οἱ δὲ τῶν τε Οὐτιγούρων τὴν ἔφοδον γνόντες καὶ χρήματα μεγάλα πρὸς τοῦ Ἀρατίου κεκομισμένοι ξυνέβησαν μήτε φόνον ἔτι ἐργάσεσθαι μήτε ἀνδραποδιεῖν Ῥωμαίων μηδένα μήτε τι ἄλλο ἄχαρι δράσειν, ἀλλὰ τὴν ἀναχώρησιν ἅτε διὰ φίλων ποιήσεσθαι τῶν τῇδε ἀνθρώπων.ξυνέκειτο δὲ καὶ τοῦτο, ὥστε, εἰ μὲν δυνατοὶ εἶεν οἱ βάρβαροι οὗτοι ἐν γῇ τῇ πατρῴᾳ ἐπανιόντες ἱδρύεσθαι, μένειν τε αὐτοῦ καὶ πίστεως τῆς ἐς Ῥωμαίους τὸ λοιπὸν ἔχεσθαι· ἢν δέ γε αὐτοῖς ἐν ταύτῃ μένειν ἀδύνατα ᾖ, ἐπανιέναι μὲν αὖθις αὐτοὺς ἐς γῆν τὴν Ῥωμαίων, βασιλέα δὲ σφᾶς δωρήσασθαί τισι τῶν ἐπὶ Θρᾴκης χωρίων, ἐφ’ ᾧ ἐνταῦθα ἐνοικησάμενοι ἔνσπονδοί τε τὸν πάντα αἰῶνα Ῥωμαίοις ἔσονται καὶ τὴν χώραν ἐς τὸ ἀκριβὲς ξυμφυλάξουσιν ἐκ πάντων βαρβάρων.Ἤδη δὲ καὶ Οὔννων τῶν ἡσσημένων ἐν τῇ ξυμβολῇ καὶ διαφυγόντων τοὺς Οὐτιγούρους δισχίλιοι ἦλθον ἐς Ῥωμαίων τὴν γῆν, παῖδάς τε καὶ γυναῖκας ἐπαγόμενοι·ἡγοῦντο δὲ αὐτῶν ἄλλοι τε καὶ Σιννίων, ὅσπερ ξὺν Βελισαρίῳ πολλῷ πρότερον ἐπί τε Γελίμερα καὶ Βανδίλους ἐστράτευσε· γίνονταί τε Ἰουστινιανοῦ βασιλέως ἱκέται. καὶ ὃς αὐτοὺς ὑπεδέξατο προθυμίᾳ τῇ πάσῃ, ἔν τε χωρίοις ἱδρύσασθαι τοῖς ἐπὶ Θρᾴκης ἐκέλευσεν.ἅπερ ἐπεὶ Σανδίλ, ὁ τῶν Οὐτιγούρων βασιλεύς, ἔμαθε, παρωξυσμένος τε καὶ περιωργισμένος, εἰ αὐτὸς μὲν Κουτριγούρους ὁμογενεῖς ὄντας ἀδικίας τῆς ἐς Ῥωμαίους τιννύμενος ἐξ ἠθῶν ἀναστήσειεν αὐτοὺς τῶν πατρίων, οἱ δὲ βασιλέως σφᾶς ἐνδεξαμένου ἐνοικησάμενοι ἐν Ῥωμαίων τῇ γῇ πολλῷ ἄμεινον βιοτεύσουσιν, ἔπεμψε πρέσβεις ἐς βασιλέα τὰ πεπραγμένα ὀνειδιοῦντας, οὐκ ἐπιστολὴν αὐτοῖς τινὰ ἐγχειρίσας ʽἐπεὶ γραμμάτων παντάπασιν Οὖννοι ἀνήκοοί τε καὶ ἀμελέτητοι ἐς τόδε εἰσὶ καὶ οὔτε γραμματιστήν τινα ἔχουσιν οὔτε τῳ περὶ τὰ γράμματα πόνῳ συναύξεται αὐτοῖς τὰ παιδίἀ, βαρβαρικώτερον δὲ ἅπαντα ἀποστοματιοῦντας ὅσα δὴ αὐτὸς ἐπιστείλειε σφίσιν.Ἀφικόμενοι οὖν οἱ πρέσβεις ἐς ὄψιν Ἰουστινιανῷ βασιλεῖ λέγειν οἱ ἔφασαν δι’ αὐτῶν ὡς ἐν ἐπιστολῇ τάδε βασιλέα Σανδίλ· “Παροιμίαν τινὰ ἐκ παιδὸς ἀκηκοὼς οἶδα, καὶ εἴ τι μὴ αὐτῆς ἐπιλέλησμαι,τοιαύτη τις ἡ παροιμία τυγχάνει οὖσα. τὸ θηρίον ὁ λύκος τῆς μὲν τριχός, φασίν, ἴσως ἄν τι καὶ παραλλάξαι οὐκ ἀδύνατος εἴη, τὴν μέντοι γνώμην οὐ μεταστρέφει, οὐκ ἀφιείσης αὐτῷ μεθαρμοσαμένῳ ταύτην τῆς φύσεως.ταῦτα μέν,” παροιμιαζόμενός φησιν ὁ Σανδίλ, “τῶν πρεσβυτέρων ἀκήκοα, πλαγίῳ τινὶ παραδηλούντων τὰ ἀνθρώπινα λόγῳ. οἶδα δέ τι καὶ ἀπὸ τῆς πείρας μαθών, οἷα εἰκὸς ἦν ἀγροικιζόμενον βάρβαρον ἐκμαθεῖν·τοὺς κύνας οἱ ποιμένες ἐπιτιτθίους ὄντας ἀναιρούμενοι οὐκ ἀπημελημένως οἴκοι ἐκτρέφουσιν, εὔγνωμον δὲ τοῖς σιτίζουσι ζῷον ὁ κύων καὶ τὰ ἐς χάριν μνημονικώτατον. πράσσεται οὖν ταῦτα τοῖς ποιμέσι τούτου δὴ ἕνεκα, τοῦ τῶν λύκων ἐπιόντων ποτὲ διακρούεσθαι τὰς ἐκείνων ἐφόδους τοὺς κύνας παραστάτας τε καὶ σωτῆρας τοῖς προβατίοις καθισταμένους. καὶ ταῦτα ἐν γῇ τῇ πάσῃ γίνεσθαι οἴομαι.τεθέαται γὰρ τῶν πάντων οὐδεὶς οὔτε ποίμνῃ κύνας ἐπιβουλεύσαντας οὔτε λύκους ἀμυνομένους αὐτῆς πώποτε, ἀλλ’ ὥσπερ τινὰ τοῦτον ἡ φύσις θεσμὸν κυσί τε καὶ προβάτοις καὶ λύκοις νομοθετήσασα ἔθετο.οἶμαι δὲ κἀν τῇ βασιλείᾳ τῇ σῇ, οὗ δὴ πραγμάτων ἐκ τοῦ ἐπὶ πλεῖστον ἁπάντων, τάχα δέ που καὶ τῶν ἀμηχάνων, περιουσίαν ξυμβαίνει εἶναι, παράλλαξιν τούτων τινὰ οὐδαμῆ γίγνεσθαι.ἢ γοῦν τοῖς πρέσβεσι τοῖς ἐμοῖς δείξατε ὅπως ἄν τι καὶ τῶν οὐκ εἰωθότων ἐπὶ γήραος οὐδῷ μάθοιμεν· εἰ δὲ ἀραρότως ταῦτα πανταχῆ πέφυκεν, οὐ καλόν σοί ἐστι Κουτριγούρων τὸ γένος ξεναγεῖσθαι, οἶμαι, τεθολωμένον ἐπαγαγομένῳ γειτόνημα, καὶ οὓς ὄντας ὑπερορίους οὐκ ἤνεγκας, τανῦν ἐνδήμους πεποιημένῳ.αὐτοί τε γὰρ τρόπον ἐς Ῥωμαίους τὸν οἰκεῖον ἐνδείξονται οὐ πολλῷ ὕστερον, καὶ τούτου χωρὶς οὔτε πολέμιος ἐπιλείψει διαφθείρων τὴν Ῥωμαίων ἀρχήν, ἐλπίδι τοῦ ἡσσηθεὶς ἀμείνων ἔσεσθαι παρὰ σοί, οὔτε φίλος περιέσται Ῥωμαίοις, ἐμπόδιός ποτε τοῖς καταθέουσι γῆν τὴν ὑμετέραν ἐσόμενος, δέει τοῦ μή, ἐπειδὰν φέρηται παρὰ τῆς τύχης τὰ κράτιστα, τοὺς ἡσσημένους ἐπιδεῖν ἐπιφανέστερον αὑτοῦ παρ’ ὑμῖν πράσσοντας, εἴ γε ἡμεῖς μὲν ἐν χώρᾳ ἐρήμῳ τε καὶ ἄλλως ἀγόνῳ τὰ διαιτητήρια ἔχομεν, τοῖς δὲ Κουτριγούροις σιτωνεῖν τε καὶ τοῖς οἰνῶσι κατακραιπαλᾶν ἐν ἐξουσίᾳ ἐστὶ καὶ παροψίδας αἱρεῖσθαι πάσας.πάντως δέ πη καὶ βαλανείων αὐτοῖς μέτεστι, καὶ χρυσοφοροῦσιν οἱ πλανῆται καὶ ἱματίων οὐκ ἀμοιροῦσι λεπτῶν τε καὶ πεποικιλμένων καὶ καταληλειμμένων χρυσῷ. καίτοι Κουτρίγουροι μὲν Ῥωμαίωνἀνάριθμα πλήθη ἐξηνδραποδικότες τὰ πρότερα μετήνεγκαν ἐς γῆν τὴν σφετέραν.οἷς δὴ τὰ ἀνδραποδώδη πάντα ἐπέχειν οὐ πάρεργον τοῖς καταράτοις ἐγίνετο, ἀλλὰ καὶ μάστιγας οὐχ ἡμαρτηκόσιν ἐντεῖναι καὶ θανατοῦν ἴσως πρόχειρον ἦν, καὶ ὅσα ἄλλα δεσπότῃ βαρβάρῳ ὅ τε τρόπος καὶ ἡ ἐξουσία ἐφίησιν.ἡμεῖς δὲ πόνοις τε ἡμετέροις καὶ κινδύνοις ἐς ψυχὴν φέρουσι τύχης αὐτοὺς ἀπαλλάξαντες τῆς τότε κρατούσης τοῖς γειναμένοις ἀπέδομεν, διαπονήματα ἡμῖν τοῦ πολέμου γεγενημένους.