τούς τε αὐτῶν πατέρας ἔκτεινον εὐθύς, τοῦ μὴ αὐτῶν τινὰς τίσασθαί ποτε τῆς ἐς τοὺς παῖδας ἀδικίας τὸν βασιλέα ἐγχειριεῖν, μηδὲ ὑπόπτους αὐτοῖς τῶν κατηκόων τινὰς ἐνταῦθα εἶναι. ἥ τε τῶν υἱέων εὐμορφία σφίσιν ἐς τὸν ὄλεθρον ἀπεκρίνετο·διεφθείροντο γὰρ οἱ ταλαίπωροι, παίδων θανάσιμον δεδυστυχηκότες εὐπρέπειαν. καὶ ἀπ’ αὐτοῦ τῶν ἐν Ῥωμαίοις εὐνούχων οἱ πλεῖστοι καὶ οὐχ ἥκιστα ἐν τῇ βασιλέως αὐλῇ γένος Ἀβασγοὶ ἐτύγχανον ὄντες.Ἐπὶ τούτου δὲ Ἰουστινιανοῦ βασιλεύοντος ἅπαντα Ἀβασγοῖς ἐπὶ τὸ ἡμερώτερον τετύχηκε μεταμπίσχεσθαι.τά τε γὰρ Χριστιανῶν δόγματα εἵλοντο καὶ αὐτοῖς Ἰουστινιανὸς βασιλεὺς τῶν τινὰ ἐκ Παλατίου εὐνούχων στείλας, Ἀβασγὸν γένος, Εὐφρατᾶν ὄνομα, τοῖς αὐτῶν βασιλεῦσι διαρρήδην ἀπεῖπε μηδένα τὸ λοιπὸν ἐν τούτῳ τῷ ἔθνει τὴν ἀρρενωπίαν ἀποψιλοῦσθαι, σιδήρῳ βιαζομένης τῆς φύσεως. ὃ δὴ ἄσμενοι Ἀβασγοὶ ἤκουσαν,καὶ τῇ τοῦ Ῥωμαίων βασιλέως ἐπιτάξει θαρροῦντες ἤδη τὸ ἔργον τοῦτο σθένει παντὶ διεκώλυον. ἐδεδίει γὰρ αὐτῶν ἕκαστος μή ποτε παιδίου πατὴρ εὐπρεποῦς γένηται.τότε δὴ Ἰουστινιανὸς βασιλεὺς καὶ ἱερὸν τῆς θεοτόκου ἐν Ἀβασγοῖς οἰκοδομησάμενος, ἱερεῖς τε αὐτοῖς καταστησάμενος, διεπράξατο ἅπαντα αὐτοὺς ἤθη τῶν Χριστιανῶν ἐκδιδάσκεσθαι, τούς τε βασιλεῖς ἄμφω Ἀβασγοὶ καθελόντες αὐτίκα ἐν ἐλευθερίᾳ βιοτεύειν ἐδόκουν. ταῦτα μὲν οὖν τῇδε ἐχώρησε.Μετὰ δὲ τοὺς Ἀβασγῶν ὅρους κατὰ μὲν ὄρος τὸ Καυκάσιον Βροῦχοι ᾤκηνται, Ἀβασγῶν τε καὶ Ἀλανῶν μεταξὺ ὄντες, κατὰ δὲ τὴν παραλίαν Πόντου τοῦ Εὐξείνου Ζῆχοι ἵδρυνται.τοῖς δὲ δὴ Ζήχοις κατὰ μὲν παλαιὸν ὁ Ῥωμαίων αὐτοκράτωρ βασιλέα καθίστη, τὸ δὲ νῦν οὐδ’ ὁτιοῦν Ῥωμαίοις ἐπακούουσιν οἱ βάρβαροι οὗτοι.μετὰ δὲ αὐτοὺς Σαγίναι μὲν οἰκοῦσι, μοῖραν δὲ αὐτῶν τῆς παραλίας Ῥωμαῖοι ἐκ παλαιοῦ ἔσχον.φρούριά τε δειμάμενοι ἐπιθαλασσίδια δύο, Σεβαστόπολίν τε καὶ Πιτιοῦντα, δυοῖν ἡμέραιν ὁδῷ ἀλλήλοιν διέχοντα, φρουρὰν ἐνταῦθα στρατιωτῶν τὸ ἐξ ἀρχῆς κατεστήσαντο.τὰ μὲν γὰρ πρότερα κατάλογοι Ῥωμαίων στρατιωτῶν τὰ ἐπὶ τῆς ἀκτῆς πάντα χωρία ἐκ τῶν Τραπεζοῦντος ὁρίων ἄχρι ἐς τοὺς Σαγίνας εἶχον, ᾗπέρ μοι εἴρηται· νῦν δὲ μόνα τὰ δύο ταῦτα φρούρια ἐλέλειπτο σφίσιν, οὗ δὴ τὰ φυλακτήρια καὶ ἐς ἐμὲ εἶχον, ἐπειδὴ Χοσρόης, ὁ Περσῶν βασιλεύς, Λαζῶν αὐτὸν ἐπαγαγομένων ἐς τὴν Πέτραν, στράτευμα Περσῶν ἐνταῦθα στέλλειν ἐν σπουδῇ εἶχε, τούς τε τὰ φρούρια ταῦτα καθέξοντας καὶ καθιζησομένους ἐν τοῖς ἐνταῦθα φυλακτηρίοις.ἅπερ ἐπεὶ οἱ Ῥωμαίων στρατιῶται προμαθεῖν ἴσχυσαν, προτερήσαντες τάς τε οἰκίας ἐνέπρησαν καὶ τὰ τείχη ἐς τὸ ἔδαφος καθελόντες ἔς τε τὰς ἀκάτους μελλήσει οὐδεμιᾷ ἐσβάντες ἐς ἤπειρον εὐθὺς τὴν ἀντιπέρας καὶ Τραπεζοῦντα πόλιν ἐχώρησαν, ζημιώσαντες μὲν τῇ τῶν φρουρίων διαφθορᾷ τὴν Ῥωμαίων ἀρχήν, κέρδος δὲ αὐτῇ πορισάμενοι μέγα, ὅτι δὴ τῆς χώρας ἐγκρατεῖς οὐ γεγόνασιν οἱ πολέμιοι. ἄπρακτοι γὰρ ἀπ’ αὐτοῦ ἐς τὴν Πέτραν ἀνέστρεφον Πέρσαι. ταῦτα μὲν οὖν τῇδε ξυνηνέχθη γενέσθαι.Ὑπὲρ δὲ Σαγίνας Οὐννικὰ ἔθνη πολλὰ ἵδρυνται. τὸ δ’ ἐντεῦθεν Εὐλυσία μὲν ἡ χώρα ὠνόμασται, βάρβαροι δὲ αὐτῆς ἄνθρωποι τά τε παράλια καὶ τὴν μεσόγειον ἔχουσι, μέχρι ἐς τὴν Μαιῶτιν καλουμένην Λίμνην καὶ ποταμὸν Τάναϊν, ὃς δὴ ἐς τὴν Λίμνην ἐσβάλλει.αὕτη δὲ ἡ Λίμνη ἐς τὴν ἀκτὴν Πόντου τοῦ Εὐξείνου τὰς ἐκβολὰς ποιεῖται. ἄνθρωποι δὲ οἳ ταύτῃ ᾤκηνται Κιμμεριοι μὲν τὸ παλαιὸν ὠνομάζοντο, τανῦν δὲ Οὐτίγουροι καλοῦνται.καὶ αὐτῶν καθύπερθεν ἐς βορρᾶν ἄνεμον ἔθνη τὰ Ἀντῶν ἄμετρα ἵδρυνται. παρὰ δὲ τὸν χῶρον αὐτὸν ὅθεν ἡ τῆς Λίμνης ἐκβολὴ ἄρχεται, Γότθοι οἱ Τετραξῖται καλούμενοι ᾤκηνται, οὐ πολλοὶ ὄντες, οἳ δὴ τὰ Χριστιανῶν νόμιμα σεβόμενοι περιστέλλουσιν οὐδενὸς ἧσσον.ʽΤάναϊν δὲ καλοῦσιν οἱ ἐπιχώριοι καὶ τὴν ἐκβολὴν ταύτην, ἥπερ ἐκ Λίμνης ἀρξαμένη τῆς Μαιώτιδος ἄχρι ἐς τὸν Εὔξεινον Πόντον διήκει, ἐς ὁδὸν ἡμερῶν, ὥς φασιν, εἴκοσιν. ἀλλὰ καὶ τὸν ἄνεμον ὃς ἐνθένδε πνεῖ Ταναΐτην προσαγορεύουσιν.ʼεἴτε δὲ τῆς Ἀρείου δόξης ἐγένοντό ποτε οἱ Γότθοι οὗτοι, ὥσπερ καὶ τὰ ἄλλα Γοτθικὰ ἔθνη, εἴτε καὶ ἄλλο τι ἀμφὶ τῇ δόξῃ αὐτοῖς ἤσκητο, οὐκ ἔχω εἰπεῖν, ἐπεὶ οὐδὲ αὐτοὶ ἴσασιν, ἀλλ’ ἀφελείᾳ τε τανῦν καὶ ἀπραγμοσύνῃ πολλῇ τιμῶσι τὴν δόξαν.Οὗτοι ὀλίγῳ πρότερον ʽλέγω δέ, ἡνίκα πρῶτόν τε καὶ εἰκοστὸν ἔτος Ἰουστινιανὸς βασιλεὺς τὴν αὐτοκράτορα εἶχεν ἀρχὴν’ πρέσβεις τέτταρας ἐς Βυζάντιον ἔπεμψαν, ἐπίσκοπον σφίσι τινὰ δεόμενοι δοῦναι· ἐπεὶ ὅστις μὲν αὐτοῖς ἱερεὺς ἦν τετελευτήκει οὐ πολλῷ πρότερον, ἔγνωσαν δὲ ὡς καὶ Ἀβασγοῖς ἱερέα βασιλεὺς πέμψειε· καὶ αὐτοῖς προθυμότατα Ἰουστινιανὸς βασιλεὺς ἐπιτελῆ ποιήσας τὴν δέησιν ἀπεπέμψατο.οἱ δὲ πρέσβεις οὗτοι δέει Οὔννων τῶν Οὐτιγούρων ἐς μὲν τὸ ἐμφανές, αὐτηκόων πολλῶν ὄντων, ἀποστοματίζοντες ὅτου δὴ ἕνεκα ἥκοιεν, ἄλλο οὐδὲν ὅτι μὴ τὰ ἀμφὶ τῷ ἱερεῖ βασιλεῖ ἤγγειλαν, ὡς λαθραιότατα δὲ ξυγγενόμενοι ἅπαντα φράζουσιν, ὅσα συνοίσειν τῇ Ῥωμαίων ἀρχῇ ἔμελλε, ξυγκρουομένων ἐς ἀλλήλους ἀεὶ τῶν σφίσι προσοίκων βαρβάρων. ὅντινα δὲ τρόπον οἱ Τετραξῖται καὶ ὅθεν ἀναστάντες ἐνταῦθα ἱδρύσαντο, ἐρῶν ἔρχομαι.