οὔτι ἐθελουσίως σφᾶς τε αὐτοὺς καὶ τὴν πόλιν οὐ πολλῷ ὕστερον τοῖς πολεμίοις ἐνδώσουσιν. οὐδεὶς δὲ ἐνθένθε αὐτοῖς ἐπικουρήσων ἦλθε. καὶ ὁ χειμὼν ἔληγε, καὶ τὸ ἑπτακαιδέκατον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε ὃν Προκόπιος ξυνέγραψε.Βασιλεὺς δὲ μαθὼν τὰ ἐν Κρότωνι πρασσόμενα πέμψας ἐς τὴν Ἑλλάδα ἐκέλευε τοὺς ἐν Θερμοπύλαις φρουροὺς ἔς τε τὴν Ἰταλίαν πλεῖν κατὰ τάχος καὶ τοῖς ἐν Κρότωνι πολιορκουμένοις βοηθεῖν δυνάμει τῇ πάσῃ.οἱ δὲ κατὰ ταῦτα ἐποίουν· ἄραντές τε σπουδῇ πολλῇ καὶ πνεύματος ἐπιφόρου ἐπιτυχόντες ἀπροσδόκητοι τῷ Κροτωνιατῶν λιμένι προσέσχον. οἵ τε βάρβαροι ἐξαπιναίως τὸν στόλον ἰδόντες αὐτίκα δὴ μάλα ἐς δέος μέγα ἐμπεπτωκότες θορύβῳ πολλῷ τὴν πολιορκίαν διέλυσαν.καὶ αὐτῶν οἱ μέν τινες ναυσὶν ἐς τὸν Ταραντηνῶν λιμένα διέφυγον, οἱ δὲ πεζῇ ἰόντες ἐς ὄρος τὸ Σκύλαιον ἀνεχώρησαν. ἃ δὴ ξυνενεχθέντα πολλῷ ἔτι μᾶλλον ἐδούλωσε Γότθων τὸ φρόνημα.καὶ ἀπ’ αὐτοῦ Ῥάγναρίς τε, Γότθος ἀνὴρ δόκιμος μάλιστα, ὃς τοῦ ἐν Ταραντηνοῖς φυλακτηρίου ἦρχε, καὶ Μόρας, ὅσπερ ἐφειστήκει τοῖς ἐν Ἀχεροντίᾳ φρουροῖς, Πακουρίῳ τῷ Περανίου τῶν ἐν Δρυοῦντι Ῥωμαίων ἄρχοντι, γνώμῃ τῶν σφίσιν ἑπομένων, ἐς λόγους ἦλθον, ἐφ’ ᾧ δὴ ἀμφὶ τῇ σωτηρίᾳ τὰ πιστὰ πρὸς Ἰουστινιανοῦ βασιλέως λαβόντες Ῥωμαίοις σφᾶς αὐτοὺς ἐγχειρίσουσι ξὺν τοῖς ἑπομένοις καὶ τὰ ὀχυρώματα ὧνπερ ἐπὶ τῇ φυλακῇ καταστάντες ἐτύγχανον. ἐπὶ ταύτῃ μὲν οὖν τῇ ὁμολογίᾳ Πακούριος ἐπὶ Βυζαντίου κομίζεται.Ναρσῆς δὲ ἐκ Σαλώνων ἄρας ἐπὶ Τουτίλαν τε καὶ Γότθους ᾔει παντὶ τῷ Ῥωμαίων στρατῷ, μεγάλῳ ὑπερφυῶς ὄντι· χρήματα γὰρ κεκομισμένος ἐπιεικῶς μεγάλα πρὸς βασιλέως ἐτύγχανεν.ἀφ’ ὧν δὴ ἔμελλε στρατιάν τε ἀξιολογωτάτην ἀγεῖραι καὶ ταῖς ἄλλαις ἐπαρκέσειν τοῦ πολέμου ἀνάγκαις, τοῖς δὲ δὴ ἐπὶ τῆς Ἰταλίας στρατιώταις ἐκλῦσαι τὰ πρόσθεν ὀφλήματα πάντα, ἐφ’ οἷσπερ αὐτοῖς ὑπερήμερος χρόνου πολλοῦ βασιλεὺς ἐγεγόνει, οὐ κομιζομένοις ἐκ τοῦ δημοσίου, ᾗπερ εἴθισται, τὰς σφίσι τεταγμένας συντάξεις· ἔτι μέντοι καὶ αὐτῶν βιάσασθαι τῶν παρὰ Τουτίλαν ἀπηυτομοληκότων τὰς γνώμας, ὥστε δὴ αὐτοὺς τοῖς χρήμασι τούτοις χειροήθεις γεγενημένους τὴν ἐπὶ τῇ πολιτείᾳ μεταγνῶναι προαίρεσιν.Λίαν γὰρ τὰ πρότερα πόλεμον τόνδε ἀπημελημένως διαφέρων Ἰουστινιανὸς βασιλεὺς ἀξιολογωτάτην αὐτοῦ πεποίηται τὴν παρασκευὴν ἐν ὑστάτῳ.ἐπειδὴ γὰρ αὐτόν οἱ ὁ Ναρσῆς ἐγκείμενον εἶδεν, ἐφ’ ᾧ ἐς Ἰταλίαν στρατεύοι, φιλοτιμίαν ἐνδέδεικται στρατηγῷ πρέπουσαν, οὐκ ἄλλως βασιλεῖ ἐπαγγέλλοντι ὑπηρετήσειν ὁμολογήσας, ἢν μὴ τὰς δυνάμεις ἀξιομάχους ἐπάγεσθαι μέλλῃ.χρήματά τε οὖν καὶ σώματα καὶ ὅπλα τῷ τρόπῳ τούτῳ ἐπαξίως πρὸς τοῦ βασιλέως κεκόμισται τῆς Ῥωμαίων ἀρχῆς, καὶ προθυμίαν αὐτὸς ἀοκνοτάτην ἐπιδειξάμενος ἀξιόχρεων στρατιὰν ἐξήγειρεν.ἔκ τε γὰρ Βυζαντίου ἐπηγάγετο Ῥωμαίων στρατιωτῶν μέγα τι χρῆμα κἀκ τῶν ἐπὶ Θρᾴκης χωρίων ἔκ τε Ἰλλυριῶν πολλοὺς ἤθροισε.καὶ Ἰωάννης δὲ ξύν τε τῷ οἰκείῳ στρατεύματι καὶ τῷ πρὸς Γερμανοῦ τοῦ κηδεστοῦ ἀπολελειμμένῳ ξὺν αὐτῷ ᾔει.καὶ Αὐδουίν, ὁ Λαγγοβαρδῶν ἡγούμενος, χρήμασι πολλοῖς ἀναπεισθεὶς Ἰουστινιανῷ βασιλεῖ καὶ τῇ τῆς ὁμαιχμίας ξυνθήκῃ, πεντακοσίους τε καὶ δισχιλίους τῶν οἱ ἑπομένων ἀπολεξάμενος ἄνδρας ἀγαθοὺς τὰ πολέμια ἐς ξυμμαχίαν αὐτῷ ἔπεμψεν, οἷς δὴ καὶ θεραπεία εἵπετο μαχίμων ἀνδρῶν πλέον ἢ τρισχιλίων.εἵποντο δὲ αὐτῷ καὶ τοῦ Ἐρούλων ἔθνους πλέον ἢ τρισχίλιοι, ἱππεῖς ἅπαντες, ὧν ἄλλοι τε καὶ Φιλημοὺθ ἦρχον, καὶ Οὖννοί τε παμπληθεῖς καὶ Δαγισθαῖος ξὺν τοῖς ἑπομένοις ἐκ τοῦ δεσμωτηρίου διὰ τοῦτο ἀπαλλαγείς, καὶ Καβάδης, Πέρσας ἔχων αὐτομόλους πολλούς, ὁ Ζάμου μὲν υἱός, Καβάδου δὲ τοῦ Περσῶν βασιλέως υἱωνός, οὗπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην ἅτε τοῦ χαναράγγου σπουδῇ διαφυγόντος τε Χοσρόην τὸν θεῖον καὶ πολλῷ πρότερον ἀφικομένου ἐς τὰ Ῥωμαίων ἤθη· καὶ Ἄσβαδος, νεανίας τις, Γήπαις γένος, διαφερόντως δραστήριος, ὁμογενεῖς τετρακοσίους ξὺν αὑτῷ ἔχων, ἄνδρας ἀγαθοὺς τὰ πολέμια· καὶ Ἀρούθ, Ἔρουλος μὲν τὸ γένος, ἐκ παιδὸς δὲ Ῥωμαίων τὴν δίαιταν στέρξας καὶ τὴν Μαυρικίου τοῦ Μούνδου γυναῖκα γαμετὴν ποιησάμενος, αὐτός τε μαχιμώτατος ὢν καὶ πολλοὺς τοῦ Ἐρούλων ἔθνους ἑπομένους ἔχων ἐν πολέμου κινδύνοις ὡς μάλιστα δοκιμωτάτους· Ἰωάννης τε, ὁ Φαγᾶς τὴν ἐπίκλησιν, οὗπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην, Ῥωμαίων ἐπαγαγόμενος ὅμιλον ἀνδρῶν μαχίμων.Ἦν οὖν μεγαλοδωρότατος ὁ Ναρσῆς καὶ πρὸς τὸ εὖ ποιεῖν τοὺς δεομένους ὀξὺς ἐσάγαν, δύναμίν τε πολλὴν περιβεβλημένος ἐκ βασιλέως ἀδεέστερον ἐς τὰ σπουδαζόμενα ἐχρῆτο τῇ γνώμῃ.καὶ ἀπ’ αὐτοῦ πολλοὶ ἐν τοῖς ἔμπροσθεν χρόνοις ἄρχοντές τε καὶ στρατιῶται εὐεργέτου αὐτοῦ ἔτυχον.ἐπεὶ οὖν ἀποδέδεικτο στρατηγὸς ἐπὶ Τουτίλαν τε καὶ Γότθους, ὡς ἀσμενέστατα ἕκαστοι στρατεύεσθαι ὑπ’ αὐτῷ ἤθελον, οἱ μὲν ἐκτίνειν οἱ ἐθέλοντες παλαιὰς χάριτας, οἱ δὲ καραδοκοῦντες, ὡς τὸ εἰκός, μεγάλων ἀγαθῶν παρ’ αὐτοῦ τεύξεσθαι.