ἐπεὶ δὲ ὁ πατρίκιος ἐς τὴν γυναικωνῖτιν ἦλθε, προσεκύνησε μὲν ὥσπερ αὐτὴν προσκυνεῖν εἴθιστο, δεδακρυμένῳ δὲ ἐοικὼς “ὦ δέσποινα” , ἔφη, “χαλεπὸν πατρικίῳ ἀνδρὶ χρημάτων δεῖσθαι.ἃ γὰρ τοῖς ἄλλοις συγγνώμην τε καὶ ἔλεον φέρει, ταῦτα ἐς ὕβριν τῷδε ξυμβαίνει τῷ ἀξιώματι ἀποκεκρίσθαι.ἄλλῳ μὲν γὰρ ὁτῳοῦν ἀπορουμένῳ τὰ ἔσχατα πάρεστιν αὐτὸ τοῦτο εἰπόντι τοῖς χρήσταις ὄχλου τοῦ ἐνθένδε εὐθὺς ἀπηλλάχθαι, πατρίκιος δὲ ἀνὴρ οὐκ ἔχων ὅθεν ἂν ἐκτῖσαι τοῖς χρήσταις τὰ ὀφλήματα ἱκανὸς εἴη μάλιστα μὲν τοῦτο ἂν εἰπεῖν αἰσχυνθείη, εἰπὼν δὲ οὐκ ἄν ποτε πείσαι ὡς οὐχ οἷόν τε ὂν τῷδε πενίαν τῷ τάγματι ξυνοικίζεσθαι.ἢν δέ γε καὶ πείσῃ, τὰ πάντων αὐτῷ αἴσχιστά τε καὶ ἀνιαρότατα πεπονθέναι ξυμβήσεται.οὐκοῦν, ὦ δέσποινα, εἰσί μοι χρῆσται, οἱ μὲν δανείσαντες τὰ σφέτερα αὐτῶν, οἱ δὲ παρ’ ἐμοῦ δεδανεισμένοι.καὶ τοὺς μὲν δανείσαντας ἐνδελεχέστατα ἐγκειμένους οὐχ οἷός τέ εἰμι αἰδοῖ τοῦ ἀξιώματος ἀποκρούσασθαι, οἱ δέ γε ὀφείλοντες, οὐ γὰρ πατρίκιοι τυγχάνουσιν ὄντες, εἰς σκήψεις τινὰς ἀπανθρώπους χωροῦσιν.ἀντιβολῶ τοίνυν καὶ ἱκετεύω καὶ δέομαι βοηθῆσαί τέ μοι τὰ δίκαιακαὶ τῶν παρόντων ἀπαλλάξαι κακῶν.” ὁ μὲν ταῦτα εἶπεν. ἡ δὲ γυνὴ ἀπεκρίνατο ἐμμελῶς, “πατρίκιε ὁ δεῖνα” , καὶ ὁ τῶν εὐνούχων χορὸς ὑπολαβὼν ἀντεφθέγξατο,“μεγάλην κήλην ἔχεισ” . αὖθις δὲ τοῦ ἀνθρώπου ἱκετεύσαντός τε καὶ ῥῆσίν τινα ἐμφερῆ τοῖς ἔμπροσθεν εἰρημένοις εἰπόντος κατὰ ταὐτὰ πάλιν ἥ τε γυνὴ ἀπεκρίνατο καὶ ὁ χορὸς ἀντεφθέγξατο, ἕως ἂν ἀπειπὼν ὁ ταλαίπωρος προσεκύνησέ τε ᾗπερ εἰώθει καὶ ἀπιὼν οἴκαδε ᾤχετο.ἐν προαστείοις δὲ τοῖς ἐπιθαλαττίοις τὸ πλεῖστον τοῦ ἔτους καὶ οὐχ ἥκιστα ἐν τῷ ἐπικαλουμένῳ Ἡρίῳ διατριβὴν εἶχε, καὶ ἀπ’ αὐτοῦ τῶν ἑπομένων ὁ πολὺς ὅμιλος κακοπαθείᾳ πολλῇ εἴχετο.τῶν τε ἀναγκαίων γὰρ ἐσπάνιζον καὶ θαλαττίοις ὡμίλουν κινδύνοις, ἄλλως τε καὶ χειμῶνος, ἂν οὕτω τύχῃ, ἐπιπεσόντος, ἢ τοῦ κήτους ἐνταῦθά ποι ἐπισκήψαντος.ἀλλ’ αὐτοὶ τὰ πάντων ἀνθρώπων κακὰ οὐδὲν πρᾶγμα ᾤοντο εἶναι, ὅσον ἤν γε μόνον αὐτοῖς τρυφᾶν ἐξείη.ὁποῖος δὲ ὁ Θεοδώρας πρὸς τοὺς προσκεκρουκότας ἐφαίνετο τρόπος, αὐτίκα δηλώσω, ὀλίγων δηλονότι ἐπιμνησθεὶς, ὡς μὴ ἀτελεύτητα πονεῖν δόξαιμι.