ἀμύνεσθαι δὲ τοὺς πολεμίους οὔτε Ῥωμαῖοι οὔτε Λαζοὶ εἶχον, ἐπεὶ οὐδὲ καταβαίνειν ἐκ τῶν ὀρῶν ἢ τῶν ὀχυρωμάτων ἐτόλμων οὐδέ πη τοῖς πολεμίοις ἐπεξιέναι.Μερμερόης δὲ τῆς τοῦ χειμῶνος ἐγκειμένης ὥρας ξύλινον μὲν τεῖχος ἐν Κόταϊς ἐτεκτήνατο, φρουράν τε Περσῶν τῶν μαχίμων οὐχ ἧσσον ἢ τρισχιλίων ἐνταῦθα καταστησάμενος, ἔν τε τῷ Οὐθιμέρεος ἄνδρας αὐτάρκεις ἀπολιπών.οἰκοδομησάμενος δὲ καὶ τὸ ἄλλο Λαζῶν φρούριον, ὃ δὴ καλοῦσι Σαραπανίν, πρὸς αὐτοῖς μάλιστα τοῖς ἐσχάτοις ὁρίοις Λαζικῆς κείμενον, αὐτοῦ ἔμενεν.ἔπειτα δὲ Ῥωμαίους τε καὶ Λαζοὺς ἀγείρεσθαί τε μαθὼν καὶ ἀμφὶ τὰς ἐκβολὰς ἐνστρατοπεδεύεσθαι ποταμοῦ Φάσιδος, παντὶ τῷ στρατῷ ἐπ’ αὐτοὺς ᾔει.ὅπερ ἐπεὶ Γουβάζης τε καὶ οἱ τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντες ἔμαθον, οὐχ ὑποστάντες τῶν πολεμίων τὴν ἔφοδον διελύθησάν τε καὶ διεσώθησαν ὥς πη ἑκάστῳ δυνατὰ γέγονεν.ὅ τε Γουβάζης ἀναδραμὼν ἐς τῶν ὀρῶν τὰς ὑπερβολὰς διεχείμαζε ξύν τε τοῖς παισὶ καὶ τῇ γυναικὶ καὶ τοῖς ἐς τὰ μάλιστα ἐπιτηδείοις, τῇ μὲν ἀμηχανίᾳ τῶν παρόντων κακῶν διαμαχόμενος πρὸς τὴν ἀπὸ τῆς ὥρας ἀνάγκην, ἐλπίδι δὲ τοῦ Βυζαντίου ἐς τὸν μέλλοντα χρόνον θαρσῶν, ταύτῃ τε τὴν τύχην παρηγορῶν τὴν τότε παροῦσαν, οἷά γε τὰ ἀνθρώπεια,καὶ καραδοκῶν τὰ βελτίω. καὶ οἱ ἄλλοι δὲ Λαζοὶ τῇ πρὸς βασιλέα Γουβάζην αἰδοῖ τὴν τοῦ χειμῶνος ὥραν οὐδέν τι ἧσσον ἐν τοῖς σκοπέλοις κατέτριβον, δύσκολον μὲν ἐνταῦθα οὐδὲν πρὸς τῶν πολεμίων δειμαίνοντες, ἐπεὶ τοῖς ἐπιβουλεύουσιν, ἄλλως τε καὶ κατὰ τὸν χειμῶνα, ταῦτα τὰ ὄρη ἀμήχανά τε καὶ ὅλως ἀπρόσοδα ξυμβαίνει εἶναι, λιμῷ δὲ καὶ ψύχει καὶ τῇ ἄλλῃ κακοπαθείᾳ δυσθανατῶντες.Ὁ δὲ Μερμερόης οἰκία τε πολλὰ κατ’ ἐξουσίαν ᾠκοδομήσατο ἐν ταῖς κατὰ τὴν Μοχήρησιν κώμαις καὶ τὰ ἐπιτήδεια πανταχόθι καταστησάμενος τῶν τῇδε χωρίων, τῶν τε αὐτομόλων περιπέμπων τινὰς ἐς τῶν ὀρῶν τὰς ἀκρωρείας καὶ τὰ πιστὰ παρεχόμενος ἐπαγαγέσθαι πολλοὺς ἴσχυσεν· οἷς δὴ καὶ τῶν ἀναγκαίων ἀπορουμένοις ἐχορήγει συχνὰ καὶ ὡς οἰκείων ἐπεμελεῖτο, τά τε ἄλλα διῳκεῖτο ξὺν ἀδείᾳ πολλῇ ἅτε τῆς χώρας γεγονὼς κύριος.καὶ πρὸς Γουβάζην ἔγραψε τάδε· “Δύο ταῦτα ῥυθμίζει τοῖς ἀνθρώποις τὸν βίον, δύναμίς τε καὶ φρόνησις. οἱ μὲν γὰρ τῷ δυνατῷ περιόντες τῶν πέλας αὐτοί τε βιοτεύουσι κατ’ ἐξουσίαν καὶ ὅπη βούλονται τοὺς καταδεεστέρους ἐσαεὶ ἄγουσιν, οἱ δὲ διὰ τὴν ἀσθένειαν δεδουλωμένοι τοῖς κρείττοσι, τῷ ξυνετῷ τὴν ἀδυναμίαν ἰώμενοι, θωπείᾳ τοὺς κρατοῦντας μετίασι καὶ οὐδέν τι ἧσσον ἐν τοῖς οἰκείοις βιοῦν δύνανται, πάντων ἀπολαύοντες τῇ κολακείᾳ ὧνπερ αὐτοῖς διὰ τὴν ἀσθένειαν στερεῖσθαι ξυμβαίνει.καὶ ταῦτα οὐ παρὰ μὲν τῶν ἐθνῶν τισὶ σφίσι φέρεται οὕτως, παρὰ δὲ τοῖς ἄλλοις οὐ ταύτῃ πη ἔχει, ἀλλὰ ἀνθρώποις ὡς εἰπεῖν ἅπασι πανταχόθι γῆς τῆς οἰκουμένης ὥσπερ ἄλλο τι ἐμπέπηγε φύσει.καὶ σὺ τοίνυν, ὦ φίλε Γουβάζη, ἢν μὲν οἴει περιέσεσθαι Περσῶν τῷ πολέμῳ, μήτε μέλλε μήτε σοι ἐμπόδιον γινέσθω μηδέν.εὑρήσεις γὰρ ἡμᾶς τῆς Λαζικῆς ἔνθα ἂν βούλοιο ὑφισταμένους τε τὴν σὴν ἔφοδον καὶ ἀντιπαραταττομένους ὑπὲρ χώρας τῆσδε ὅση δύναμις· ὥστε παρέσται σοι διαγωνιζομένῳ ἀνδραγαθίζεσθαι πρὸς ἡμᾶς.εἰ μέντοι ἀδύνατος ὢν Περσῶν τῇ δυνάμει ἀντιτάσσεσθαι καὶ αὐτὸς οἶδας, σὺ δέ, ὦ ʼγαθέ, τὸ δεύτερον διαχείριζε, τὸ γνῶθι σαυτόν, καὶ προσκύνει τὸν σαυτοῦ δεσπότην Χοσρόην ἅτε βασιλέα καὶ νενικηκότα καὶ κύριον.αἴτει τέ σοι τῶν πεπραγμένων ἵλεων εἶναι, ὅπως ἂν τὸ λοιπὸν δυνατὸς εἴης τῶν ἐνοχλούντων ἀπηλλάχθαι κακῶν.ὡς ἔγωγε ἀναδέχομαι βασιλέα Χοσρόην ἵλεών τέ σοι γενήσεσθαι καὶ τὰ πιστὰ δώσειν, ὁμήρους σοι παρεχόμενον παῖδας τῶν ἐν Πέρσαις λογίμων ἀρχόντων, ὡς τά τε ἄλλα καὶ τὴν σωτηρίαν καὶ τὴν βασιλείαν τὴν σὴν τὸν πάντα αἰῶνα ἐν ἀσφαλείᾳ ἕξεις.εἰ δέ σοι τούτων οὐδέτερον βουλομένῳ ἐστίν, ἀλλὰ σὺ ἔς τινα ἑτέραν ἀπιὼν χώραν δὸς τοῖς διὰ τὴν σὴν ἀβουλίαν ταλαιπώροις γενομένοις Λαζοῖς ἀναπνεῦσαί ποτε καὶ ἀπὸ δυσκόλων τῶν αὐτοῖς ἐγκειμένων ἀνενεγκεῖν μηδὲ αὐτοῖς ἀπέραντον ὄλεθρον τόνδε προστρίβεσθαι βούλου ἐπὶ σφαλερᾶς τῆς ἐλπίδος ὀχούμενος· λέγω δὲ τῆς Ῥωμαίων ἐπικουρίας.οὐ γάρ σοι τιμωρεῖν ποτὲ δυνατοὶ ἔσονται, ὥσπερ οὐδὲ ἄχρι ἐς τὴν ἡμέραν δεδύνηνται τήνδε.” Μερμερόης μὲν ταῦτα ἔγραψε.Γουβάζην δὲ οὐδ’ ὣς ἔπειθεν, ἀλλ’ ἐν τοῖς τῶν ὀρῶν κολωνοῖς ἔμενε, καραδοκῶν τὴν ἐκ Ῥωμαίων ἐπικουρίαν καὶ τῷ ἐς τὸν Χοσρόην ἔχθει ὡς ἥκιστα ἐς τὴν Ῥωμαίων ἀπόγνωσιν ἐγκλίνειν ἐθέλων.οἱ γὰρ ἄνθρωποι τὴν διάνοιαν ἐκ τοῦ ἐπὶ πλεῖστον πρὸς τὴν τοῦ βουλήματος ἁρμόζονται χρείαν, καὶ λόγῳ μὲν τῷ ἀρέσκοντι αὐτοὺς ἀεὶ προσχωροῦσι, καὶ προσίενται τὰ ἐξ αὐτοῦ πάντα, οὐ διασκοπούμενοι μὴ ψευδὴς εἴη, τῷ δὲ λυποῦντι χαλεπῶς ἔχοντες ἀπιστοῦσιν, οὐ διερευνώμενοι μὴ ἀληθὴς εἴη.Ὑπὸ τοῦτον τὸν χρόνον τῶν τινὲς μοναχῶν ἐξ Ἰνδῶν ἥκοντες, γνόντες τε ὡς Ἰουστινιανῷ βασιλεῖ διὰ σπουδῆς εἴη μηκέτι πρὸς Περσῶν τὴν μέταξαν ὠνεῖσθαι Ῥωμαίους, ἐς βασιλέα γενόμενοι οὕτω δὴ τὰ ἀμφὶ τῇ μετάξῃ διοικήσεσθαι ὡμολόγουν, ὡς μηκέτι Ῥωμαῖοι ἐκ Περσῶν τῶν σφίσι πολεμίων ἢ ἄλλου του ἔθνους τὸ ἐμπόλημα τοῦτο ποιήσωνται·