χρόνου γὰρ κατατρῖψαι μῆκος ἐν χώρᾳ ὑπὲρ Ἰνδῶν ἔθνη τὰ πολλὰ οὔσῃ, ἥπερ Σηρίνδα ὀνομάζεται, ταύτῃ τε ἐς τὸ ἀκριβὲς ἐκμεμαθηκέναι ὁποίᾳ ποτὲ μηχανῇ γίνεσθαι τὴν μέταξαν ἐν γῇ τῇ Ῥωμαίων δυνατὰ εἴη.ἐνδελεχέστατα δὲ διερευνωμένῳ τῷ βασιλεῖ καὶ ἀναπυνθανομένῳ εἰ ὁ λόγος ἀληθὴς εἴη ἔφασκον οἱ μοναχοὶ σκώληκάς τινας τῆς μετάξης δημιουργοὺς εἶναι, τῆς φύσεως αὐτοῖς διδασκάλου τε οὔσης καὶ διηνεκῶς ἀναγκαζούσης ἐργάζεσθαι.ἀλλὰ τοὺς μὲν σκώληκας ἐνθάδε ζῶντας διακομίζειν ἀμήχανα εἶναι, τὸν δὲ αὐτῶν γόνον εὔπορόν τε καὶ ῥᾴδιον ὅλως. εἶναι δὲ τῶν σκωλήκων τῶνδε τὸν γόνον ᾠὰ ἑκάστου ἀνάριθμα.ταῦτα δὲ τὰ ᾠὰ χρόνῳ πολλῷ τῆς γονῆς ὕστερον κόπρῳ καλύψαντες ἄνθρωποι ταύτῃ τε διαρκῆ θερμήναντες χρόνον ζῷα ποιοῦσι.ταῦτα εἰπόντας ὁ βασιλεὺς μεγάλοις τοὺς ἄνδρας ἀγαθοῖς δωρήσασθαι ὁμολογήσας τῷ ἔργῳ πείθει ἐπιρρῶσαι τὸν λόγον.οἱ δὲ γενόμενοι ἐν Σηρίνδῃ αὖθις τά τε ᾠὰ μετήνεγκαν ἐς Βυζάντιον, ἐς σκώληκάς τε αὐτὰ τρόπῳ ᾧπερ ἐρρήθη μεταπεφυκέναι διαπραξάμενοι τρέφουσί τε συκαμίνου φύλλοις, καὶ ἀπ’ αὐτοῦ γίνεσθαι μέταξαν τὸ λοιπὸν κατεστήσαντο ἐν Ῥωμαίων τῇ γῇ.τότε μὲν οὖν τά τε κατὰ τὸν πόλεμον πράγματα Ῥωμαίοις τε καὶ Πέρσαις καὶ τὰ ἀμφὶ μετάξῃ ταύτῃ πη ἔσχε.Μετὰ δὲ τὴν τοῦ χειμῶνος ὥραν ἀφικόμενος παρὰ Χοσρόην σὺν τοῖς χρήμασιν Ἰσδιγούσνας τὰ ξυγκείμενα σφίσιν ἐσήγγελλε. καὶ ὃς τὰ μὲν χρήματα κεκομισμένος τὴν ἐκεχειρίαν μελλήσει οὐδεμιᾷ ἐπεσφράγισε, Λαζικῆς δὲ μεθίεσθαι οὐδαμῆ ἤθελεν.ἀλλὰ καὶ τοῖς χρήμασι τούτοις Οὔννων τῶν Σαβείρων ἑταιρισάμενος μέγα τι χρῆμα ξὺν Πέρσαις τισὶ τῷ Μερμερόῃ εὐθὺς ἔπεμψεν. ᾧ δὴ ἐπέστελλεν ἔργου ἔχεσθαι δυνάμει τῇ πάσῃ, καὶ μὴν καὶ ἐλέφαντάς οἱ πολλοὺς ἔστειλε.Μερμερόης δὲ παντὶ τῷ Περσῶν τε καὶ Οὔννων στρατῷ ἐκ Μοχηρήσιδος ἀναστὰς ἐπὶ τὰ Λαζῶν ὀχυρώματα ᾔει, τοὺς ἐλέφαντας ἐπαγόμενος.Ῥωμαῖοι δὲ οὐδαμῆ ὑπηντίαζον, ἀλλ’ ἀμφὶ τὰς ἐκβολὰς Φάσιδος ποταμοῦ, Μαρτίνου ἡγουμένου σφίσι, χωρίου ἰσχύι σφᾶς αὐτοὺς ὡς ἀσφαλέστατα κρατυνάμενοι ἡσυχῆ ἔμενον.ξυνῆν δὲ αὐτοῖς καὶ Γουβάζης ὁ Λαζῶν βασιλεύς. οὗτος δὲ ὁ Μήδων στρατός, τύχης αὐτῷ ξυμβάσης τινός, οὐδὲν ἄχαρι οὔτε Ῥωμαίων οὔτε Λαζῶν τινὰ ἔδρασε.τὰ μὲν γὰρ πρῶτα ὁ Μερμερόης ἐν φρουρίῳ τῳ μαθὼν τὴν Γουβάζου ἀδελφὴν εἶναι ἐπ’ αὐτὸ ἐπῆγε τὸ στράτευμα ὡς ἐξαιρήσων μηχανῇ πάσῃ.καρτερώτατα δὲ ἀμυνομένων τῶν ταύτῃ φρουρῶν καὶ χωρίου σφίσι ξυλλαμβανούσης τῆς φύσεως ὀχυρότητι ἄπρακτοι ἐνθένδε ἀποκρουσθέντες οἱ βάρβαροι ἀνεχώρησαν· ἔπειτα ἐπὶ Ἀβασγοὺς σπουδῇ ἵεντο.Ῥωμαῖοι δὲ οἱ ἐν Τζιβιλῇ φρουρὰν ἔχοντες τὴν δίοδον καταλαμβάνοντες στενοτάτην τε καὶ κρημνώδη οὖσαν, ᾗπέρ μοι ἔμπροσθεν εἴρηται, τὸ παράπαν τε ἀδιέξοδον, ἐμπόδιοι σφίσιν ἐγένοντο.διὸ δὴ οὐκ ἔχων ὁ Μερμερόης καθ’ ὅ τι τοὺς ἀνθισταμένους βιάζηται, ὑπῆγεν ὀπίσω τὸ στράτευμα ἐπί τε Ἀρχαιόπολιν ὡς πολιορκήσων αὐτίκα ᾔει. τοῦ τε περιβόλου ἀποπειρασάμενος, ἐπεὶ οὐδὲν προὐχώρει, ἀνέστρεφεν αὖθις.Ῥωμαῖοι δὲ ἀναχωροῦσιν ἐπισπόμενοι τοῖς πολεμίοις ἐν δυσχωρίᾳ πολλοὺς ἔκτεινον, ἐν τοῖς καὶ τῶν Σαβείρων τὸν ἄρχοντα ξυνηνέχθη πεσεῖν.μάχης τε καρτερᾶς ἀμφὶ τῷ νεκρῷ γενομένης ὕστερον Πέρσαι περὶ λύχνων ἁφὰς βιασάμενοι τοὺς ἐναντίους ἐτρέψαντο, ἐπί τε Κόταϊς καὶ Μοχήρησιν ἀπεχώρησαν. ταῦτα μὲν οὖν Ῥωμαίοις τε καὶ Πέρσαις ἐπέπρακτο τῇδε.Τὰ μέντοι ἐπὶ Λιβύης ἅπαντα Ῥωμαίοις εὖ τε καὶ καλῶς καθειστήκει. τῷ γὰρ Ἰωάννῃ, ὅνπερ ἐνταῦθα βασιλεὺς Ἰουστινιανὸς στρατηγὸν κατεστήσατο, εὐτυχήματα λόγου τε καὶ ἀκοῆς κρείσσω ξυνηνέχθη γενέσθαι.ὃς δὴ ἕνα τῶν ἐν Μαυρουσίοις ἀρχόντων ἑταιρισάμενος, Κουτζίναν ὄνομα, τά τε πρότερα μάχῃ τοὺς ἄλλους ἐνίκησε καὶ οὐ πολλῷ ὕστερον Ἀντάλαν τε καὶ Ἰαύδαν, οἳ Μαυρουσίων τῶν ἐν Βυζακίῳ τε καὶ Νουμιδίᾳ τὸ κράτος εἶχον, ὑποχειρίους πεποίηται, εἵποντό τε αὐτῷ ἐν ἀνδραπόδων λόγῳ.καὶ ἀπ’ αὐτοῦ πολέμιον Ῥωμαίοις οὐδὲν ὑπὸ τοῦτον τὸν χρόνον ἔν γε Λιβύῃ ἐγένετο. τοῖς μέντοι φθάσασι πολέμοις τε καὶ στάσεσιν ἔρημος ἀνθρώπων ἡ χώρα ἐκ τοῦ ἐπὶ πλεῖστον οὖσα διέμεινεν.Ἐν ᾧ δὲ ταῦτα ἐπράσσετο τῇδε, ἐν τούτῳ τάδε ξυνηνέχθη ἐν Εὐρώπῃ γενέσθαι. Γήπαιδες μέν, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, τὰς σπονδὰς θέμενοι πρὸς Λαγγοβάρδας τοὺς σφίσι πολεμίους ὄντας ἐτύγχανον.παντάπασι δὲ οὐχ οἷοί τε ὄντες τὰ διάφορα πρὸς αὐτοὺς διαλῦσαι πολεμητέα σφίσιν οὐ πολλῷ ὕστερον ᾤοντο εἶναι.Γήπαιδες μὲν οὖν καὶ Λαγγοβάρδαι πανδημεὶ ἐπ’ ἀλλήλους τῷ πολέμῳ ἀκμάζοντες ᾔεσαν.ἡγεῖτο δὲ τῶν μὲν Γηπαίδων Θορισίν, τῶν δὲ Λαγγοβαρδῶν Αὐδουὶν ὄνομα, καὶ αὐτῶν ἑκατέρῳ ἀνδρῶν μυριάδες πολλαὶ εἵποντο. ἤδη μὲν οὖν ἄγχιστά πη ἀμφότεροι ἦλθον, οὔπω δὲ τὰ στρατόπεδα πρὸς ἀλλήλων καθεωρῶντο.δείματα δὲ τὰ πανικὰ καλούμενα ἐξαπιναίως ἑκατέροις ἐπιπεσόντα φεύγοντας ἀπ’ αἰτίας οὐδεμιᾶς ἅπαντας ὀπίσω ἀπήνεγκε, μόνων τῶν ἀρχόντων αὐτοῦ ἀπολελειμμένων ξὺν ὀλίγοις τισίν.