Γότθους μὲν ἐς εὐτολμίαν ἡ τῶν παρόντων ἀπόγνωσις ὥρμα, Ῥωμαῖοι δὲ αὐτούς, καίπερ ἀπονενοημένους ὁρῶντες, ὑφίσταντο δυνάμει τῇ πάσῃ, τοῖς καταδεεστέροις ἐρυθριῶντες ὑποχωρεῖν, ἀμφότεροί τε θυμῷ ἐπὶ τοὺς πέλας πολλῷ ἵεντο, οἱ μὲν θανατῶντες,οἱ δὲ ἀρετῶντες. καὶ ἡ μὲν μάχη πρωὶ ἤρξατο, Τεΐας δὲ πᾶσιν ἔνδηλος γεγενημένος καὶ τὴν μὲν ἀσπίδα προβεβλημένος, ἐπανατεινόμενος δὲ τὸ δόρυ, πρῶτος ξὺν ὀλίγοις τισὶ τῆς φάλαγγος ἔστη.Ῥωμαῖοι δὲ αὐτὸν ἰδόντες, οἰόμενοί τε, ἢν αὐτὸς πέσῃ, διαλυθήσεσθαι τὴν ξυμβολὴν σφίσιν αὐτίκα δὴ μάλα, ξυνίσταντο ἐπ’ αὐτὸν ὅσοι ἀρετῆς μετεποιοῦντο, παμπληθεῖς ὄντες, καὶ τὰ δόρατα ἐς αὐτὸν ἅπαντες οἱ μὲν ὤθουν, οἱ δὲ ἐσηκόντιζον.αὐτὸς δὲ ὑπὸ τῇ ἀσπίδι κεκαλυμμένος ταύτῃ μὲν τὰ δόρατα ἐδέχετο πάντα, ἐμπίπτων δὲ αὐτοὺς ἐκ τοῦ αἰφνιδίου πολλοὺς διεχρῆτο.καὶ ὁπηνίκα οἱ τὴν ἀσπίδα ἔμπλεων οὖσαν πεπηγότων δοράτων θεῷτο, τῶν τινὶ ὑπασπιστῶν ταύτην παραδιδοὺς ἑτέραν ᾑρεῖτο.οὕτω μαχόμενος ἐς τῆς ἡμέρας τὸ τριτημόριον διαγέγονε, καὶ τότε δὴ δώδεκα μὲν αὐτῷ δόρατα ἐμπεπηγότα ἡ ἀσπὶς εἶχε, κινεῖν δὲ αὐτὴν ὅπη βούλοιτο καὶ ἀποκρούεσθαι τοὺς ἐπιόντας οὐκέτι ἴσχυε.τῶν δέ τινα ὑπασπιστῶν μετεκάλει σπουδῇ, οὐ τὴν τάξιν λιπὼν οὐδὲ ὅσον ἄχρι ἐς δάκτυλον ἕνα οὐδὲ ἀναποδίσας, ἢ τοὺς πολεμίους ἐπὶ τὰ πρόσω ἐπαγαγόμενος, οὐδὲ ἐπιστραφείς, οὐδὲ τὰ νῶτα τῇ ἀσπίδι ἐρείσας, οὐ μὴν οὐδὲ πλάγιος γεγονώς, ἀλλ’ ὥσπερ τῷ ἐδάφει ἐρηρεισμένος αὐτοῦ μετὰ τῆς ἀσπίδος εἱστήκει, κτείνων τε τῇ δεξιᾷ χειρὶ καὶ ἀποκρουόμενος τῇ λαιᾷ καὶ ἀνακαλῶν τὸ τοῦ ὑπασπιστοῦ ὄνομα.καὶ ὁ μὲν αὐτῷ μετὰ τῆς ἀσπίδος παρῆν, ὁ δὲ ταύτην εὐθὺς τῆς βαρυνομένης τοῖς δόρασιν ἀντηλλάσσετο.ἐν τούτῳ δέ οἱ χρόνου τινὰ βραχεῖαν στιγμὴν γυμνῷ γενέσθαι τὰ στέρνα ξυνέβη, τύχῃ τέ οἱ ξυνέπεσε τότε ἀκοντίῳ βεβλῆσθαι καὶ ἀπ’ αὐτοῦ εὐθυωρὸν θνήσκει.καὶ αὐτοῦ τὴν κεφαλὴν ἐπὶ κοντοῦ μετεωρίσαντες τῶν Ῥωμαίων τινὲς στρατιᾷ ἑκατέρᾳ περιιόντες ἐδείκνυον, Ῥωμαίοις μέν, ὅπως δὴ θαρσήσωσι μᾶλλον, Γότθοις δέ, ὅπως ἀπογνόντες τὸν πόλεμον καταλύσωσιν.Οὐ μὴν οὐδ’ ὣς τὴν ξυμβολὴν κατέλυσαν Γότθοι, ἀλλ’ ἄχρι ἐς νύκτα ἐμάχοντο, καίπερ ἐξεπιστάμενοι τὸν βασιλέα τεθνάναι σφίσιν. ἐπειδὴ δὲ ξυνεσκόταζεν, αὐτοῦ ἑκάτεροι διαλυθέντες ἐν τῇ τῶν ὅπλων σκευῇ ἐνυκτέρευσαν.ἡμέρᾳ δὲ τῇ ἐπιγενομένῃ ἀναστάντες ὄρθρου τρόπῳ τῷ αὐτῷ αὖθις ἐτάξαντο καὶ μέχρι ἐς νύκτα ἐμάχοντο, καὶ οὔτε ὑπεχώρουν ἀλλήλοις οὔτε πη ἐτρέποντο ἢ ἀνεπόδιζον, καίπερ ἀμφοτέρωθεν κτεινομένων πολλῶν, ἀλλ’ ἀπηγριωμένοι τῷ ἐς ἀλλήλους ἀπηνεῖ ἔργου εἴχοντο, Γότθοι μὲν εὖ εἰδότες ὅτι δὴ τὴν ὑστάτην διαφέρουσι μάχην, Ῥωμαῖοι δὲ αὐτῶν ἐλασσοῦσθαι ἀπαξιοῦντες.ἐν ὑστάτῳ δὲ οἱ βάρβαροι παρὰ τὸν Ναρσῆν πέμψαντες τῶν λογίμων τινὰς μεμαθηκέναι μὲν ἔλεγον ὡς πρὸς τὸν θεὸν σφίσιν ὁ ἀγὼν γένοιτο· αἰσθάνεσθαι γὰρ τὴν ἀντιταχθεῖσαν αὐτοῖς δύναμιν· καὶ τοῖς ξυμπεσοῦσι ξυμβάλλοντες τὴν τῶν πραγμάτων ἀλήθειαν γνωσιμαχεῖν τὸ λοιπὸν βούλεσθαι καὶ ἀπολιπεῖν τὴν ἀγώνισιν, οὐ μέντοι βασιλεῖ ἐπακούσοντες, ἀλλὰ ξὺν τῶν ἄλλων βαρβάρων τισὶν αὐτόνομοι βιοτεύσοντες, ἐδέοντό τε εἰρηναίαν σφίσι τὴν ἀναχώρησιν ἐνδοῦναι Ῥωμαίους, οὐ φθονοῦντας αὐτοῖς λογισμοῦ σώφρονος, ἀλλὰ καὶ χρήμασι τοῖς αὐτῶν ὥσπερ ἐφοδίοις αὐτοὺς δωρουμένους, ὅσα δὴ ἐν τοῖς ἐπὶ τῆς Ἰταλίας φρουρίοις αὐτῶν ἕκαστος ἐναποθέμενος ἔτυχε πρότερον.ταῦτα ὁ μὲν Ναρσῆς ἐν βουλῇ ἐποιεῖτο. Ἰωάννης δὲ ὁ Βιταλιανοῦ παρῄνει δέησιν ἐνδέχεσθαι τήνδε, καὶ μὴ περαιτέρω θανατῶσιν ἀνθρώποις διὰ μάχης ἰέναι, μηδὲ ἀποπειράσασθαι τόλμης ἐν ἀπογνώσει φυομένης τοῦ βίου, ἣ καὶ τοῖς αὐτῆς ἐχομένοις καὶ τοῖς ὑπαντιάζουσι χαλεπὴ γίνεται.“Ἀρκεῖ γάρ,” ἔφη, “τοῖς γε σώφροσι τὸ νικᾶν, τὸ δὲ ὑπεράγαν ἐθέλειν ἴσως ἄν τῳ καὶ ἐς τὸ ἀξύμφορον τρέποιτο.”Πείθεται τῇ ὑποθήκῃ Ναρσῆς, καὶ ξυνέβησαν ἐφ’ ᾧ τῶν βαρβάρων οἱ ἀπολελειμμένοι χρήματα κεκομισμένοι τὰ αὐτῶν ἴδια ἐκ πάσης ἀπαλλάξονται Ἰταλίας εὐθύς, πόλεμόν τε μηχανῇ οὐδεμιᾷ πρὸς Ῥωμαίους διοίσουσιν ἔτι.Γότθοι μὲν οὖν μεταξὺ χίλιοι τοῦ στρατοπέδου ἐξαναστάντες ἐς Τικινόν τε πόλιν καὶ χωρία τὰ ὑπὲρ ποταμὸν Πάδον ἐχώρησαν, ὧν ἄλλοι τε ἡγοῦντο καὶ Ἰνδούλφ, οὗπερ πρότερον ἐπεμνήσθην.οἱ δὲ λοιποὶ ἅπαντες ὅρκια δόντες τὰ ξυγκείμενα πάντα ἐπέρρωσαν. οὕτω τε καὶ Κύμην καὶ τὰ λοιπὰ πάντα ἐξεῖλον Ῥωμαῖοι, καὶ τὸ ὀκτωκαιδέκατον ἔτος ξυνετελεύτα τῷ Γοτθικῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψεν.