Πάλαι μὲν Οὔννων, τῶν τότε Κιμμερίων καλουμένων, πολύς τις ὅμιλος τὰ χωρία ταῦτα ἐνέμοντο ὧν ἄρτι ἐμνήσθην, βασιλεύς τε εἷς ἅπασιν ἐφειστήκει.καί ποτέ τις αὐτῶν τὴν ἀρχὴν ἔσχεν, ᾧ δὴ παῖδες ἐγένοντο δύο, ἅτερος μὲν Οὐτιγοὺρ ὄνομα, Κουτριγοὺρ δὲ ὁ ἕτερος.οἵπερ, ἐπειδὴ αὐτοῖν ὁ πατὴρ τὸν βίον συνεμετρήσατο, τήν τε ἀρχὴν ἄμφω ἐν σφίσιν αὐτοῖς διεδάσαντο καὶ τὴν ἐπωνυμίαν τοῖς ἀρχομένοις αὐτοῖς ἔδοσαν·οἱ μὲν γὰρ Οὐτίγουροι, οἱ δὲ Κουτρίγουροι καὶ ἐς ἐμὲ ὀνομάζονται. οὗτοι μὲν ἅπαντες τῇδε ᾤκηντο, κοινὰ μὲν τὰ ἐπιτηδεύματα ξύμπαντα ἔχοντες, οὐκ ἐπιμιγνύμενοι δὲ ἀνθρώποις οἳ δὴ τῆς τε Λίμνης καὶ τῆς ἐνθένδε ἐκροῆς ἐς τὰ ἐπὶ θάτερα ἵδρυντο, ἐπεὶ οὔτε διέβαινόν ποτε τὰ ὕδατα ταῦτα οὔτε διαβατὰ εἶναι ὑπώπτευον, πρὸς τὰ εὐκολώτατα περίφοβοι ὄντες, τῷ μηδὲ ἀποπειράσασθαι αὐτῶν πώποτε, ἀλλ’ ἀμελέτητοι τῆς διαβάσεως παντάπασιν εἶναι.Λίμνην δὲ τὴν Μαιῶτιν καὶ τὴν ἐξ αὐτῆς ἐκβολὴν ὑπερβάντι εὐθὺς μὲν ἐς αὐτήν που τὴν ταύτης ἀκτὴν οἱ Τετραξῖται καλούμενοι Γότθοι τὸ παλαιὸν ᾤκηντο, ὧν ἐπεμνήσθην ἀρτίως· πολλῷ δὲ αὐτῶν ἄποθεν Γότθοι τε καὶ Οὐισίγοτθοι καὶ Βανδίλοι καὶ τὰ ἄλλα Γοτθικὰ γένη ξύμπαντα ἵδρυντο.οἳ δὴ καὶ Σκύθαι ἐν τοῖς ἄνω χρόνοις ἐπεκαλοῦντο, ἐπεὶ πάντα τὰ ἔθνη ἅπερ τὰ ἐκείνῃ χωρία εἶχον, Σκυθικὰ μὲν ἐπὶ κοινῆς ὀνομάζεται, ἔνιοι δὲ αὐτῶν Σαυρομάται ἢ Μελάγχλαινοι, ἢ ἄλλο τι ἐπεκαλοῦντο.Προϊόντος δὲ τοῦ χρόνου, φασίν, εἴπερ ὁ λόγος ὑγιής ἐστι, τῶν μὲν Κιμμερίων νεανίας τινὰς ἐν κυνηγεσίῳ διατριβὴν ἔχειν, ἔλαφον δὲ μίαν πρὸς αὐτῶν φεύγουσαν ἐς τὰ ὕδατα ἐσπηδῆσαι ταῦτα.τούς τε νεανίας, εἴτε φιλοτιμίᾳ εἴτε φιλονεικίᾳ τινὶ ἐχομένους, ἢ καί τι δαιμόνιον αὐτοὺς κατηνάγκασε, τῇ ἐλάφῳ ἐπισπέσθαι ταύτῃ, μηχανῇ τε μεθίεσθαι αὐτῆς οὐδεμιᾷ, ἕως ξὺν αὐτῇ ἐς τὴν ἀντιπέρας ἀκτὴν ἵκοντο.καὶ τὸ μὲν διωκόμενον ὅ τι ποτ’ ἦν εὐθὺς ἀφανισθῆναι· ʽδοκεῖν γάρ μοι οὐδὲ ἄλλου του ἕνεκα ἐνταῦθα ἐφάνη, ὅτι μὴ τοῦ γενέσθαι κακῶς τοῖς τῇδε ᾠκημένοις βαρβάροισ̓ τοὺς δὲ νεανίας τοῦ μὲν κυνηγεσίου ἀποτυχεῖν, μάχης δὲ ἀφορμὴν καὶ λείας εὑρέσθαι.ἐς ἤθη γὰρ τὰ πάτρια ὅτι τάχιστα ἐπανήκοντες ἔνδηλα πᾶσι Κιμμερίοις πεποίηνται ὅτι δὴ ταῦτα βατὰ σφίσι τὰ ὕδατα εἴη. ἀνελόμενοι οὖν αὐτίκα τὰ ὅπλα πανδημεί τε διαβάντες ἐγένοντο μελλήσει οὐδεμιᾷ ἐν τῇ ἀντιπέρας ἠπείρῳ, Βανδίλων μὲν ἤδη ἐνθένδε ἀναστάντων ἐπί τε Λιβύης ἱδρυσαμένων, ἐν Ἱσπανίᾳ δὲ Οὐισιγότθων οἰκησαμένων.Γότθοις οὖν τοῖς ἐς τὰ τῇδε ᾠκημένοις πεδία ἐξαπιναίως ἐπιπεσόντες πολλοὺς μὲν ἔκτειναν, τοὺς δὲ λοιποὺς ἐτρέψαντο ἅπαντας.ὅσοι τε αὐτοὺς διαφυγεῖν ἴσχυσαν, ξὺν παισί τε καὶ γυναιξὶν ἐνθένδε ἀναστάντες ἀπέλιπον μὲν τὰ πάτρια ἤθη, διαπορθμευσάμενοι δὲ ποταμὸν Ἴστρον ἐν γῇ τῇ Ῥωμαίων ἐγένοντο.Καὶ πολλὰ μὲν τοὺς ταύτῃ ᾠκημένους δεινὰ ἔδρασαν, μετὰ δὲ δόντος βασιλέως ᾠκήσαντο ἐς τὰ ἐπὶ Θρᾴκης χωρία, καὶ τὰ μὲν ξυνεμάχουν Ῥωμαίοις, τάς τε συντάξεις ὥσπερ οἱ ἄλλοι στρατιῶται πρὸς βασιλέως κομιζόμενοι ἀνὰ πᾶν ἔτος καὶ φοιδερᾶτοι ἐπικληθέντες· οὕτω γὰρ αὐτοὺς τότε Λατίνων φωνῇ ἐκάλεσαν Ῥωμαῖοι, ἐκεῖνο, οἶμαι, παραδηλοῦντες, ὅτι δὴ οὐχ ἡσσημένοι αὐτῶν τῷ πολέμῳ Γότθοι, ἀλλ’ ἐπὶ ξυνθήκαις τισὶν ἔνσπονδοι·ἐγένοντο σφίσι· φοίδερα γὰρ Λατῖνοι τὰς ἐν πολέμῳ καλοῦσι ξυνθήκας, ᾗπέρ μοι ἐν τοῖς ἔμπροσθεν δεδήλωται λόγοις· τὰ δὲ καὶ πόλεμον πρὸς αὐτοὺς διέφερον οὐδενὶ λόγῳ, ἕως ᾤχοντο ἀπιόντες ἐς Ἰταλίαν, Θευδερίχου ἡγουμένου σφίσι. τὰ μὲν οὖν τῶν Γότθων τῇδε κεχώρηκεν.Οὖννοι δὲ αὐτῶν τοὺς μὲν κτείναντες, τοὺς δέ, ὥσπερ ἐρρήθη, ἐξαναστήσαντες τὴν χώραν ἔσχον. καὶ αὐτῶν Κουτρίγουροι μὲν παῖδάς τε καὶ γυναῖκας μεταπεμψάμενοι ἐνταῦθα ἱδρύσαντο,οὗ δὴ καὶ ἐς ἐμὲ ᾤκηνται. καὶ δῶρα μὲν πολλὰ πρὸς βασιλέως ἀνὰ πᾶν ἔτος κομίζονται, καὶ ὣς δὲ διαβαίνοντες ποταμὸν Ἴστρον καταθέουσιν ἐσαεὶ τὴν βασιλέως χώραν,ἔνσπονδοί τε καὶ πολέμιοι Ῥωμαίοις ὄντες. Οὐτίγουροι δὲ ξὺν τῷ ἡγουμένῳ ἐπ’ οἴκου ἀπεκομίζοντο, μόνοι τὸ λοιπὸν ἐνταῦθα καθιζησόμενοι.οἵπερ ἐπειδὴ Λίμνης τῆς Μαιώτιδος ἀγχοῦ ἐγένοντο, Γότθοις ἐνταῦθα τοῖς Τετραξίταις καλουμένοις ἐνέτυχον.καὶ τὰ μὲν πρῶτα φραξάμενοι ταῖς ἀσπίσιν οἱ Γότθοι ἀντικρὺ τοῖς ἐπιοῦσιν ὡς ἀμυνόμενοι ἔστησαν, σθένει τε τῷ σφετέρῳ καὶ χωρίου ἰσχύϊ θαρσοῦντες· αὐτοὶ γὰρ ἀλκιμώτατοι ἁπάντων εἰσὶ τῶν τῇδε βαρβάρων.καὶ ἡ πρώτη τῆς Μαιώτιδος ἐκροή, οὗ δὴ τότε οἱ Τετραξῖται Γότθοι ἵδρυντο, ἐν κόλπῳ ξυνιοῦσα μηνοειδεῖ, περιβαλοῦσά τε αὐτοὺς ἐκ τοῦ ἐπὶ πλεῖστον, μίαν ἐπ’ αὐτοὺς εἴσοδον οὐ λίαν εὐρεῖαν τοῖς ἐπιοῦσι παρείχετο.ὕστερον δὲ ʽοὔτε γὰρ Οὖννοι χρόνον τινὰ τρίβεσθαι σφίσιν ἐνταῦθα ἤθελον, οἵ τε Γότθοι τῷ τῶν πολεμίων ὁμίλῳ ἐπὶ πολὺ ἀνθέξειν οὐδαμῆ ἤλπιζον’ ἐς λόγους ἀλλήλοις ξυνίασιν, ἐφ’ ᾧ ἀναμιχθέντες κοινῇ ποιήσονται τὴν διάβασιν, καὶ οἱ Γότθοι ἱδρύσονται μὲν ἐν τῇ ἀντιπέρας ἠπείρῳ παρ’ αὐτὴν τῆς ἐκβολῆς μάλιστα τὴν ἀκτήν, ἵνα δὴ καὶ τανῦν ἵδρυνται, φίλοι δὲ καὶ ξύμμαχοι τὸ λοιπὸν Οὐτιγούροις ὄντες ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ σφίσιν ἐνταῦθα βιώσονται τὸν πάντα αἰῶνα.