διόπερ οἱ πλεῖστοι τὸ λοιπὸν πάσχοντες πρὸς τῶν γυναικῶν ἀνόσια ἔργα ἀσμενέστατα ἀμαστίγωτοι σιωπῇ ἔμενον, τὴν παρρησίαν αὐταῖς τῷ μὴ πεφωρᾶσθαι δοκεῖν ἐνδιδόντες.Αὕτη ἅπαντα πρυτανεύειν αὐτογνωμονοῦσα τὰ ἐν τῇ πολιτείᾳ ἠξίου. τάς τε γὰρ ἀρχὰς καὶ ἱερωσύνας ἐχειροτόνει, ἐκεῖνο μόνον διερευνωμένη καὶ φυλασσομένη ἐνδελεχέστατα, μὴ καλὸς ἢ ἀγαθός τις ὁ τὸ ἀξίωμα μετιὼν εἴη, καὶ οὐχ οἷός τέ οἱ ἐσόμενος ἐς τὰ ἐπαγγελλόμενα ὑπουργήσειν.καὶ τοὺς γάμους ἅπαντας τῇ θείᾳ ἐξουσίᾳ τινὶ διῳκεῖτο, τοῦ τε γαμεῖν πρότερον οὐδεμίαν ἄνθρωποι ἐγγύην ἑκουσίαν πεποίηνται.γυνὴ γὰρ ἑκάστῳ ἐξαπιναίως ἐγίνετο, οὐχ ὅτι δὴ ἐς αὐτὸν ἤρεσκεν, ὅπερ κἀν τοῖς βαρβάροις εἰώθει, ἀλλ’ ὅτι βουλομένῃ τῇ Θεοδώρᾳ εἴη.ὅπερ αὖ καὶ ταῖς γαμουμέναις ἀνάπαλιν ξυνέβαινε πάσχειν. ἀνδράσι γὰρ ξυνιέναι οὐδαμῆ ἐθελούσιαι ἠναγκάζοντο.πολλάκις δὲ καὶ τὴν νύμφην ἐκ τῆς παστάδος ἀποβιβάσασα λόγῳ οὐδενὶ ἀνυμέναιον τὸν νυμφίον ἀφῆκε, τοῦτο μόνον ξὺν ἀκροχολίᾳ εἰποῦσα, ὅτι δὴ αὐτὴν ἀπαρέσκοι.ὅπερ ἄλλους τε πολλοὺς ἔδρασε καὶ Λέοντα, ὅσπερ ῥεφερενδάριος ἦν τὴν τιμὴν, καὶ Σατορνῖνον, τὸν Ἑρμογένους τοῦ μαγίστρου γεγονότος ἐπὶ μνηστῇ. τούτῳ γὰρ τῷ Σατορνίνῳ ἦν τις ἀνεψιαδῆ παρθένος μνηστὴ, ἐλευθέριος καὶ κοσμία, ἥνπερ οἱ Κύριλλος ὁ πατὴρ κατηγγύησεν Ἑρμογένους τοῦ βίου ἤδη ἀπολυθέντος.πεπηγυίας τε αὐτοῖς τῆς παστάδος τὸν νυμφίον καθεῖρξεν, ἔς τε τὴν ἑτέραν παστάδα ἤχθη, ἔγημέ τε κωκύων καὶ οἰμώζων ὅσον τὴν Χρυσομαλλοῦς παῖδα.Χρυσομαλλὼ δὲ αὕτη πάλαι μὲν ὀρχηστρὶς ἐγεγόνει καὶ αὖθις ἑταίρα, τότε δὲ ξὺν ἑτέρᾳ Χρυσομαλλοῖ καὶ Ἰνδαροῖ ἐν Παλατίῳ τὴν δίαιταν εἶχεν.ἀντὶ γὰρ τοῦ φαλλοῦ καὶ τῆς ἐν θεάτρῳ διατριβῆς τῇδε διῳκοῦντο τὰ πράγματα.ξυγκαταδαρθὼν δὲ ὁ Σατορνῖνος τῇ νύμφῃ καὶ διαπεπαρθενευμένην εὑρὼν ἔς τινα τῶν ἐπιτηδείων ἐξήνεγκεν ὅτι δὴ οὐκ ἄτρητον γήμαι.ὅπερ ἐπεὶ ἐς Θεοδώραν ἦλθε, τοὺς ὑπηρέτας ἐκέλευεν ἅτε ἀποσεμνυνόμενόν τε καὶ ὀγκωθέντα οὐδὲν αὐτῷ προσῆκον, μετέωρον αἴρειν, οἷα τὰ ἐς γραμματιστοῦ φοιτῶντα παιδία, ξαίνουσά τε κατὰ τῶν νώτων πολλὰς ἀπεῖπεν αὐτῷ μὴ φλυάρῳ εἷναι.Οἷα μέντοι καὶ Ἰωάννην τὸν Καππαδόκην εἰργάσατο ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη. ἅπερ αὐτῇ διαπέπρακται τῷ ἀνθρώπῳ χαλεπαινούσῃ, οὐχ ὑπὲρ ὧν ἐς τὴν πολιτείαν ἡμάρτανε ʽτεκμήριον δέ· τῶν γὰρ ὕστερον δεινότερα ἐς τοὺς ὑπηκόους ἐργασαμένων οὐδένα τοῦτο πεποίηταἰ, ἀλλ’ ὅτι τά τε ἄλλα τῇ γυναικὶ καταντικρὺ ἐτόλμα ἰέναι καὶ αὐτὴν ἐς τὸν βασιλέα διέβαλλεν, ὥστε αὐτῇ καὶ τὸν ἄνδρα ἐκπεπολεμῶσθαι παρ’ ὀλίγον ἐλθεῖν.τῶν γὰρ αἰτιῶν, ὅπερ ὑπεῖπον, ἐνταῦθά μοι μάλιστα τὰς ἀληθεστάτας ἀναγκαῖον εἰπεῖν.ἡνίκα τε αὐτὸν ἐπ’ Αἰγύπτου καθεῖρξε πεπονθότα ὅσα μοι ἀμφ’ αὐτῷ προδεδήλωται, οὐδ’ ὥς τινα ἔλαβε τῆς τοῦ ἀνθρώπου κολάσεως κόρον, ἀλλὰ ψευδομάρτυρας ἐπ’ ἐκείνῳ διερευνωμένη οὐδέποτε ἀνίει.τέτρασι δὲ ἐνιαυτοῖς ὕστερον Πρασίνους εὑρέσθαι δύο τῶν ἐν Κυζίκῳ στασιωτῶν ἴσχυσεν, οἵπερ τῶν τῷ ἐπισκόπῳ ἐπαναστάντων ἐλέγοντο εἶναι.καὶ αὐτοὺς θωπείαις τε καὶ λόγοις καὶ ἀπειλαῖς περιῆλθεν, ὥστε ἅτερος μὲν κατορρωδήσας καὶ ταῖς ἐλπίσιν ἐπαρθεὶς τὸ μίασμα τοῦ φόνου ἐς τὸν Ἰωάννην ἀνήνεγκεν.ὁ δὲ δὴ ἕτερος τῆς ἀληθείας ἀπ’ ἐναντίας ἐλθεῖν οὐδαμῆ ἔγνω, καίπερ οὕτως ἐκ τῆς βασάνου καταταθεὶς, ὥστε ὅτι δὴ καὶ τεθνήξεται αὐτίκα μάλα ἐπίδοξος ἦν.διὸ δὴ τὸν μὲν Ἰωάννην τούτῳ δὴ τῷ παραπετάσματι διαχρήσασθαι οὐδεμιᾷ μηχανῇ ἔσχε, τοῖν δὲ νεανίαιν τούτοιν χεῖρας τὰς δεξιὰς ἔτεμε, τοῦ μὲν ὅτι ψευδομαρτυρεῖν οὐδαμῆ ἤθελε, τοῦ δὲ ὅπως μὴ ἐπιφανὴς ἡ ἐπιβουλὴ ἐς τὸ πᾶν γένηται.τούτων δὲ οὕτως ἐν τῷ δημοσίῳ πρασσομένων τῆς ἀγορᾶς, Ἰουστινιανὸς ἐποιεῖτο τῶν πρασσομένων μηδενὸς τὸ παράπαν ξυνεῖναι.