Τότε δὴ τοῖς ἀνθρώποις διαφανέστατα ἐπιδέδεικται ὡς ἅπασιν, οἷσπερ ἔδει γενέσθαι κακῶς, καὶ τὰ εὐτυχήματα δοκοῦντα εἶναι εἰς ὄλεθρον ἀποκέκριται, κατὰ νοῦν τε ἀπαλλάξαντες ἴσως τῇ τοιαύτῃ εὐημερίᾳ ξυνδιαφθείρονται.Ῥωμαίων γὰρ τῇ τε ξυγκλήτῳ βουλῇ καὶ τῷ δήμῳ τὴν νίκην τήνδε πολλῷ ἔτι μᾶλλον φθόρου αἰτίαν ξυνηνέχθη γενέσθαι τρόπῳ τοιῷδε.Γότθοι μὲν φεύγοντες καὶ τὴν Ἰταλίας ἐπικράτησιν ἀπογνόντες, ὁδοῦ ποιούμενοι πάρεργον, τοὺς παρατυχόντας σφίσι Ῥωμαίους οὐδεμιᾷ διεχρῶντο φειδοῖ.οἱ δὲ βάρβαροι τοῦ Ῥωμαίων στρατοῦ ὡς πολεμίοις ἐχρῶντο πᾶσιν οἷς ἂν ἐντύχοιεν ἐν τῇ ἐς τὴν πόλιν εἰσόδῳ.πρὸς δὲ καὶ τόδε αὐτοῖς ξυνηνέχθη γενέσθαι. πολλοὶ τῶν ἀπὸ τῆς ξυγκλήτου βουλῆς, τοῦτο Τουτίλᾳ δεδογμένον, τὰ πρότερα ἔμενον ἐς τὰ ἐπὶ Καμπανίας χωρία.ὧνπέρ τινες, ἐπεὶ Ῥώμην ἔχεσθαι πρὸς τοῦ βασιλέως στρατοῦ ἔγνωσαν, ἐκ Καμπανίας ἐξαναστάντες ἐς αὐτὴν ᾔεσαν. ὃ δὴ Γότθοι μαθόντες, ὅσοι ἐν τοῖς ταύτῃ ὀχυρώμασιν ἐτύγχανον ὄντες, ἅπαντα διερευνώμενοι τὰ ἐκείνῃ χωρία τοὺς πατρικίους ἅπαντας ἔκτειναν. ἐν τοῖς καὶ Μάξιμος ἦν, οὗπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην.ἐτύγχανε δὲ καὶ Τουτίλας, ἡνίκα Ναρσῇ ὑπαντιάσων ἐνθένδε ᾔει, τῶν ἐκ πόλεως ἑκάστης δοκίμων Ῥωμαίων τοὺς παῖδας ἀγείρας καὶ αὐτῶν ἐς τριακοσίους ἀπολεξάμενος, οὕσπερ μάλιστα τὸ σῶμα καλοὺς ᾤετο εἶναι, τοῖς μὲν γειναμένοις ὅτι δὴ αὐτῷ ξυνδιαιτήσονται ὑπειπών,ὁμήρους δέ οἱ λόγῳ τῷ ἀληθεῖ ἐσομένους. καὶ αὐτοὺς Τουτίλας μὲν τότε ὑπὲρ ποταμὸν Πάδον ἐκέλευσεν εἶναι, Τεΐας δὲ τανῦν ἐνταῦθα εὑρὼν ἅπαντας ἔκτεινε.Ῥάγναρίς τε, Γότθος ἀνήρ, ὅσπερ ἡγεῖτο τοῦ ἐν Ταραντηνοῖς φυλακτηρίου, καίπερ τὰ πιστὰ γνώμῃ βασιλέως πρὸς τοῦ Πακουρίου κεκομισμένος, Ῥωμαίοις τε προσχωρήσειν ὁμολογήσας, ᾗπέρ μοι ἔμπροσθεν εἴρηται, παρασχόμενος δὲ καὶ Γότθους ἓξ ἐν ὁμήρων λόγῳ ἐπὶ ταύτῃ δὴ τῇ ὁμολογίᾳ Ῥωμαίοις, ἐπειδὴ Τεΐαν ἤκουσε βασιλέα καταστάντα Γότθοις τούς τε Φράγγους ἐς ἐπικουρίαν ἐπαγαγέσθαι καὶ παντὶ τῷ στρατῷ τοῖς πολεμίοις ἐθέλειν ὁμόσε ἰέναι, μεταπορευθεὶς τὴν βουλὴν ἐπιτελεῖν τὰ ὡμολογημένα οὐδαμῆ ἤθελε.σπουδάζων δὲ καὶ διατεινόμενος τοὺς ὁμήρους ἀπολαβεῖν ἐπενόει τάδε. πέμψας παρὰ τὸν Πακούριον ᾔτει σταλῆναί οἱ τῶν Ῥωμαίων στρατιωτῶν ὀλίγους τινάς, ἐφ’ ᾧ ξὺν τῷ ἀσφαλεῖ ἔς τε τὸν Δρυοῦντα ἰέναι σφίσι δυνατὰ εἴη ἐνθένδε τε διαπορθμευσαμένοις τὸν Ἰόνιον κόλπον ἐπὶ Βυζαντίου κομίζεσθαι.ὁ μὲν οὖν Πακούριος μακρὰν ἀπολελειμμένος τῶν τῷ ἀνθρώπῳ βεβουλευμένων τῶν οἱ ἑπομένων πεντήκοντα στέλλει.ὁ δὲ αὐτοὺς τῷ φρουρίῳ δεξάμενος καθεῖρξεν εὐθύς, τῷ τε Πακουρίῳ ἐσήμαινεν ὡς, εἴπερ αὐτῷ τοὺς στρατιώτας βουλομένῳ εἴη τοὺς αὑτοῦ ῥύεσθαι, ἀποδιδόναι δεήσει τοὺς Γότθων ὁμήρους.ταῦτα ἀκούσας Πακούριος ὀλίγους μέν τινας ἐπὶ τῇ τοῦ Δρυοῦντος φυλακῇ εἴασε, παντὶ δὲ τῷ ἄλλῳ στρατῷ ἐπὶ τοὺς πολεμίους αὐτίκα ᾔει.Ῥάγναρις δὲ τοὺς μὲν πεντήκοντα μελλήσει οὐδεμιᾷ ἔκτεινεν, ὡς ὑπαντιάσων δὲ τοῖς πολεμίοις ἐκ τοῦ Τάραντος τοὺς Γότθους ἐξῆγεν. ἐπειδή τε ἀλλήλοις ξυνέμιξαν, ἡσσῶνται Γότθοι.Ῥάγναρίς τε αὐτοῦ ἀποβαλὼν πλείστους ξὺν τοῖς καταλοίποις δρασμῷ εἴχετο. ἐς μέντοι τὸν Τάραντα εἰσελθεῖν οὐδαμῆ ἴσχυσε, πανταχόθεν αὐτὸν περιβεβλημένων Ῥωμαίων, ἀλλ’ ἐς Ἀχεροντίδα ἐλθὼν ἔμεινε.ταῦτα μὲν οὖν τοιαύτῃ ἐγεγόνει. Ῥωμαῖοι δὲ οὐ πολλῷ ὕστερον τόν τε Πόρτον πολιορκήσαντες ὁμολογίᾳ εἷλον καὶ φρούριον ἐν Τούσκοις, ὃ δὴ Νέπα καλοῦσι, καὶ τὸ ἐν Πέτρᾳ τῇ Περτούσῃ ὀνομαζομένῃ ὀχύρωμα.Τεΐας δὲ ʽοὐ γὰρ ἀξιομάχους τῷ Ῥωμαίων στρατῷ Γότθους κατὰ μόνας ᾤετο εἶναἰ παρὰ Θευδίβαλδον τὸν Φράγγων ἄρχοντα ἔπεμψε, χρήματα πολλὰ προτεινόμενος ἐπί τε ξυμμαχίαν παρακαλῶν.ἀλλὰ Φράγγοι τὰ ξύμφορα, οἶμαι, βεβουλευμένοι οὔτε ὑπὲρ τῆς Γότθων οὔτε ὑπὲρ τῆς τῶν Ῥωμαίων ὠφελείας ἐβούλοντο θνήσκειν, ἀλλὰ σφίσιν αὐτοῖς προσποιεῖν Ἰταλίαν ἐν σπουδῇ εἶχον, καὶ τούτου δὴ ἕνεκα τοὺς ἐν πολέμῳ κινδύνους ὑφίστασθαι ἤθελον. ἐτύγχανεδὲ Τουτίλας ἔνια μὲν τῶν χρημάτων ἐν Τικινῷ καταθέμενος, ᾗπέρ μοι ἔμπροσθεν εἴρηται, τὰ δὲ πλεῖστα ἐν φρουρίῳ ἐχυρῷ μάλιστα, ὅπερ ἐν Κύμῃ τῇ ἐπὶ Καμπανίας ξυμβαίνει εἶναι, καὶ φρουροὺς ἐνταῦθα καταστησάμενος, ἄρχοντά τε αὐτοῖς τὸν ἀδελφὸν τὸν αὑτοῦ ξὺν Ἡρωδιανῷ ἐπιστήσας.τούτους δὴ βουλόμενος ὁ Ναρσῆς ἐξελεῖν ἐς Κύμην τινὰς τοὺς τὸ φρούριον πολιορκήσοντας ἔπεμψεν, αὐτὸς δὲ Ῥώμην διακοσμῶν αὐτοῦ ἔμεινε. καὶ ἄλλους στείλας ἐκέλευε Κεντουκέλλας πολιορκεῖν.Τεΐας δὲ ἀμφὶ τοὺς ἐν Κύμῃ φρουροὺς καὶ τὰ χρήματα δείσας, ἀπογνούς τε τὴν ἀπὸ τῶν Φράγγων ἐλπίδα, τούς οἱ ἑπομένους διέτασσεν ὡς τοῖς πολεμίοις ὁμόσε χωρήσων.Ὧνπερ αἰσθόμενος ὁ Ναρσῆς Ἰωάννην τε τὸν Βιταλιανοῦ ἀδελφιδοῦν καὶ Φιλημοὺθ ξὺν τῷ οἰκείῳ στρατεύματι ἐς τὰ ἐπὶ Τουσκίας χωρία ἰέναι κελεύει, ἐνταῦθά τε καθιζησομένους καὶ τοῖς ἐναντίοις ἀναχαιτίσοντας τὴν ἐπὶ Καμπανίας ὁδόν, ὅπως οἱ Κύμην πολιορκοῦντες ἀδεέστερον αὐτὴν ἢ βίᾳ ἢ ὁμολογίᾳ ἐξελεῖν δύναιντο.