ταῦτα μὲν οὖν ταύτῃ ἐπέπρακτο. Ἰσδιγούσνας δὲ χρήματά τε περιβαλόμενος ὅσα οὐδεὶς πρέσβεων πώποτε, καὶ πάντων, οἶμαι, πλουσιώτατος Περσῶν γεγονὼς ἐπ’ οἴκου ἀπεκομίσθη, ἐπεὶ αὐτὸν Ἰουστινιανὸς βασιλεὺς ἐτετιμήκει τε ἐν τοῖς μάλιστα καὶ χρήμασι μεγάλοις δωρησάμενος ἀπεπέμψατο.μόνος δὲ πρέσβεων ἁπάντων οὗτος ἐς πεῖραν φυλακῆς οὐδεμιᾶς ἦλθεν, ἀλλ’ αὐτός τε καὶ ὅσοι αὐτῷ βάρβαροι εἵποντο πολλοὶ ἐσάγαν ὄντες ἐν πολλῇ ἐξουσίᾳ ἐγένοντο ἐπὶ χρόνου μῆκος ἐντυγχάνειν τε καὶ ξυγγίνεσθαι οἷς ἂν βούλοιντο, καὶ τῆς πόλεως πανταχόσε περιπάτους ποιεῖσθαι, ὠνεῖσθαί τε καὶ ἀποδίδοσθαι ὅσα ἦν βουλομένοις σφίσι, καὶ ξυμβόλαια ποιεῖσθαι πάντα ἐργασίᾳ τε τῇ περὶ ταῦτα ἐνδιατρίβειν ξὺν πάσῃ ἀδείᾳ, καθάπερ ἐν πόλει αὐτῶν ἰδίᾳ, Ῥωμαίων αὐτοῖς οὐδενὸς ἑπομένου ἢ ξυνόντος ὅλως ἢ τηρεῖν ἀξιοῦντος, ᾗπερ εἰώθει.Ἐν τούτῳ τῷ χρόνῳ τετύχηκέ τι τῶν οὔπω πρότερον, ὅσα γε ἡμᾶς εἰδέναι, γεγονότων ξυνενεχθῆναι. τοῦ μὲν γὰρ ἔτους μετόπωρον ἦν, αὐχμὸς δὲ καὶ πνιγμὸς ὥσπερ θέρους μέσου ἐγένετο θαυμαστὸν ὅσον· ὥστε ἀμέλει ῥόδων μὲν πλῆθος ἅτε ἦρος ὄντος ἐφύη, τῶν εἰωθότων οὐδενὶ τὸ παράπαν διαλλασσόντων.καρποὺς δὲ τὰ δένδρα σχεδόν τι ἅπαντα νέους τινὰς αὖθις ἤνεγκε, κἀν ταῖς ἀμπέλοις οὐδέν τι ἧσσον ἐγένοντο βότρυες, καίπερ τοῦ τρυγήτου γεγενημένου ἡμέραις ἤδη οὐ πολλαῖς ἔμπροσθεν.οἷς δὴ οἱ ταῦτα δεινοὶ τεκμηριούμενοι προὔλεγον ἀπροσδόκητον μέγα τι ἔσεσθαι, οἱ μὲν ἀγαθόν, οἱ δὲ τοὐναντίον.ἐγὼ δὲ ταῦτα μὲν κατά τι ξυμβεβηκὸς γεγονέναι οἶμαι, νότων ἐπὶ πλεῖστον ἀνέμων, ᾗπερ εἰώθει, ἐπιπεσόντων καὶ θέρμης ἐνθένδε παρὰ τὰ ξυνειθισμένα πολλῆς τε καὶ οὐ κατὰ φύσιν τῆς ὥρας ἐπιγενομένης τῇ χώρᾳ.εἰ δέ τι, ὥσπερ οὗτοί φασι, καὶ σημαίνει παρὰ δόξαν ἐσόμενον, βεβαιότατα ἐκ τῶν ἀποβησομένων εἰσόμεθα.Ἐν ᾧ δὲ τάδε ἀμφὶ ταῖς σπονδαῖς Ῥωμαίοις τε καὶ Πέρσαις ἐν Βυζαντίῳ ἐπράσσετο, ἐν τούτῳ ἐπὶ Λαζικῆς τάδε ξυνηνέχθη γενέσθαι.Γουβάζης ὁ Λαζῶν βασιλεὺς Ῥωμαίοις εὐνοϊκῶς ἔσχεν, ἐπεί οἱ Χοσρόην, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, ἐπιβουλεύειν θάνατον ᾔσθετο.τῶν δὲ ἄλλων Λαζῶν οἱ πλεῖστοι ἀνήκεστα πρὸς τῶν Ῥωμαίων στρατιωτῶν δεινὰ πάσχοντες καὶ διαφερόντως τοῖς ἄρχουσι τοῦ στρατοῦ ἀχθόμενοι ἐμήδιζον ἐκ τοῦ ἐπὶ πλεῖστον, οὐ τὰ Περσῶν ἀσπαζόμενοι, ἀλλ’ ἀπαλλαξείοντες τῆς Ῥωμαίων ἀρχῆς καὶ τῶν δυσχερῶν τὰ τέως μὴ παρόντα αἱρούμενοι.ἦν δέ τις ἐν Λαζοῖς οὐκ ἀφανὴς ἀνὴρ Θεοφόβιος ὄνομα, ὅσπερ τῷ Μερμερόῃ λαθραιότατα ἐς λόγους ξυμμίξας φρούριον ἐνδώσειν τὸ Οὐθιμέρεος ὡμολόγησεν.ὁ δὲ αὐτὸν ἐλπίσι μεγάλαις ἐπάρας ἐς τὴν πρᾶξιν ὥρμησε ταύτην, φίλον μὲν αὐτὸν ἐν τοῖς μάλιστα Χοσρόῃ βασιλεῖ ἐκ τοῦ ἔργου τούτου ἰσχυρισάμενος ἔσεσθαι, Πέρσαις δὲ ἀνάγραπτον ἐπ’ εὐεργεσίᾳ ἐς τὸν πάντα αἰῶνα, καὶ ἀπ’ αὐτοῦ δόξῃ τε καὶ πλούτῳ καὶ δυνάμει αὐτὸν γενήσεσθαι μέγαν. οἷς δὴ Θεοφόβιος ἐπαρθεὶς πολλῷ ἔτι μᾶλλον εἰς τὸ ἔργον ἠπείγετο.Καὶ ἦν γὰρ οὐδεμία ἐπιμιξία Ῥωμαίοις τε καὶ Λαζοῖς τότε, ἀλλ’ οἱ μὲν Πέρσαι πολλῇ ἐξουσίᾳ πανταχόσε περιήρχοντο τῶν ταύτῃ χωρίων, Ῥωμαίων δὲ καὶ Λαζῶν οἱ μὲν παρὰ ποταμὸν Φᾶσιν ἐλάνθανον, οἱ δὲ Ἀρχαιόπολιν ἢ ἄλλο τι τῶν ἐκείνῃ ὀχυρωμάτων καταλαβόντες ἐκρύπτοντο· καὶ Γουβάζης αὐτός, ὁ Λαζῶν βασιλεύς, ἐς τῶν ὀρῶν τὰς ὑπερβολὰς ἡσυχῆ ἔμενε.πόνῳ γοῦν ὁ Θεοφόβιος οὐδενὶ ἴσχυσε τὴν ὑπόσχεσιν τῷ Μερμερόῃ ἐπιτελέσαι. ἐν γὰρ τῷ φρουρίῳ γενόμενος ἔφασκε Λαζοῖς τε καὶ Ῥωμαίοις οἳ τὸ ἐνταῦθα φυλακτήριον εἶχον ὡς ἅπας μὲν ὁ Ῥωμαίων στρατὸς ἀπολώλει, Γουβάζῃ δὲ βασιλεῖ καὶ Λαζοῖς τοῖς ἀμφ’ αὐτὸν ἅπασι διαφθαρείη τὰ πράγματα, Κολχὶς δὲ ξύμπασα πρὸς Περσῶν ἔχοιτο, καὶ οὐδέ τις ἐλπὶς Ῥωμαίοις ποτὲ ἢ τῷ Γουβάζῃ ἀνασωθήσεσθαι τῆς χώρας τὸ κράτος.τὰ μὲν γὰρ πρότερα κατὰ μόνας ταῦτα τὸν Μερμερόην διαπεπρᾶχθαι, μυριάδας τε πλέον ἑπτὰ ἐπαγαγόμενον Περσῶν μαχίμων ἀνδρῶν καὶ βαρβάρους Σαβείρους παμπληθεῖς· νῦν δὲ καὶ βασιλέα Χοσρόην στρατῷ ἀμυθήτῳ ἐνθάδε ἥκοντα ἐξαπιναίως αὐτοῖς ἀναμεμίχθαι καὶ οὐκ ἂν τὸ λοιπὸν οὐδὲ αὐτὴν Κόλχων τῇ στρατιᾷ ταύτῃ τὴν γῆν ἐπαρκέσειν.ταῦτα τερατευσάμενος Θεοφόβιος ἐς δέος μέγα καὶ ἀμηχανίαν κατεστήσατο τοὺς ἐνταῦθα φρουρούς.καὶ αὐτὸν ἐλιπάρουν πρὸς θεοῦ τοῦ πατρῴου ἱκετεύοντες τὰ παρόντα ὅση δύναμις εὖ θέσθαι σφίσι.καὶ ὃς αὐτοῖς ὡμολόγει πρὸς τοῦ Χοσρόου ἀμφὶ τῇ σωτηρίᾳ τὰ πιστὰ οἴσειν, ἐφ’ ᾧ τὸ φρούριον ἐνδώσουσι Πέρσαις. Ἐπεί τε τοὺς ἀνθρώπους ταῦτα ἤρεσκεν, αὐτίκα ἐνθένδε ἀπαλλαγεὶς αὖθίς τε τῷ Μερμερόῃ ἐς ὄψιν ἥκων ἅπαντα ἔφραζεν.ὁ δὲ Περσῶν ἄνδρας τοὺς δοκιμωτάτους ἀπολεξάμενος ξὺν αὐτῷ ἐς τὸ Οὐθιμέρεος ἔπεμψε, τά τε πιστὰ παρεξομένους ἀμφί τε τοῖς χρήμασι καὶ τῇ σωτηρίᾳ τοῖς τῇδε φρουροῖς καὶ τὸ φρούριον τοῦτο καθέξοντας.οὕτω μὲν Πέρσαι τὸ Οὐθιμέρεος φρούριον ἔσχον καὶ Λαζικῆς τὴν ἐπικράτησιν ἰσχυρότατα ἐκρατύναντο.οὐ μόνην δὲ Λαζικὴν ταύτην οἱ Πέρσαι ὑποχειρίαν πεποίηνται, ἀλλὰ καὶ Σκυμνίαν τε καὶ Σουανίαν, ἐκ δὲ Μοχηρήσιδος ἄχρι ἐς Ἰβηρίαν ἄβατα Ῥωμαίοις τε καὶ τῷ Λαζῶν βασιλεῖ ξύμπαντα τὰ ἐκείνῃ χωρία τῷ τρόπῳ τούτῳ ἐγένετο.