ὧν δὴ τὰς ἀμοιβὰς πρὸς ὑμῶν ἀπ’ ἐναντίας ἑκάτεροι κεκομίσμεθα, εἴ γε ἡμεῖς μὲν ἀπολαύομεν ἔτι τῶν πατρίων κακῶν, οἱ δὲ τοῖς δι’ ἀρετὴν ἡμετέραν ἀποφυγοῦσι τὴν αὐτῶν δούλωσιν χώρας τῆς ἐκείνων ἰσομοιροῦντεςδιαλαγχάνουσι.” τοσαῦτα μὲν Οὐτιγούρων οἱ πρέσβεις εἶπον. βασιλεὺς δὲ αὐτοὺς πολλὰ τιθασσεύσας καὶ δώρων πλήθει παρηγορήσας οὐκ ἐς μακρὰν ἀπεπέμψατο. ταῦτα μὲν οὖν τῇδε ξυνηνέχθη γενέσθαι.Κατὰ δὲ τὸν χρόνον τοῦτον τῷ τε Οὐάρνων ἔθνει καὶ στρατιώταις νησιώταις οἳ δὴ ἐν νήσῳ τῇ Βριττίᾳ καλουμένῃ ᾤκηνται, πόλεμος καὶ μάχη ἐγένετο ἐξ αἰτίας τοιᾶσδε.Οὔαρνοι μὲν ὑπὲρ Ἴστρον ποταμὸν ἵδρυνται, διήκουσι δὲ ἄχρι ἐς Ὠκεανὸν τὸν ἀρκτῷον καὶ ποταμὸν Ῥῆνον, ὅσπερ αὐτούς τε διορίζει καὶ Φράγγους καὶ τὰ ἄλλα ἔθνη ἃ ταύτῃ ἵδρυνται.οὗτοι ἅπαντες, ὅσοι τὸ παλαιὸν ἀμφὶ Ῥῆνον ἑκατέρωθεν ποταμὸν ᾤκηντο, ἰδίου μέν τινος ὀνόματος ἕκαστοι μετελάγχανον, ἐπὶ κοινῆς δὲ Γερμανοὶ ἐκαλοῦντο ἅπαντες.Βριττία δὲ ἡ νῆσος ἐπὶ τούτου μὲν Ὠκεανοῦ κεῖται, τῆς ἠϊόνος οὐ πολλῷ ἄποθεν, ἀλλ’ ὅσον ἀπὸ σταδίων διακοσίων καταντικρὺ τῶν τοῦ Ῥήνου ἐκβολῶν μάλιστα, Βρεττανίας δὲ καὶ Θούλης τῆς νήσου μεταξύ ἐστιν.ἐπεὶ Βρεττανία μὲν πρὸς δύοντά που κεῖται ἥλιον κατὰ τῆς Ἱσπανῶν τὰ ἔσχατα χώρας, ἀμφὶ σταδίους οὐχ ἧσσον ἢ ἐς τετρακισχιλίους τῆς ἠπείρου διέχουσα, Βριττία δὲ ἐς τῆς Γαλλίας τὰ ὄπισθεν, ἃ δὴ πρὸς Ὠκεανὸν τετραμμένα, Ἱσπανίας δηλονότι καὶ Βρεττανίας πρὸς βορρᾶν ἄνεμον.Θούλη δέ, ὅσα γε ἀνθρώπους εἰδέναι, ἐς Ὠκεανοῦ τοῦ πρὸς τῇ ἄρκτῳ τὰ ἔσχατα κεῖται. ἀλλὰ τὰ μὲν ἀμφὶ Βρεττανίᾳ καὶ Θούλῃ ἐν τοῖς ἔμπροσθέν μοι λόγοις ἐρρήθη· Βριττίαν δὲ τὴν νῆσον ἔθνη τρία πολυανθρωπότατα ἔχουσι, βασιλεύς τε εἷς αὐτῶν ἑκάστῳ ἐφέστηκε.καὶ ὀνόματα κεῖται τοῖς ἔθνεσι τούτοις Ἀγγίλοι τε καὶ Φρίσσονες καὶ οἱ τῇ νήσῳ ὁμώνυμοι Βρίττωνες.τοσαύτη δὲ ἡ τῶνδε τῶν ἐθνῶν πολυανθρωπία φαίνεται οὖσα, ὥστε ἀνὰ πᾶν ἔτος κατὰ πολλοὺς ἐνθένδε μετανιστάμενοι ξὺν γυναιξὶ καὶ παισὶν ἐς Φράγγους χωροῦσιν.οἱ δὲ αὐτοὺς ἐνοικίζουσιν ἐς γῆς τῆς σφετέρας τὴν ἐρημοτέραν δοκοῦσαν εἶναι, καὶ ἀπ’ αὐτοῦ τὴν νῆσον προσποιεῖσθαί φασιν.ὥστε ἀμέλει οὐ πολλῷ πρότερον ὁ Φράγγων βασιλεὺς ἐπὶ πρεσβείᾳ τῶν οἱ ἐπιτηδείων τινὰς παρὰ βασιλέα Ἰουστινιανὸν ἐς Βυζάντιον στείλας ἄνδρας αὐτοῖς ἐκ τῶν Ἀγγίλων ξυνέπεμψε, φιλοτιμούμενος ὡς καὶ ἡ νῆσος ἥδε πρὸς αὐτοῦ ἄρχεται. τὰ μὲν οὖν κατὰ τὴν Βριττίαν καλουμένην νῆσον τοιαῦτά ἐστι.Τῶν δὲ Οὐάρνων ἀνήρ τις οὐ πολλῷ πρότερον, Ἑρμεγίσκλος ὄνομα, ἦρχεν. ὅσπερ τὴν βασιλείαν κρατύνασθαι διὰ σπουδῆς ἔχων, τὴν Θευδιβέρτου ἀδελφὴν τοῦ Φράγγων ἄρχοντος γυναῖκα γαμετὴν ἐποιήσατο.τετελευτήκει γὰρ αὐτῷ ἔναγχος ἡ πρότερον ξυνοικοῦσα γυνή, παιδὸς ἑνὸς γενομένη μήτηρ ὃν καὶ ἀπέλιπε τῷ πατρὶ Ῥάδιγιν ὄνομα, ᾦ δὴ ὁ πατὴρ παρθένου κόρης, γένους Βριττίας, ἐμνήστευσε γάμον, ἧσπερ ἀδελφὸς βασιλεὺς ἦν τότε Ἀγγίλων τοῦ ἔθνους, χρήματα μεγάλα τῷ τῆς μνηστείας αὐτῇ δεδωκὼς λόγῳ.οὗτος ἀνὴρ ξὺν Οὐάρνων τοῖς λογιμωτάτοις ἐν χωρίῳ τῳ ἱππευόμενος ὄρνιν τινὰ ἐπὶ δένδρου τε καθήμενον εἶδε καὶ πολλὰ κρώζοντα.εἴτε δὲ τοῦ ὄρνιθος τῆς φωνῆς ξυνεὶς εἴτε ἄλλο μέν τι ἐξεπιστάμενος, ξυνεῖναι δὲ τοῦ ὄρνιθος μαντευομένου τερατευσάμενος, τοῖς παροῦσιν εὐθὺς ἔφασκεν ὡς τεθνήξεται τεσσαράκοντα ἡμέραις ὕστερον.τοῦτο γὰρ αὐτῷ τὴν τοῦ ὄρνιθος δηλοῦν πρόρρησιν. “Ἐγὼ μὲν οὖν προορώμενοσ” ἔφη “ὅπως δὴ ὡς ἀσφαλέστατα ξὺν τῇ ἀπραγμοσύνῃ βιώσεσθε, τοῖς τε Φράγγοις ἐς κῆδος συνῆλθον, γυναῖκα ἐνθένδε τὴν ἐμοὶ ξυνοικοῦσαν ἐπαγαγόμενος, καὶ τῷ παιδὶ τῷ ʼμῷ περιβέβλημαι τὴν Βριττίαν μνηστήν.ἀλλὰ νῦν, ἐπεὶ ἐγὼ μὲν τεθνήξεσθαι ὑποτοπάζω αὐτίκα δὴ μάλα, εἰμὶ δὲ ἄπαις ἄρσενός τε καὶ θήλεος γόνου, ὅσα γε τὰ γυναικὸς τῆσδε, πρὸς δὲ καὶ ὁ παῖς ἀνυμέναιός τε καὶ ἄνυμφος ἔτι νῦν ἐστί, φέρε ὑμῖν ἐπικοινώσομαι τὴν ἐμὴν διάνοιαν, καὶ εἴ τι ὑμῖν οὐκ ἀσύμφορον δόξειεν εἶναι, ὑμεῖς δὲ αὐτήν, ἐπειδὰν ἀφίκωμαι τάχιστα ἐς τὸ μέτρον τοῦ βίου, τύχῃ ἀγαθῇ κατακυροῦντες διαπεραίνετε.οἶμαι τοίνυν Οὐάρνοις ξυνοίσειν τὴν κηδείαν ἐς Φράγγους μᾶλλον ἢ ἐς τοὺς νησιώτας ποιεῖσθαι.Βρίττιοι μὲν γὰρ οὐδὲ ὅσον ἐπιμίγνυσθαι ὑμῖν οἷοί τέ εἰσιν, ὅτι μὴ ὀψέ τε καὶ μόλις· Οὔαρνοι δὲ καὶ Φράγγοι τουτὶ μόνον τοῦ Ῥήνου τὸ ὕδωρ μεταξὺ ἔχουσιν, ὥστε αὐτοὺς ἐν γειτόνων μὲν ὡς πλησιαίτατα ὄντας ὑμῖν, ἐς δυνάμεως δὲ κεχωρηκότας μέγα τι χρῆμα, ἐν προχείρῳ ἔχειν εὖ ποιεῖν τε ὑμᾶς καὶ λυμαίνεσθαι, ἡνίκα ἂν αὐτοῖς βουλομένοις εἴη·λυμανοῦνται δὲ πάντως. ἢν μὴ τὸ κῆδος αὐτοῖς ἐμπόδιον ἔσται. βαρεῖα γὰρ φύσει τοῖς ἀνθρώποις ὑπερβάλλουσα αὐτοὺς τῶν πλησιοχώρων δύναμις γίνεται καὶ πρὸς ἀδικίαν ἑτοιμοτάτη, ἐπεὶ γείτονι δυνατῷ ῥᾴδιον ἐπὶ τοὺς πέλας οὐδὲν ἀδικοῦντας ἐκπορίζεσθαι πολέμου αἰτίας.ὅτε τοίνυν ταῦτα οὕτως ἔχει, παρείσθω μὲν ὑμῖν τοῦ παιδὸς τοῦδε νησιῶτις μνηστή, χρήματα πάντα ὅσα παρ’ ἡμῶν κεκομισμένη τούτου δὴ ἕνεκα ἔτυχε τῆς ὕβρεως ἀπενεγκαμένη μισθόν, ᾗ νόμος ἀνθρώπων ὁ κοινὸς βούλεται· Ῥάδιγις δὲ ὁ παῖς ξυνοικιζέσθω τῇ μητρυιᾷ τὸ λοιπὸν τῇ αὑτοῦ, καθάπερ ὁ πάτριος ἡμῖν ἐφίησι νόμος.”