι ἦσαν ἐνταῦθα, οἷς δὴ ἅπασι ξύν τε γυναιξὶ καὶ γόνῳ διεφθάρθαι ξυνέβη.πολλοὺς δὲ αὖ τὴ καὶ Ῥωμαίων στρατιωτῶν καὶ τῶν αὐτοῖς ἐκ Βυζαντίου ἐπισπομένων ἡ γῆ ἔκρυψεν. ὥστε εἴ τις μυριάδας ἀνθρώπων ἔν γε Λιβύῃ πεντακοσίας ἰσχυρίζεται ἀπολωλέναι, οὐκ ἄν ποτε τῷ πράγματι, οἶμαι,διαρκῶς εἴποι. αἴτιον δὲ ὅτι Βανδίλων εὐθὺς ἡσσημένων οὐχ ὅπως κρατύνηται τὴν τῆς χώρας ἐπικράτησιν ἐπιμελές οἱ ἐγίνετο, οὐδ’ ὅπως οἱ ἡ τῶν ἀγαθῶν φυλακὴ ἐν τῷ ἀσφαλεῖ εὐνοίᾳ τῶν κατηκόων εἴη προὐνόησεν, ἀλλὰ Βελισάριον αὐτίκα μελλήσει οὐδεμιᾷ μετεπέμπετο, τυραννίδα οἱ οὐδαμόθεν προσήκουσαν ἐπεγκαλέσας, ὅπως τὸ ἐνθένδε διοικούμενος κατ’ ἐξουσίαν Λιβύην καταπιὼν ὅλην ληΐζηται.Τιμητὰς ἀμέλει τῆς γῆς εὐθὺς ἔπεμπε καὶ φόρους ἐπετίθει πικροτάτους τινὰς οὐ πρότερον ὄντας. καὶ τῶν χωρίων προσεποιεῖτο, εἴ τι ἄριστον ἦν, καὶ Ἀρειανοὺς τῶν ἐν σφίσιν αὐτοῖς μυστηρίων εἶργε.καὶ ταῖς στρατιωτικαῖς συντάξεσιν ὑπερήμερος ἦν, καὶ ἄλλως τοῖς στρατιώταις ἐγεγόνει βαρύς. ἐξ ὧν αἱ στάσεις φυόμεναι τετελευτήκασιν εἰς ὄλεθρον μέγαν.οὐ γὰρ μένειν ἐν τοῖς καθεστῶσί ποτε ἴσχυεν, ἀλλὰ ξυγχεῖν τε καὶ ἀναθολοῦν ἐπεφύκει πάντα.Ἰταλία δὲ οὐχ ἧσσον ἢ τριπλασία Λιβύης οὖσα ἔρημος ἀνθρώπων πολλῷ μᾶλλον ἔτι ἢ ἐκείνη πανταχόθι γεγένηται. ὥστε δὴ μέτρου τῶν κἀνταῦθαἀνῃρημένων ἐγγύθεν ἡ δήλωσις ἔσται. ἡ γὰρ αἰτία τῶν ἐν Ἰταλίᾳ ξυμπεπτωκότων ἤδη μοι ἔμπροσθεν δεδιήγηται. ἅπαντά τε γὰρ ὅσα ἐν Λιβύῃ, κἀνταῦθα αὐτῷ ἡμαρτήθη.καὶ τοὺς καλουμένους λογοθέτας προσεπιπέμψας ἀνεχαίτισέ τε καὶ διέφθειρεν εὐθὺς ἅπαντα.κατέτεινε δὲ ἡ Γότθων ἀρχὴ πρὸ τοῦδε τοῦ πολέμου ἐκ Γάλλων τῆς γῆς ἄχρι τῶν Δακίας ὁρίων,οὗ δὴ πόλις τὸ Σίρμιόν ἐστι. Γαλλίας μὲν οὖν καὶ Βενετίων γῆν τὴν πολλὴν Γερμανοὶ ἔσχον, ἐπειδὴ ἀφίκετο ἐς Ἰταλίαν ὁ Ῥωμαίων στρατός.Σίρμιον δὲ καὶ τὰ ἐκείνῃ χωρία Γήπαιδες κατέχουσιν, ἅπαντα μέντοι συλλήβδην εἰπεῖν ἀνθρώπων παντελῶς ἔρημα.τοὺς μὲν γὰρ ὁ πόλεμος, τοὺς δὲ νόσος τε καὶ λιμὸς διεχρήσαντο, ἃ δὴ τῷ πολέμῳ ἕπεσθαι πέφυκεν.Ἰλλυριοὺς δὲ καὶ Θρᾴκην ὅλην, εἴη δ’ ἂν ἐκ κόλπου τοῦ Ἰονίου μέχρι ἐς τὰ Βυζαντίων προάστεια, ἐν τοῖς Ἑλλάς τε καὶ Χερρονησιωτῶν ἡ χώρα ἐστὶν, Οὖννοί τε καὶ Σκλαβηνοὶ καὶ Ἄνται σχεδόν τι ἀνὰ πᾶν καταθέοντες ἔτος, ἐξ οὗ Ἰουστινιανὸς παρέλαβε τὴν Ῥωμαίων ἀρχὴν, ἀνήκεστα ἔργα εἰργάσαντο τοὺς ταύτῃ ἀνθρώπους.πλέον γὰρ ἐν ἑκάστῃ ἐσβολῇ οἶμαι ἢ κατὰ μυριάδας εἴκοσιν εἶναι τῶν τε ἀνῃρημένων καὶ ἠνδραποδισμένων ἐνταῦθα Ῥωμαίων, ὥστε τὴν Σκυθῶν ἐρημίαν ἀμέλει ταύτης πανταχόσε τῆς γῆς ξυμβαίνειν εἶναι.Τὰ μὲν οὖν ἐν Λιβύῃ τε καὶ Εὐρώπῃ κατὰ τὸν πόλεμον ξυνενεχθέντα τοιαῦτά ἐστι. Σαρακηνοὶ δὲ τοὺς ἑῴους Ῥωμαίους ἐκ τῆς Αἰγύπτου μέχρι τῶν Περσίδος ὁρίων πάντα τοῦτον τὸν χρόνον διηνεκῶς καταθέοντες οὕτω δὴ ἐνδελεχέστατα κατειργάσαντο, ὥστε ὀλιγανθρωπότατα ξύμπαντα ἐγεγόνει τὰ ἐκείνῃ χωρία, καὶ οὐ μήποτε ἀνθρώπῳ, οἶμαι, δυνατὰ ἔσται τὸ μέτρον τῶν οὕτως ἀπολωλότων διερευνωμένῳ εὑρέσθαι.Πέρσαι τε καὶ Χοσρόης τετράκις μὲν ἐμβάλλοντες ἐς τὴν ἄλλην Ῥωμαίων ἀρχὴν τάς τε πόλεις καθεῖλον καὶ τοὺς ἀνθρώπους οὓς ἂν λάβοιεν ἔν τε πόλεσι ταῖς ἁλισκομέναις καὶ χώρᾳ ἑκάστῃ τοὺς μὲν κτείνοντες, τοὺς δὲ ξὺν αὑτοῖς ἐπαγόμενοι, ἔρημον τὴν γῆν κατεστήσαντο τῶν ἐνοικούντων, ᾗπερ αὐτοὺς ἐπισκῆψαι ξυνέπεσεν.ἐξ οὗ δὲ καὶ εἰς γῆν τὴν Κολχίδα ἐσήλασαν, αὐτοῖς τε καὶ Λαζοῖς καὶ Ῥωμαίοις διαφθείρεσθαι μέχρι δεῦρο ξυμβαίνει.Οὐ μέντοι οὐδὲ Πέρσαις ἢ Σαρακηνοῖς ἢ Οὔννοις ἢ τῷ Σκλαβηνῶν γένει ἢ τῶν ἄλλων βαρβάρων τισὶν ἀκραιφνέσιν ἐκ Ῥωμαίων τῆς γῆς ξυνηνέχθη ἀπαλλαγῆναι.ἔν τε γὰρ ταῖς ἐφόδοις καὶ πολλῷ ἔτι μᾶλλον ἔν τε πολιορκίαις καὶ ξυμβολαῖς ἐναντιώμασι πολλοῖς προσεπταικότες οὐδέν τι ἧσσον ξυνδιεφθάρησαν.