καὶ Διογένην δέ τινα οἷα Πράσινον ὄντα δι’ ὀργῆς ἔχουσα, ἄνδρα ἀστεῖον καὶ ποθεινὸν ἅπασί τε καὶ αὐτῷ τῷ βασιλεῖ, οὐδέν τι ἧσσον γάμων ἀνδρείων συκοφαντεῖν ἐν σπουδῇ εἶχε.δύο γοῦν ἀναπείσασα τῶν αὐτοῦ οἰκετῶν κατηγόρους τε καὶ μάρτυρας τῷ κεκτημένῳ ἐπέστησε.τοῦ δὲ οὐ κρύβδην ἐξεταζομένου καὶ λαθραιότατα, ᾗπερ εἰώθει, ἀλλ’ ἐν δημοσίῳ, δικαστῶν ᾑρημένων πολλῶν τε καὶ οὐκ ἀδόξων, διὰ τὴν Διογένους δόξαν, ἐπεὶ οὐκ ἐδόκουν ἀκριβολογουμένοις τοῖς δικασταῖς οἱ τῶν οἰκετῶν λόγοι ἀξιόχρεῳ ἐς τὴν κρίσιν εἶναι, ἄλλως τε καὶ παιδαρίων ὄντων, Θεόδωρον τῶν Διογένει ἀναγκαίων τινὰ ἐν τοῖς εἰωθόσιν οἰκιδίοις καθεῖρξεν.ἐνταῦθα πολλαῖς μὲν θωπείαις, πολλοῖς δὲ τὸν ἄνθρωπον αἰκισμοῖς περιῆλθεν. ἐπεί τέ οἱ οὐδὲν προὐχώρει, νευρὰν βοείαν ἐς τοῦ ἀνθρώπου τὴν κεφαλὴν ἀμφὶ τὰ ὦτα περιελίξαντας τὴν νευρὰν στρέφειν τε καὶ σφίγγειν ἐκέλευε.καὶ τοὺς μέν οἱ ὀφθαλμοὺς Θεόδωρος ἐκπεπηδηκέναι τὴν οἰκείαν λιπόντας χώραν ὑπώπτευεν, οὐδὲν μέντοι τῶν οὐ γεγονότων ἀναπλάσσειν ἔγνω.διὸ δὴ οἱ μὲν δικασταὶ ἅτε ἀμαρτυρήτου δίκης Διογένους ἀπέγνωσαν, ἡ δὲ πόλις ἑορτὴν ἀπ’ αὐτοῦ πανδημεὶ ἦγεν.