Ἦν τις ἐν Βυζαντίῳ Ζήνων ὄνομα, ἐκείνου Ἀνθεμίου υἱωνὸς, ὅσπερ ἐν τῇ ἑσπερίᾳ τὴν βασιλείαν τὰ πρότερα ἔσχε. τοῦτον δὴ ἐξεπίτηδες ἄρχοντα ἐπ’ Αἰγύπτου καταστησάμενοι ἔστελλον.ἀλλ’ ὁ μὲν χρημάτων τὸ πλοῖον τῶν τιμιωτάτων ἐμπλησάμενος τὰ ἐς τὴν ἀναγωγὴν διέθετο· ἦσαν γὰρ αὐτῷ σταθμός τε ἀργύρου ἀναρίθμητος καὶ χρυσώματα μαργάροις τε καὶ σμαράγδοις καλλωπισθέντα καὶ λίθοις ἄλλοις τοιούτοις ἐντίμοις· οἱ δὲ τινας ἀναπείσαντες τῶν οἱ πιστοτάτων εἷναι δοκούντων τὰ μὲν χρήματα ἐνθένδε ὅτι τάχιστα ἐκφορήσαντες, πῦρ δὲ ἐν κοίλῃ νηὶ ἐμβεβλημένοι τῷ Ζήνωνι ἀπαγγέλλειν ἐκέλευον ἀπὸ ταὐτομάτου τήν τε φλόγα ἐν τῷ πλοίῳ ξυνενηνέχθαι καὶ διολωλέναι τὰ χρήματα.χρόνῳ δὲ ὕστερον Ζήνωνι μὲν ἐξαπιναίως ἀπογενέσθαι ξυνέπεσεν, αὐτοὶ δὲ κύριοι τῆς οὐσίας εὐθὺς ἅτε κληρονόμοι γεγόνασι.διαθήκην γάρ τινα προὔφερον, ἥνπερ οὐ παρ’ ἐκείνου ξυγκεῖσθαι διατεθρύλληται.Καὶ Τατιανοῦ τε καὶ Δημοσθένους καὶ τῆς Ἱλαρᾶς τρόπῳ τῷ ὁμοίῳ σφᾶς αὐτοὺς κληρονόμους πεποίηνται, οἵπερ τά τε ἄλλα καὶ τὸ ἀξίωμα πρῶτοι ἔν γε Ῥωμαίων τῇ βουλῇ ἦσαν. τινῶν δὲ οὐ διαθήκας, ἀλλ’ ἐπιστολὰς διεσκευασμένοι τὴν οὐσίαν ἔσχον.οὕτω γὰρ Διονυσίου τε κληρονόμοι γεγόνασιν, ὃς ἐν Λιβάνῳ ᾤκει, καὶ Ἰωάννου τοῦ Βασιλείου παιδὸς, ὃς δὴ ἐπιφανέστατος μὲν Ἐδεσσηνῶν ἐγεγόνει πάντων, βίᾳ δὲ πρὸς Βελισαρίου ἐν ὁμήρων λόγῳ ἐκδέδοται τοῖς Πέρσαις, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη.τοῦτον γὰρ τὸν Ἰωάννην ὁ μὲν Χοσρόης οὐκέτι ἠφίει, ἐπικαλῶν Ῥωμαίοις ἠλογηκέναι τὰ ξυγκείμενα πάντα, ἐφ’ οἷς αὐτῷ πρὸς Βελισαρίου δοθεὶς ἐτύγχανεν ἀποδίδοσθαι μέντοι ἅτε δορυάλωτον γεγονότα ἠξίου.ἡ δὲ τοῦ ἀνδρὸς μάμμη ʽπεριοῦσα γὰρ ἔτι ἐτύγχανἐ τὰ λύτρα παρεχομένη οὐχ ἧσσον ἢ δισχιλίας λίτρας ἀργύρου τὸν υἱωνὸν ὠνήσεσθαι ἐπίδοξος ἦν.ἀλλ’ ἐπεὶ τὰ λύτρα ταῦτα ἐς Δάρας ἦλθε, μαθὼν ὁ βασιλεὺς τὸ συμβόλαιον γενέσθαι οὐκ εἴα, ὡς μὴ ἐς τοὺς βαρβάρους,εἰπὼν, ὁ Ῥωμαίων κομίζηται πλοῦτος. οὐ πολλῷ δὲ ὕστερον τῷ μὲν Ἰωάννῃ νοσήσαντι ξυνέβη ἐξ ἀνθρώπων ἀφανισθῆναι, ὁ δὲ τὴν πόλιν ἐπιτροπεύων ἐπιστολὴν ἀναπλάσας τινὰ ἔφη πρὸς αὐτὸν ἅτε φίλον οὐ πολλῷ ἔμπροσθεν τὸν Ἰωάννην γράψαι ὥς οἱ αὐτῷ βουλομένῳ εἰη εἰς τὸν βασιλέα τὴν οὐσίαν ἐλθεῖν.πάντων δὲ τῶν ἄλλων τὰ ὀνόματα καταλέγειν οὐκ ἂν δυναίμην ὧνπερ αὐτόματοι κληρονόμοι γεγένηνται.Ἀλλὰ μέχρι μὲν οὖν ἡ τοῦ Νίκα καλουμένη στάσις ἐγένετο, κατὰ μίαν διαλέγεσθαι τὰς τῶν εὐδαιμόνων οὐσίας ἠξίουν· ἐπεὶ δὲ ταύτην, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, γενέσθαι ξυνέβη, τότε δὴ ἀθρόας σχεδόν τι εἰπεῖν ἁπάντων τῶν ἀπὸ τῆς συγκλήτου βουλῆς τὰς οὐσίας δημοσιώσαντες, τὰ μὲν ἔπιπλα πάντα καὶ τῶν χωρίων ὅσα κάλλιστα ἦν ᾗπερ ἐβούλοντο διεχείρισαν, ἀπολέξαντες δὲ τὰ φόρου πικροῦ τε καὶ βαρυτάτου ὑποτελῆ ὄντα, φιλανθρωπίας προσχήματι τοῖς πάλαι κεκτημένοις ἀπέδοντο.διὸ δὴ πρός τε τῶν φορολόγων ἀγχόμενοι καὶ ἀποκναιόμενοι τόκοις ὀφλημάτων ἀειρρύτοις τισὶ δυσθανατοῦντες ἀκούσιοι διεβίωσαν.διὸ δὴ ἐμοί τε καὶ τοῖς πολλοῖς ἡμῶν οὐδεπώποτε ἔδοξαν οὗτοι ἄνθρωποι εἶναι, ἀλλὰ δαίμονες παλαμναῖοί τινες καὶ ὥσπερ οἱ ποιηταὶ λέγουσι βροτολοιγὼ ἤστην, οἳ δὴ ἐπὶ κοινῆς βουλευσάμενοι ὅπως ἅπαντα ἀνθρώπεια γένη τε καὶ ἔργα ὡς ῥᾷστα καὶ τάχιστα διαφθείρειν ἱκανοὶ εἶεν, ἀνθρώπειόν τε ἠμπίσχοντο σχῆμα καὶ ἀνθρωποδαίμονες γεγενημένοι τῷ τρόπῳ τούτῳ ξύμπασαν τὴν οἰκουμένην κατέσεισαν.τεκμηριώσαι δ’ ἄν τις τὸ τοιοῦτο πολλοῖς τε καὶ ἄλλοις καὶ τῇ τῶν πεπραγμένων δυνάμει. τὰ γὰρ δαιμόνια τῶν ἀνθρωπείων ξυμβαίνει πολλῷ τῷ διαλλάσσοντι διακεκρίσθαι.πολλῶν ἀμέλει γεγονότων ἐκ τοῦ παντὸς αἰῶνος ἀνθρώπων τύχῃ ἢ φύσει φοβερῶν ἐς τὰ μάλιστα, οἱ μὲν πόλεις, οἱ δὲ χώρας, ἢ ἄλλο τι τοιοῦτο καθ’ αὑτοὺς ἔσφηλαν, ὄλεθρον δὲ ξυμπάντων ἀνθρώπων ξυμφοράς τε γῆς τῆς οἰκουμένης ἁπάσης οὐδεὶς ὅτι μὴ οὗτοι ἄνθρωποι ἐργάζεσθαι ἱκανῶς ἔσχον, ὧν δὴ καὶ ἡ τύχη ὑπούργει τῇ γνώμῃ συγκατεργαζομένη τῶν ἀνθρώπων διαφθοράνσεισμοῖς τε γὰρ καὶ λοιμοῖς καὶ ὑδάτων ποταμίων ἐπιρροαῖς ὑπὸ τὸν χρόνον τοῦτον πλεῖστα διολωλέναι τετύχηκεν, ὥς μοι αὐτίκα λελέξεται. οὕτως οὐκ ἀνθρωπείῳ, ἀλλ’ ἑτέρῳ σθένει. τὰ δεινὰ ἔπρασσον.Λέγουσι δὲ αὐτοῦ καὶ τὴν μητέρα φάναι τῶν ἐπιτηδείων τισὶν ὡς οὐ Σαββατίου τοῦ αὐτῆς ἀνδρὸς οὐδὲ ἀνθρώπων τινὸς υἱὸς εἴη.ἡνίκα γὰρ αὐτὸν κύειν ἔμελλεν, ἐπιφοιτᾶν αὐτῇ δαιμόνιον οὐχ ὁρώμενον, ἀλλ’ αἴσθησίν τινα ὅτι δὴ πάρεστιν αὐτῇ παρασχὸν ἅτε ἄνδρα γυναικὶ πλησιάσαντα, καθάπερ ἐν ὀνείρῳ ἀφανισθῆναι.Τινὲς δὲ τῶν αὐτῷ παρόντων τε πόρρω που τῶν νυκτῶν καὶ ξυγγινομένων ἐν Παλατίῳ δηλονότι, οἷσπερ ἐν καθαρῷ ἡ ψυχὴ ἦν, φάντασμά τι θεάσασθαι δαιμόνιον ἄηθες σφίσιν ἀντ’ αὐτοῦ ἔδοξαν.ὁ μὲν γὰρ ἔφασκεν ἄφνω μὲν αὐτὸν θρόνου τοῦ βασιλείου ἐξαναστάντα περιπάτους ἐνταῦθα ποιεῖν· συχνὸν γὰρ καθῆσθαι οὐδαμῆ εἴθιστο· τῆς δὲ κεφαλῆς ἐν τῷ παραυτίκα τῷ Ἰουστινιανῷ ἀφανισθείσης τὸ ἄλλο οἱ σῶμα τούτους δὴ τοὺς μακροὺς διαύλους ποιεῖν δοκεῖν, αὐτόν τε ἅτε οἱ τῶν ὀμμάτων περὶ τὴν θέαν ὡς ἥκιστα ὑγιαινόντων, ἀσχάλλοντα καὶ διαπορούμενον ἐπὶ πλεῖστον ἑστάναι.