διόπερ βασιλεὺς ἐδυσφορεῖτο, οὐκ ἔχων τὸ λοιπὸν ὅπη ποτὲ αὐτοὺς ἀναστέλλοι διαβαίνοντας ποταμὸν Ἴστρον ἐφ’ ᾧ ληΐσονται τὴν Ῥωμαίων ἀρχήν, ἢ ξὺν ταῖς ὠφελίαις τὴν ἀποπορείαν ποιουμένους ἐνθένδε, ἤθελέ τε τούτων δὴ ἕνεκα Γηπαίδων τῷ ἔθνει ἐς συνθήκας καταστῆναί τινας.Ἐν τούτῳ δὲ Γήπαιδές τε καὶ Λαγγοβάρδαι αὖθις πολεμησείοντες ἐπ’ ἀλλήλους ᾔεσαν. Γήπαιδές τε τὴν Ῥωμαίων δειμαίνοντες δύναμιν ʽἀνήκοοι γὰρ οὐδαμῆ ἦσαν ὡς Ἰουστινιανὸς βασιλεὺς ὁμαιχμίαν διωμότως πρὸς Λαγγοβάρδας πεποίηταἰ φίλοι καὶ ξύμμαχοι Ῥωμαίοις γενέσθαι ἐν σπουδῇ ἔσχον.πρέσβεις οὖν ἐς Βυζάντιον εὐθὺς πέμπουσι, βασιλέα καὶ αὐτοὶ ἐς τὴν ὁμαιχμίαν παρακαλοῦντες. καὶ ὃς αὐτοῖς μελλήσει οὐδεμιᾷ ἐπὶ τῇ ξυμμαχίᾳ τὰ πιστὰ ἔδωκε.δεηθέντων δὲ τῶν πρέσβεων τῶνδε καὶ τῶν ἀπὸ τῆς συγκλήτου βουλῆς ἄνδρες δυοκαίδεκα ὅρκια δόντες, ταύτας αὐτοῖς τὰς συνθήκας ἐπέρρωσαν.οὐ πολλῷ δὲ ὕστερον Λαγγοβάρδαις κατὰ τὸ ξυμμαχικὸν δεομένοις στρατιὰν ἐς ξυμμαχίαν ἐπὶ Γήπαιδας Ἰουστινιανὸς βασιλεὺς ἔπεμψεν, ἐπενεγκὼν Γήπαισι Σκλαβηνῶν τινας ἐπὶ πονηρῷ τῶν Ῥωμαίων μετὰ τὰς ξυνθήκας διαβιβάσαι ποταμὸν Ἴστρον.Ἡγοῦντο δὲ τῆς στρατιᾶς ταύτης Ἰουστῖνός τε καὶ Ἰουστινιανὸς οἱ Γερμανοῦ παῖδες Ἀράτιός τε καὶ Σουαρτούας, ὃς πρὸς Ἰουστινιανοῦ μὲν ἄρχων Ἐρούλοις κατέστη πρότερον, ἐπαναστάντων δέ οἱ τῶν ἀπὸ Θούλης τῆς νήσου ἡκόντων, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, ἐς βασιλέα τε ἀφίκετο φεύγων καὶ Ῥωμαίοις στρατηγὸς τῶν ἐν Βυζαντίῳ καταλόγων εὐθὺς γέγονε, καὶ Ἀμαλαφρίδας, Γότθος ἀνήρ, Ἀμαλαφρίδης μὲν θυγατριδοῦς, τῆς Θευδερίχου τοῦ Γότθων βασιλέως ἀδελφῆς, Ἑρμενεφρίδου δὲ υἱὸς τοῦ Θορίγγων ἡγησαμένου.ὅνπερ Βελισάριος μὲν σὺν Οὐιττίγιδι ἐς Βυζάντιον ἤγαγε, βασιλεὺς δὲ Ῥωμαίων ἄρχοντα κατεστήσατο, καὶ τὴν αὐτοῦ ἀδελφὴν Αὐδουὶν τῷ Λαγγοβαρδῶν ἄρχοντι κατηγγύησε.τοῦ δὲ στρατοῦ τούτου οὐδεὶς παρὰ Λαγγοβάρδας ἀφίκετο, ὅτι μὴ οὗτος Ἀμαλαφρίδας σὺν τοῖς ἑπομένοις. οἱ γὰρ ἄλλοι ἐν Ἰλλυριοῖς ἀμφὶ πόλιν Οὐλπίαναν βασιλέως ἐπαγγείλαντος διατριβὴν ἔσχον, στάσεως ἐνταῦθα πρὸς τῶν οἰκητόρων γεγενημένης, ὧνπερ ἕνεκα σφίσιν αὐτοῖς οἱ Χριστιανοὶ διαμάχονται, ᾗπέρ μοι ἐν λόγοις τοῖς ὑπὲρ τούτων γεγράψεται.Οἱ μὲν οὖν Λαγγοβάρδαι πανδημεὶ σὺν τῷ Ἀμαλαφρίδᾳ ἐς τὰ Γηπαίδων ἤθη ἀφίκοντο, ὑπαντιασάντων δὲ τῶν Γηπαίδων σφίσι καὶ μάχης καρτερᾶς γενομένης ἡσσῶνται Γήπαιδες, καὶ αὐτῶν παμπληθεῖς φασὶν ἐν τῷ πόνῳ τούτῳ ἀποθανεῖν.Αὐδουίν τε, ὁ τῶν Λαγγοβαρδῶν βασιλεύς, τῶν οἱ ἑπομένων τινὰς ἐς Βυζάντιον πέμψας εὐαγγέλια μὲν Ἰουστινιανῷ βασιλεῖ ἐδήλου, νενικημένων τῶν πολεμίων, ἐμέμφετο δὲ οὐ παραγενέσθαι οἱ κατὰ τὸ ξυμμαχικὸν τὸν τοῦ βασιλέως στρατόν, καίπερ Λαγγοβαρδῶν τοσούτων τὸ πλῆθος ἔναγχος ἐσταλμένων ἐφ’ ᾧ Ναρσῇ ξυστρατεύσωσιν ἐπὶ Τουτίλαν τε καὶ Γότθους. ταῦτα μὲν οὖν ἐφέρετο τῇδε.Ἐν τούτῳ δὲ τῷ χρόνῳ σεισμοὶ κατὰ τὴν Ἑλλάδα ἐπιπεσόντες ἐξαίσιοι τήν τε Βοιωτίαν καὶ Ἀχαίαν καὶ τὰ περὶ κόλπον τὸν Κρισαῖον κατέσεισαν.καὶ χωρία μὲν ἀνάριθμα, πόλεις δὲ ὀκτὼ ἐς ἔδαφος καθεῖλον, ἐν ταῖς Χαιρώνειά τε καὶ Κορώνεια ἦν καὶ Πάτραι καὶ Ναύπακτος ὅλη, ἔνθα δὴ καὶ φόνος γέγονεν ἀνθρώπων πολύς.καὶ χάος δὲ ʽτῆς γῆς πολλαχῆ ἀποσχισθείσησ̓ γεγένηται. τὰ δὲ διαιρεθέντα ἔνια μὲν αὖθις ἐς ταὐτὸ ξυνιόντα τὸ πρότερον τῇ γῇ σχῆμά τε καὶ εἶδος ἀπέδωκεν, ἔστι δὲ οὗ καὶ διεστηκότα μεμένηκεν· ὥστε οὐδὲ ἀλλήλοις ἐπιμίγνυσθαι οἱ τῇδε ἄνθρωποί εἰσι δυνατοὶ ὅτι μὴ περιόδοις πολλαῖς χρώμενοι.ἐν δέ γε τῷ πορθμῷ ὅνπερ μεταξὺ Θεσσαλίας τε καὶ Βοιωτίας ξυμβαίνει εἶναι, γέγονέ τις ἐκ τοῦ αἰφνιδίου τῆς θαλάσσης ἐπιρροὴ ἀμφί τε πόλιν τὴν Ἐχιναίων καλουμένην καὶ τὴν ἐν Βοιωτοῖς Σκάρφειαν.πόρρω τε τῆς ἠπείρου ἀναβᾶσα καὶ κατακλύσασα τὰ ἐκείνῃ χωρία ἐς ἔδαφος καθεῖλεν εὐθύς. χρόνος τε τῇ θαλάσσῃ πολὺς ἐπιχωριαζούσῃ τῇ ἠπείρῳ ἐτρίβη, ὥστε τοῖς ἀνθρώποις πεζῇ ἰοῦσι βατὰς ἐπὶ πλεῖστον γενέσθαι τὰς νήσους αἵπερ ἔντοσθεν τοῦ πορθμοῦ τούτου τυγχάνουσιν οὖσαι, τοῦ τῆς θαλάσσης δηλονότι ῥοθίου ἐκλιπόντος μὲν τὴν αὑτοῦ χώραν, ἐπιπολάζοντος δὲ παρὰ δόξαν τὴν γῆν ἄχρι ἐς τὰ ὄρη ἃ ταύτῃ ἀνέχει.ἡνίκα δὲ τῇ θαλάσσῃ ἐς τὰ οἰκεῖα ἐπανιέναι ξυνέπεσεν, ἰχθύες ἐν τῇ γῇ ἀπελείποντο, ὧνπερ ἡ ὄψις ἀήθης παντάπασιν οὖσα τοῖς τῇδε ἀνθρώποις τερατώδης τις ἔδοξεν εἶναι.οὓς δὴ ἐδωδίμους εἶναι οἰόμενοι ἀνείλοντο μὲν ὡς ἑψήσοντες, θέρμης δὲ αὐτῶν τῆς ἐκ τοῦ πυρὸς ἁψαμένης ἐς ἰχῶράς τε καὶ σηπεδόνας οὐ φορητὰς τὸ σῶμα ὅλον ἀποκεκρίσθαι ξυνέπεσεν.ἀμφὶ δὲ τὰ ἐκείνῃ χωρία, οὗ δὴ τὸ Σχίσμα ὠνόμασται, καὶ σεισμὸς ὑπερμεγέθης γενόμενος πλείω φόνον ἀνθρώπων ἢ ἐν πάσῃ τῇ ἄλλῃ Ἑλλάδι εἰργάσατο, μάλιστα ἐπεί τινα ἑορτὴν πανηγυρίζοντες ἔτυχον ἐκ πάσης τε τῆς Ἑλλάδος ἐνταῦθα τότε τούτου δὴ ἕνεκα ξυνειλεγμένοι πολλοί.Ἐν δὲ Ἰταλίᾳ τάδε ξυνέπεσε. Κροτωνιᾶται καὶ στρατιῶται οἱ τὸ φυλακτήριον ταύτῃ ἔχοντες, ὧν Παλλάδιος ἦρχε, πικρότατα πρὸς Γότθων πολιορκούμενοι καὶ πιεζόμενοι τῶν ἀναγκαίων τῇ ἀπορίᾳ, πολλάκις μὲν λαθόντες τοὺς πολεμίους ἔπεμψαν ἐν Σικελίᾳ, μαρτυρόμενοι τοὺς ἐνταῦθα τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντας καὶ διαφερόντως τὸν Ἀρταβάνην, ὡς εἰ μὴ βοηθοῖεν ὅτι τάχιστα σφίσιν,