κάτοχος γὰρ ἤδη τῷ πόθῳ τούτῳ γεγενημένη καὶ διαφανῶς ἐρωτόληπτος οὖσα οὐδὲν ἔτι τοῦ ἔργου κώλυμα ἔβλεπε. καί ποτε ὁ Βελισάριος ἐπ’ αὐτοφώρῳ τὴν πρᾶξιν λαβὼν ἐν Καρχηδόνι ἐξηπάτητο πρὸς τῆς γυναικὸς ἑκών γε εἶναι.ὁ μὲν γὰρ ἄμφω ἐν δωματίῳ καταγείῳ εὑρὼν ἐμεμήνει, ἡ δὲ οὔτε ἀποδειλιάσασα οὔτε καταδυσαμένη τῷ ἔργῳ τούτῳ, “Ἐνταῦθα” , ἔφη, “τῶν λαφύρων τὰ τιμιώτατα σὺν τῷ νεανίᾳ κρύψουσα ἦλθον, ὡς μὴ ἐς βασιλέα ἔκπυστα γένηται” .ἡ μὲν οὖν ταῦτα σκηπτομένη εἶπεν, ὁ δὲ ἀναπεισθῆναι δόξας ἀφῆκε, καίπερ τῷ Θεοδοσίῳ ἐκλελυμένον τὸν ἱμάντα ὁρῶν τὸν ἀμφὶ τὰ αἰδοῖα τὰς ἀναξυρίδας ξυνδέοντα, ἔρωτι γὰρ τῆς ἀνθρώπου ἀναγκασθεὶς ἐβούλετό οἱ τὴν τῶν οἰκείων ὀφθαλμῶν θέαν ὡς ἥκιστα ἀληθίζεσθαι.τῆς δὲ μαχλοσύνης ἀεὶ προϊούσης ἐς κακὸν ἄφατον οἱ μὲν ἄλλοι θεώμενοι τὰ πραττόμενα ἐν σιωπῇ εἶχον, δούλη δέ τις Μακεδονία ὄνομα ἐν Συρακούσαις, ἡνίκα Σικελίας ἐκράτησε Βελισάριος, ὅρκοις δεινοτάτοις τὸν δεσπότην καταλαβοῦσα, μή ποτε αὐτὴν τῇ κεκτημένῃ καταπροήσεσθαι, τὸν πάντα αὐτῷ λόγον ἐξήνεγκε, δύο παιδάρια πρὸς μαρτυρίαν παρασχομένη, οἷς δὴ τὰ ἀμφὶ τὸν κοιτῶνα ὑπηρετεῖν ἐπιμελὲς ἦν.ταῦτα μαθὼν Βελισάριος τῶν οἱ ἑπομένων τινὰς τὸν Θεοδόσιον ἐκέλευσε διαχειρίσασθαι.ὁ δὲ προμαθὼν εἰς Ἔφεσον φεύγει. τῶν γὰρ ἑπομένων οἱ πλεῖστοι τῷ ἀβεβαίῳ τῆς τοῦ ἀνθρώπου γνώμης ἠγμένοι ἀρέσκειν τὴν γυναῖκα μᾶλλον ἐν σπουδῇ εἶχον ἢ τῷ ἀνδρὶ δοκεῖν εὐνοϊκῶς ἔχειν, οἵ γε καὶ τὰ σφίσιν ἐπικείμενα τότε ἀμφ’ αὐτῷ προὔδοσαν.Κωνσταντῖνος δὲ Βελισάριον ὁρῶν περιώδυνον γεγονότα τοῖς ξυμπεσοῦσι, τά τε ἄλλα ξυνήλγει καὶ τοῦτο ἐπεῖπεν ὡς “Ἔγωγε θᾶσσον ἂν τὴν γυναῖκα ἢ τὸν νεανίαν κατειργασάμην” .ὅπερ Ἀντωνίνα μαθοῦσα, κεκρυμμένως αὐτῷ ἐχαλέπαινεν, ὅπως ἔγκοτα ἐνδείξηταιτὸ εἰς αὐτὸν ἔχθος. ἦν γὰρ σκορπιώδης τε καὶ ὀργὴν σκοτεινή. οὐ πολλῷ δὲ ὕστερον ἢ μαγγανεύσασα ἢ θωπεύσασα πείθει τὸν ἄνδρα ὡς οὐχ ὑγιὲς τὸ κατηγόρημα τὸ ταύτης γένοιτο· καὶ ὃς Θεοδόσιον μὲν μελλήσει οὐδεμιᾷ μετεπέμψατο, Μακεδονίαν δὲ καὶ τὰ παιδία τῇ γυναικὶ ἐκδοῦναι ὑπέστη.οὓς δὴ ἅπαντας πρῶτα τὰς γλώττας, ὥσπερ λέγουσιν, ἀποτεμοῦσα, εἶτα κατὰ βραχὺ κρεουργήσασα καὶ θυλακίοις ἐμβεβλημένη ἐς τὴν θάλατταν ὀκνήσει οὐδεμιᾷ ἔρριψε, τῶν τινος οἰκετῶν Εὐγενίου ὄνομα ὑπουργήσαντός οἱ ἐς ἅπαν τὸ ἄγος, ᾧ δὴ καὶ τὸ ἐς Σιλβέριον εἴργασται μίασμα.καὶ Κωνσταντῖνον δὲ οὐ πολλῷ ὕστερον Βελισάριος τῇ γυναικὶ ἀναπεισθεὶς κτείνει. τὰ γὰρ ἀμφὶ τῷ Πραισιδίῳ καὶ τοῖς ξιφιδίοις τηνικάδε ξυνηνέχθη γενέσθαι ἅπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις δεδήλωται.μέλλοντος γὰρ τοῦ ἀνθρώπου ἀφίεσθαι, οὐ πρότερον ἀνῆκεν ἡ Ἀντωνίνα, ἕως αὐτὸν τοῦ λόγουἐτίσατο, οὗπερ ἐγὼ ἀρτίως ἐμνήσθην. καὶ ἀπ’ αὐτοῦ ἔχθος μέγα περιεβάλλετο ὁ Βελισάριος ἔκ τε βασιλέως καὶ τῶν ἐν Ῥωμαίοις λογίμων ἁπάντων.Ταῦτα μὲν οὖν τῇδε κεχώρηκε. Θεοδόσιος δὲ οὐκ ἔφη ἐς Ἰταλίαν ἀφίξεσθαι οἷός τε εἶναι, ἵνα δὴ τότε διατριβὴν εἶχον Βελισάριός τε καὶ Ἀντωνίνα, ἢν μὴ Φώτιος ἐκποδὼν γένηται.ὁ γὰρ Φώτιος πρόχειρος μὲν φύσει ἐς τὸ δάκνεσθαι ἦν, ἤν τις αὐτοῦ παρ’ ὁτῳοῦν αὐτῆ δύνηται μᾶλλον, ἐν μέντοι τοῖς ἀμφὶ Θεοδοσίῳ καὶ δικαίως ἀποπνίγεσθαί οἱ ξυνέβαινεν, ὅτι δὴ αὐτὸς μὲν καίπερ υἱὸς ὢν ἐν οὐδενὶ ἐγίγνετο λόγῳ, ὁ δὲ δυνάμει τε πολλῇ ἐχρῆτο καὶ χρήματα μεγάλα περιεβάλλετο.λέγουσι γὰρ αὐτὸν ἐκ Καρχηδόνος τε καὶ Ῥαβέννης ἐς ἑκατὸν κεντηνάρια ἐξ ἀμφοῖν Παλατίοιν συλήσαντα ἔχειν, ἐπεὶ καὶ μόνῳ κατ’ ἐξουσίαν διαχειρίσαι ταῦτα ξυνέβη.ἡ δὲ Ἀντωνίνα ἐπεὶ τὴν Θεοδοσίου γνώμην ἔμαθεν, οὐ πρότερον ἀνῆκεν ἐνεδρεύουσά τε τὸν παῖδα καὶ φονίοις τισὶν ἐπιβουλαῖς αὐτὸν μετιοῦσα, ἕως καταπράξασθαι ἴσχυσεν αὐτὸν μὲν ἐνθένδε ἀπαλλαγέντα ἐς Βυζάντιον ὁδῷ ἰέναι, οὐκέτι φέρειν τὰς ἐνέδρας οἷόν τε ὄντα, τὸν δὲ Θεοδόσιον ἐς τὴν Ἰταλίαν παρ’ αὐτὴν ἥκειν.οὗ δὴ κατακόρως τῆς τε τοῦ ἐρωμένου διατριβῆς καὶ τῆς τοῦ ἀνδρὸς εὐηθείας ἀποναμένη χρόνῳ ὕστερον ξὺν ἀμφοῖν ἐς Βυζάντιον ἧκεν.ἔνθα δὴ Θεοδόσιον ἐδεδίσσετο τὸ συνειδέναι καὶ ἔστρεφεν αὐτοῦ τὴν διάνοιαν. λήσειν γὰρ ἐς τὸ παντελὲς οὐδαμῆ ᾤετο, ἐπεὶ τὴν γυναῖκα ἑώρα οὐκέτι τὸ πάθος ἐγκρυφιάζειν οἵαν τε οὖσαν, οὐδὲ κεκρυμμένως ἐξερρωγέναι, ἀλλὰ διαρρήδην μοιχαλίδα εἶναί τε καὶ ὀνομάζεσθαι ὡς ἥκιστα ἀπαξιοῦσαν.διὸ δὴ αὖθις ἐς τὴν Ἔφεσον ἀφικόμενος καὶ ἀποθριξάμενος ᾗπερ εἴθισται ἐνέγραψεν εἰς τοὺς μοναχοὺς καλουμένους αὑτόν.τότε δὴ κατ’ ἄκρας ἐμάνη καὶ τὴν ἐσθῆτα ξὺν τῇ διαίτῃ ἐς τρόπον μεταβαλοῦσα τὸν πένθιμον περιῄει συχνὰ κατὰ τὴν οἰκίαν κωκύουσα, ὀλολυγῇ τε κεχρημένη ὠλοφύρετο οὐκ ἀπολελειμμένου τἀνδρὸς, ὁποῖον αὐτῇ ἀγαθὸν ὠλώλει, ὡς πιστὸν, ὡς εὔχαριν, ὡς εὐνοϊκὸν, ὡς δραστήριον.τελευτῶσα δὲ καὶ τὸν ἄνδρα ἐς ταύτας δὴ ἐπαγαγομένη τὰς ὀλοφύρσεις ἐκάθισεν. ἔκλαε γοῦν ὁ ταλαίπωρος τὸν ποθεινὸν ἀνακαλῶν Θεοδόσιον.ὕστερον δὲ καὶ εἰς βασιλέα ἐλθὼν, αὐτόν τε καὶ τὴν βασιλίδα ἱκετεύων, ἀνέπεισε Θεοδόσιον μεταπέμψασθαι ἅτε ἀναγκαῖον αὐτῷ κατὰ τὴν οἰκίαν ὄντα τε καὶ ἐσόμενον.