βασιλεὺς δὲ αὐτὸν διεκώλυεν, αὐτοῦ τε μένειν ἐπέστελλεν, ἕως Ναρσῆς ὁ εὐνοῦχος ἀφίκηται. αὐτὸν γὰρ τοῦδε αὐτοκράτορα καταστήσασθαι τοῦ πολέμου ἐβούλευσεν.ὅτου δὲ δὴ ἕνεκα ταῦτα βουλομένῳ βασιλεῖ εἴη διαρρήδην μὲν τῶν πάντων οὐδενὶ φανερὸν γέγονε· βασιλέως γὰρ βούλευμα ἔκπυστον ὅτι μὴ αὐτοῦ ἐθελουσίου ἀμήχανά ἐστιν· ἃ δὲ ὑποπτεύοντες ἄνθρωποι ἔλεγον, ἐγὼ δηλώσω.ἔννοια Ἰουστινιανῷ βασιλεῖ γέγονεν ὡς οἱ ἄλλοι τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντες Ἰωάννου ἐπακούειν ὡς ἥκιστα ἐθελήσουσιν, οὐκ ἀξιοῦντες καταδεέστεροί τι αὐτοῦ τὸ ἀξίωμα εἶναι.καὶ ἀπ’ αὐτοῦ ἔδεισε μὴ διχοστατοῦντες τῇ γνώμῃ ἢ ἐθελοκακοῦντες τῷ φθόνῳ ξυγχέωσι τὰ πρασσόμενα.Ἤκουσα δὲ καὶ τόνδε τὸν λόγον ἀπαγγέλλοντος Ῥωμαίου ἀνδρός, ἡνίκα ἐπὶ Ῥώμης διατριβὴν εἶχον· ἦν δὲ οὗτος ἀνὴρ τῶν ἀπὸ τῆς συγκλήτου βουλῆς.ἔλεγεν οὖν ὁ Ῥωμαῖος οὗτος ὡς ἄρχοι μὲν Ἰταλίας ποτὲ Ἀταλάριχος ὁ Θευδερίχου θυγατριδοῦς, βοῶν δέ τις ἀγέλη ἐς Ῥώμην ὑπὸ τοῦτον τὸν χρόνον ἀμφὶ δείλην ὀψίαν ἐξ ἀγροῦ ἥκει διὰ τῆς ἀγορᾶς ἣν Φόρον Εἰρήνης καλοῦσι Ῥωμαῖοι·ἐνταῦθα γάρ πη ὁ τῆς Εἰρήνης νεὼς κεραυνόβλητος γενόμενος ἐκ παλαιοῦ κεῖται. ἔστι δέ τις ἀρχαία πρὸ ταύτης δὴ τῆς ἀγορᾶς κρήνη, καὶ βοῦς ἐπὶ ταύτης χαλκοῦς ἕστηκε, Φειδίου, οἶμαι, τοῦ Ἀθηναίου ἢ Λυσίππου ἔργον.ἀγάλματα γὰρ ἐν χώρῳ τούτῳ πολλὰ τούτοιν δὴ τοῖν ἀνδροῖν ποιήματά ἐστιν. οὗ δὴ καὶ Φειδίου ἔργον ἕτερον· τοῦτο γὰρ λέγει τὰ ἐν τῷ ἀγάλματι γράμματα.ἐνταῦθα καὶ τὸ τοῦ Μύρωνος βοΐδιον. ἐπιμελὲς γὰρ ἐγεγόνει τοῖς πάλαι Ῥωμαίοις τῆς Ἑλλάδος τὰ κάλλιστα πάντα ἐγκαλλωπίσματα Ῥώμης ποιήσασθαι.ἕνα δὲ ταῦρον ἔφη τῶν τηνικάδε παριόντων εὐνοῦχον τῆς τε ἀγέλης ἀπολειπόμενον καὶ ταύτης δὴ τῆς κρήνης ἐπιβατεύσαντα καθύπερθεν βοὸς τοῦ χαλκοῦ στῆναι.τύχῃ δέ τινι παριόντα τινά, Τοῦσκον γένος, κομιδῆ ἄγροικον δόξαντα εἶναι, ξυμβάλλοντα τὸ ποιούμενον φάναι ʽεἰσὶ γὰρ μαντικοὶ καὶ ἐς ἐμὲ Τοῦσκοἰ ὡς εὐνοῦχός ποτε καταλύσει τὸν ἄρχοντα Ῥώμης.καὶ τηνικάδε μὲν ὅ τε Τοῦσκος ἐκεῖνος καὶ ὁ παρ’ αὐτοῦ λόγος γέλωτα ὦφλε. πρὸ γὰρ τῆς πείρας ἀεὶ ἄνθρωποι τὰς προρρήσεις φιλοῦσι χλευάζειν, οὐκ ἀναχαιτίζοντος αὐτοὺς τοῦ ἐλέγχου, τῷ μήτε ἀποβεβηκέναι τὰ πράγματα μήτε τὸν περὶ αὐτῶν λόγον εἶναι πιστόν, ἀλλὰ μύθῳ τινὶ γελοιώδει ἐμφερῆ φαίνεσθαι.Νῦν δὲ δὴ ἅπαντες τὸ ξύμβολον τοῦτο ʽτοῖς ἀποβεβηκόσιν ὑποχωροῦντεσ̓ θαυμάζουσι.καὶ διὰ τοῦτο ἴσως ἐπὶ Τουτίλαν ἐστρατήγει Ναρσῆς, ἢ στοχαζομένης τοῦ ἐσομένου τῆς βασιλέως γνώμης, ἢ πρυτανευούσης τὸ δέον τῆς τύχης.ὁ μὲν οὖν Ναρσῆς στράτευμά τε λόγου ἄξιον καὶ χρήματα μεγάλα πρὸς βασιλέως κεκομισμένος ἐστέλλετο.ἐπειδὴ δὲ ξὺν τοῖς ἑπομένοις ἐν μέσῃ Θρᾴκῃ ἐγένετο, χρόνον τινὰ ἐν Φιλιππουπόλει ἀποκεκλεισμένος τῆς ὁδοῦ ἔμεινε.στράτευμα γὰρ Οὐννικὸν ἐπισκῆψαν τῇ Ῥωμαίων ἀρχῇ ἅπαντα ἦγόν τε καὶ ἔφερον, οὐδενὸς σφίσιν ἀντιστατοῦντος. ἐπειδὴ δὲ αὐτῶν οἱ μέν τινες ἐπὶ Θεσσαλονίκην, οἱ δὲ τὴν ἐπὶ τὸ Βυζάντιον ᾔεσαν, μόλις ἐνθένδε ἀπαλλαγεὶς ἐπίπροσθεν ᾔει.Ἐν ᾧ δὲ ὁ μὲν Ἰωάννης ἐπὶ Σαλώνων Ναρσῆν ἔμενε, Ναρσῆς δὲ Οὔννων τῇ ἐφόδῳ συμποδιζόμενος σχολαίτερον ᾔει, ἐν τούτῳ ὁ Τουτίλας προσδεχόμενος τὴν Ναρσοῦ στρατιὰν ἐποίει τάδε.ἄλλους τε Ῥωμαίους καί τινας τῶν ἀπὸ τῆς συγκλήτου βουλῆς ἐν Ῥώμῃ καθίστη, τοὺς λοιποὺς ἐπὶ Καμπανίας ἐάσας.καὶ αὐτοὺς ἐκέλευεν ὅση δύναμις ἐπιμελεῖσθαι τῆς πόλεως, ἐνδεικνύμενος ὅτι δὴ αὐτῷ μεταμέλει τῶν οἱ ἐς Ῥώμην εἰργασμένων τὰ πρότερα, ἐπεὶ ἐμπρήσας αὐτῆς πολλὰ ἔτυχεν, ἄλλως τε καὶ ὑπὲρ Τίβεριν ποταμόν.οἱ δὲ καθεστῶτες ἐν αἰχμαλώτων λόγῳ καὶ περιῃρημένοι χρήματα πάντα, μὴ ὅτι τῶν κοινῶν, ἀλλ’ οὐδὲ τῶν ἰδίᾳ σφίσι προσηκόντων δυνατοὶ ἦσαν μεταποιεῖσθαι.Καίτοι ἀνθρώπων μάλιστα πάντων ὧν ἡμεῖς ἴσμεν φιλοπόλιδες Ῥωμαῖοι τυγχάνουσιν ὄντες, περιστέλλειν τε τὰ πάτρια πάντα καὶ διασώζεσθαι ἐν σπουδῇ ἔχουσιν, ὅπως δὴ μηδὲν ἀφανίζηται Ῥώμῃ τοῦ παλαιοῦ κόσμου.οἵ γε καὶ πολύν τινα βεβαρβαρωμένοι αἰῶνα τάς τε πόλεως διεσώσαντο οἰκοδομίας καὶ τῶν ἐγκαλλωπισμάτων τὰ πλεῖστα, ὅσα οἷόν τε ἦν χρόνῳ τε τοσούτῳ τὸ μῆκος καὶ τῷ ἀπαμελεῖσθαι δι’ ἀρετὴν τῶν πεποιημένων ἀντέχειν.ἔτι μέντοι καὶ ὅσα μνημεῖα τοῦ γένους ἐλέλειπτο ἔτι, ἐν τοῖς καὶ ἡ ναῦς Αἰνείου, τοῦ τῆς πόλεως οἰκιστοῦ, καὶ εἰς τόδε κεῖται, θέαμα παντελῶς ἄπιστον.νεώσοικον γὰρ ποιησάμενοι ἐν μέσῃ τῇ πόλει, παρὰ τὴν τοῦ Τιβέριδος ὄχθην, ἐνταῦθά τε αὐτὴν καταθέμενοι, ἐξ ἐκείνου τηροῦσιν. ἥπερ ὁποία ποτέ ἐστιν αὐτὸς θεασάμενος ἐρῶν ἔρχομαι.Μονήρης τε ἡ ναῦς ἥδε καὶ περιμήκης ἄγαν τυγχάνει οὖσα, μῆκος μὲν ποδῶν εἴκοσι καὶ ἑκατόν, εὖρος δὲ πέντε καὶ εἴκοσι, τὸ δέ γε ὕψος τοσαύτη ἐστὶν ὅσον αὐτὴν ἐρέσσεσθαι μὴ ἀδύνατα εἶναι.ξύλων δὲ κόλλημα οὐδὲ ἓν τὸ παράπαν ἐνταῦθά ἐστιν οὐδὲ σιδήρων ἄλλῃ τινὶ μηχανῇ τὰ ξύλα τοῦ πλοίου εἰς ἄλληλά πη ἐρήρεισται, ἀλλὰ μονοειδῆ ξύμπαντά ἐστι λόγου τε καὶ ἀκοῆς κρείσσω καὶ μόνῳ γεγονότα, ὅσα γε ἡμᾶς εἰδέναι, ἐν τῷδε τῷ πλοίῳ.