Ὧνπερ ἐπειδὴ βασιλεὺς ᾔσθετο, ἔς τε Θρᾴκην ὅλην καὶ Ἰλλυριοὺς στείλας ἄρχουσί τε πᾶσι καὶ στρατιώταις ἐπέστελλε τοῖς δραπέταις τούτοις σθένει παντὶ ὑπαντιάσαι.καὶ πρῶτα μὲν Οὔννων τῶν Κουτριγούρων καλουμένων ὀλίγοι τινὲς ʽοἳ δὴ ἐξ ἠθῶν τῶν πατρίων ἐξαναστάντες, ᾗπέρ μοι οὐ πολλῷ ἔμπροσθεν δεδιήγηται, δόντος βασιλέως ἐπὶ τῆς Θρᾴκης ἱδρύσαντὀ τοῖς φεύγουσι τούτοις ἐς χεῖρας ἦλθον.ἡσσηθέντες δὲ μάχῃ τινὲς μὲν πίπτουσιν, οἱ δὲ λοιποὶ τραπόμενοι οὐκέτι ἐδίωκον, ἀλλ’ αὐτοῦ ἔμενον. οὕτω τε Θρᾴκην ὅλην διεληλύθασιν Ἰλδιγισάλ τε καὶ Γόαρ ξὺν τοῖς ἑπομένοις, οὐδενὸς ἐνοχλοῦντος.ἐν Ἰλλυριοῖς δὲ γενόμενοι Ῥωμαίων στρατὸν εὗρον ἐπὶ τῷ σφῶν πονηρῷ ξὺν ἐπιμελείᾳ ξυνειλεγμένον.τοῦ δὲ στρατοῦ τούτου ἄλλοι τέ τινες καὶ Ἀράτιός τε καὶ Ῥεκίθαγγος καὶ Λεωνιανὸς καὶ Ἀριμοὺθ ἦρχον, οἳ δὴ ἐτύγχανον τὴν ἡμέραν ἱππεύσαντες ὅλην.ἔς τε χῶρον ὑλώδη ἀφικόμενοι περὶ λύχνων ἁφὰς ἔστησαν, ὡς αὐλισόμενοί τε καὶ διανυκτερεύσοντες ἐνταῦθα τὴν νύκτα ἐκείνην.τοῖς μὲν οὖν στρατιώταις ἐπέστελλον οἱ ἄρχοντες οὗτοι τά τε ἄλλα καὶ ἵππων τῶν σφετέρων ἐπιμελεῖσθαι καὶ παρὰ τὸν ταύτῃ ῥέοντα ποταμὸν αὑτοὺς ἀναψύχειν, παρηγοροῦντας τὸν τῆς ὁδοῦ κόπον.αὐτοί τε κατὰ τρεῖς ἢ τέτταρας ἕκαστος δορυφόρους ἐπαγόμενοι ἀποκεκρυμμένως τοῦ ποταμοῦ ἔπινον· δίψει γάρ, ὡς τὸ εἰκός, χαλεπῇ εἴχοντο.οἱ δὲ ἀμφὶ Γόαρ καὶ Ἰλδιγισὰλ ἀγχοῦ που ὄντες καὶ σκοποὺς πέμψαντες ταῦτα ἔγνωσαν. ἀπροσδόκητοί τε πίνουσιν αὐτοῖς ἐπιστάντες ἅπαντας ἔκτειναν, καὶ τὸ λοιπὸν ἀδεέστερον σφίσιν αὐτοῖς τὰ ἐς τὴν πορείαν ᾗπερ ἐβούλοντο διῳκήσαντο.ἄναρχοι γὰρ οἱ στρατιῶται γενόμενοι διηποροῦντό τε καὶ παντάπασιν ἀμηχανοῦντες ὀπίσω ἀπήλαυνον. Γόαρ μὲν οὖν καὶ Ἰλδιγισὰλ οὕτω διαφυγόντες ἐς Γήπαιδας ἦλθον.Ἐτύγχανε δὲ καί τις ἐκ Γηπαίδων, Οὐστρίγοτθος ὄνομα, ἐς Λαγγοβάρδας φυγὼν τρόπῳ τοιῷδε. Ἐλεμοῦνδος μὲν ὁ Γηπαίδων γεγονὼς βασιλεὺς οὐ πολλῷ ἔμπροσθεν ἐξ ἀνθρώπων ἠφάνιστο νόσῳ, τούτου δή οἱ μόνου τοῦ Οὐστριγότθου ἀπολελειμμένου παιδός, ὅνπερ ὁ Θορισὶν βιασάμενος ʽμειράκιον γὰρ ἦν ἔτἰ τὴν ἀρχὴν ἔσχε.διὸ δὴ ὁ παῖς οὐκ ἔχων τὸν ἠδικηκότα καθ’ ὅ τι ἀμύνηται, ἐξ ἠθῶν ἀναστὰς τῶν πατρίων ἐς Λαγγοβάρδας Γήπαισι πολεμίους ὄντας ἀπιὼν ᾤχετο.ἐγένοντο δὲ Γήπαισιν ὀλίγῳ ὕστερον πρός τε βασιλέα Ἰουστινιανὸν καὶ τὸ Λαγγοβαρδῶν ἔθνος διαλλαγαί, ὁρκίοις τε ἀλλήλους δεινοτάτοις κατέλαβον ἦ μὴν τὸ λοιπὸν φιλίαν τὴν ἐς ἀλλήλους ἀπέραντον διασώσασθαι.ἐπειδή τε αὐτοῖς τὰ ἐς τὰς διαλλαγὰς βεβαιότατα ξυνετελέσθη, βασιλεύς τε Ἰουστινιανὸς καὶ Αὐδουὶν ὁ τῶν Λαγγοβαρδῶν ἡγούμενος παρὰ Θορισὶν τὸν Γηπαίδων ἄρχοντα πέμψαντες τὸν Ἰλδιγισὰλ ἅτε κοινὸν ἐχθρὸν ἐξῃτοῦντο, τὴν ἐς τὸν ἱκέτην τὸν αὐτοῦ προδοσίαν δεόμενοι δήλωσιν τῆς ἐς αὐτοὺς φιλίας ποιήσασθαι πρώτην.Καὶ ὃς τοῖς Γηπαίδων λογίοις κοινολογησάμενος τὰ παρόντα σπουδῇ ἀνεπυνθάνετο εἰ ποιητέα οἱ τὰ πρὸς τοῖν βασιλέοιν αἰτούμενα εἴη.οἱ δὲ ἄντικρυς μὴ ποιήσειν ἀπεῖπον, κρεῖσσον ἀπισχυρισάμενοι εἶναι Γηπαίδων τῷ ἔθνει αὐταῖς τε γυναιξὶ καὶ γόνῳ παντὶ διολωλέναι αὐτίκα δὴ μάλα ἢ ἀνοσίοις ἐπ’ ἀσεβήματι γενέσθαι τοιούτῳ.ταῦτα ἀκούσας ὁ Θορισὶν ἐς ἀμηχανίαν ἐξέπιπτεν. οὔτε γὰρ ἀκουσίων τῶν ἀρχομένων ἐπιτελέσαι τὸ ἔργον εἶχεν οὔτε ἀνακυκλεῖν πόλεμον, πόνῳ τε καὶ χρόνῳ πεπαυμένον πολλῷ, πρός τε Ῥωμαίους καὶ Λαγγοβάρδας ἔτι ἤθελεν. ὕστερον μέντοι ἐπενόει τάδε.πέμψας παρὰ τὸν Αὐδουὶν ἐξῃτεῖτο τὸν Ἐλεμούνδου υἱὸν Οὐστρίγοτθον, ἐπὶ τὴν ὁμοίαν αὐτῷ ἁμαρτάδα ὁρμῶν, τῶν τε ἱκετῶν ἀνταλλάσσεσθαι τὴν προδοσίαν παρακαλῶν.τῇ γὰρ τῆς ἐμφεροῦς ἀτοπίας ὀκνήσει τὴν ἐπίταξιν αὐτῶν ἀναχαιτίσειν ἐλπίδα εἶχεν, ἀλλ Ἄὐδουὶν αὐτὸν μηδεμιᾷ μελλήσει τῇ παρανομίᾳ καὶ ὁμολογίᾳ λήψεσθαι.τούτων τε αὐτοῖς δεδογμένων ἐξεπιστάμενοι ὡς οὔτε Λαγγοβάρδαι οὔτε Γήπαιδες ἐθέλουσι τοῦ μιάσματος μεταλαχεῖν σφίσιν, ἐς μὲν τὸ ἐμφανὲς οὐδὲν ἔδρασαν, ἑκάτερος δὲ δόλῳ τὸν θατέρου ἐχθρὸν ἔκτεινεν.ὅντινα μέντοι τρόπον, ἀφίημι λέγειν· οὐ γὰρ ὁμολογοῦσιν ἀλλήλοις οἱ ἀμφ’ αὐτοῖν λόγοι, ἀλλὰ κατὰ πολὺ διαλλάσσουσιν οἷά γε τῶν πραγμάτων τὰ λαθραιότατα. τὰ μὲν οὖν κατὰ Ἰλδιγισὰλ καὶ Οὐστρίγοτθον ἐς τοῦτο ἐτελεύτα.Τοῖς δὲ ἀμφὶ Ναρσῆν ἀφικομένοις ἐς Ῥάβενναν πόλιν ἀνεμίγνυντο Βαλεριανὸς καὶ Ἰουστῖνος οἱ στρατηγοί, καὶ εἴ τι ἄλλο στράτευμα Ῥωμαίων ταύτῃ ἐλέλειπτο.ἐπειδὴ δὲ αὐτοῖς ἐννέα ἡμερῶν χρόνος ἐς Ῥάβενναν ἐτέτριπτο, Οὐσδρίλας, Γότθος ἀνήρ, διαφερόντως ἀγαθὸς τὰ πολέμια, τοῦ ἐν Αριμίνῳ φυλακτηρίου ἄρχων, πρὸς Βαλεριανὸν ἔγραψε τάδε·“Πάντα ταῖς φήμαις καταλαβόντες, τοῖς τε φάσμασιν ἤδη ξύμπασαν Ἰταλίαν συσχόντες καὶ ὀφρυάσαντες οὐχ ὅσα γε τὰ ἀνθρώπεια, ταύτῃ τε Γότθους, ὥσπερ οἴεσθε, δεδιξάμενοι, εἶτα κάθησθε νῦν ἐν Ῥαβέννῃ τῷ μὲν ἀποκεκρύφθαι ὡς ἥκιστα τοῖς πολεμίοις ἔνδηλοι, οἶμαι, ξυμφρουροῦντες ἔτι τὸ φρόνημα τοῦτο, βαρβάρων δὲ παμμίκτῳ ὁμίλῳ τὴν οὐδαμόθεν προσήκουσαν ὑμῖν κατατρίβοντες χώραν. ἀλλ’ ἀνάστητε ὅτι τάχιστα καὶ πολεμίων ἔργων τὸ λοιπὸν ἅπτεσθε, δείξατέ τε ὑμᾶς αὐτοὺς Γότθοις, μηδὲ ἀναρτήσητε μακροτέραις ἐλπίσιν ἡμᾶς,