γενόμενος οὖν ἐνταῦθα παντὶ τῷ στρατῷ ὁ Μερμερόης οὐ πολλῷ ὕστερον, ἔρημόν τε παντάπασιν ἰδὼν τὸ τῶν πολεμίων στρατόπεδον ἤσχαλλέ τε καὶ ἀπορούμενος ἐδυσφορεῖτο.καύσας τε τὸ Ῥωμαίων χαράκωμα καὶ τῷ θυμῷ ζέων ἀνέστρεφεν αὐτίκα καὶ τὸ στράτευμα ἐπὶ τὴν Ἀρχαιόπολιν ἦγε.Κεῖται δὲ Ἀρχαιόπολις ἐπὶ λόφου τινὸς σκληροῦ ἐσάγαν, καὶ ποταμὸς αὐτὴν παραρρεῖ ἐξ ὀρῶν κατιὼν ἅπερ τῆς πόλεως καθύπερθέν ἐστι.πύλαι δὲ αὐτῇ αἱ μὲν κάτω εἰσί, φέρουσαι παρὰ τοῦ λόφου τὴν ὑπώρειαν, οὐκ ἀπρόσοδοι μέντοι, ἀλλ’ ὅσον ἄνοδον ἐκ τοῦ πεδίου τινὰ ἐς αὐτὰς οὐχ ὁμαλῆ εἶναι· αἱ δὲ ἄνω ἐς τὸ κρημνῶδες ἐξάγουσαι δυσπρόσοδοι ἐσάγαν εἰσί· χῶροι γὰρ λοχμώδεις πρὸ τούτων τῶν πυλῶν εἰσίν, ἐπὶ πλεῖστον διήκοντες.ἐπεί τε ὕδατος ἄλλου τοῖς τῇδε ᾠκημένοις οὐδαμῆ μέτεστι, τείχη δύο ἐνθένδε οἱ τὴν πόλιν δειμάμενοι ἄχρι ἐς τὸν ποταμὸν ἐτεκτήναντο, ὅπως ἂν σφίσιν ἐν τῷ ἀσφαλεῖ τὸ τοῦ ποταμοῦ ὕδωρ ἀρύεσθαι δυνατὰ εἴη. Μερμερόης οὖν παντὶ σθένει τειχομαχεῖν ἐνταῦθα σπουδάζων τε καὶ διατεινόμενος ἐποίει τάδε.πρῶτα μὲν τοῖς Σαβείροις ἐπήγγειλε κριοὺς παμπληθεῖς ἐργάζεσθαι, οἵους ἂν φέρειν ἄνθρωποι ἐπὶ τῶν ὤμων δυνατοὶ εἶεν, ἐπεὶ μηχανὰς μὲν τὰς συνειθισμένας τρόπῳ οὐδενὶ ἐς Ἀρχαιοπόλεως τὸν περίβολον ἐπάγεσθαι εἶχε, κατὰ τὸν τοῦ ὄρους πρόποδα κείμενον, ἠκηκόει δὲ ὅσα τοῖς Ῥωμαίων ἐνσπόνδοις Σαβείροις ἀμφὶ τὸ Πέτρας τεῖχος ἐργασθείη οὐ πολλῷ ἔμπροσθεν, καὶ τοῖς ἐπινενοημένοις ἑπόμενος τὴν ἐκ τῆς πείρας ὠφέλειαν μετῄει. οἱ δὲ τὰ ἐπαγγελλόμενα ἐποίουν.κριούς τε αὐτίκα συχνοὺς ἐτεκτήναντο, ᾗπέρ μοι ἔναγχος Ῥωμαίοις εἰργάσθαι Σαβείρους ἐρρήθη. ἔπειτα δὲ τοὺς μὲν Δολομίτας καλουμένους κατὰ τῆς πόλεως τὰ κρημνώδη στέλλει ἐνοχλεῖν ἐπιστείλας τοὺς ταύτῃ πολεμίους δυνάμει τῇ πάσῃ.οἱ δὲ Δολομῖται οὗτοι βάρβαροι μέν εἰσιν, ᾠκημένοι ἐν Πέρσαις μέσοις, οὐ μὴν κατήκοοι γεγόνασι βασιλέως τοῦ Περσῶν πώποτε.ἱδρυμένοι γὰρ ἐν ὄρεσιν ἀποτόμοις τε καὶ ὅλως ἀβάτοις αὐτόνομοι ὄντες ἐκ παλαιοῦ διαγεγόνασιν ἐς τόδε τοῦ χρόνου· μισθαρνοῦντες δὲ ἀεὶ συστρατεύουσι Πέρσαις ἐπὶ πολεμίους τοὺς σφετέρους ἰοῦσι.καὶ πεζοὶ μέν εἰσιν ἅπαντες, ξίφος τε καὶ ἀσπίδα φέρων ἕκαστος καὶ ἀκόντια ἐν ταῖς χερσὶ τρία.θεῖν δὲ λίαν ἔν τε τοῖς κρημνοῖς καὶ τῶν ὀρῶν ταῖς ὑπερβολαῖς ἐξεπίστανται, ὥσπερ ἐν πεδίῳ ὑπτίῳ.καὶ διὰ τοῦτο Μερμερόης αὐτοὺς τῇδε τειχομαχεῖν ἔταξεν, αὐτὸς δὲ παντὶ τῷ ἄλλῳ στρατῷ ἐπὶ πύλας τὰς κάτω τούς τε κριοὺς καὶ τοὺς ἐλέφαντας ἐπαγόμενος ᾔει.οἱ μὲν οὖν Πέρσαι ξὺν τοῖς Σαβείροις ἐς τὸ τεῖχος συχνὰ βάλλοντες, τοῖς τε τοξεύμασι καλύψαντες τὸν ταύτῃ ἀέρα, οὐ μακράν που ἐγένοντο ἀναγκάσαι τοὺς ἐνταῦθα Ῥωμαίους ἐκλιπεῖν τὰς ἐπάλξεις.οἱ δὲ Δολομῖται τὰ δοράτια ἐκ τῶν κρημνῶν ἐκτὸς τοῦ περιβόλου ἐσακοντίζοντες πολλῷ ἔτι μᾶλλον τοὺς κατ’ αὐτοὺς πολεμίους ἐλύπουν.πανταχόθι τε Ῥωμαίοις τὰ πράγματα πονηρά τε καὶ κινδύνων ἔμπλεα ἐγεγόνει, ἔσχατα ἐσχάτων κακὰ πάσχουσι.Τότε δὴ Ὀδόναχός τε καὶ Βάβας, εἴτε ἀρετὴν ἐνδεικνύμενοι εἴτε τῶν στρατιωτῶν ἀποπειρᾶσθαι βουλόμενοι, ἢ καί τι αὐτοὺς θεῖον ἐκίνησεν, εἴασαν μὲν τῶν στρατιωτῶν ὀλίγους τινάς, οἷς δὴ ἐπέστελλον ἀπὸ τῶν ἐπάλξεων τοὺς τειχομαχοῦντας ἀμύνασθαι, τοὺς πλείστους δὲ ξυγκαλέσαντες βραχεῖάν τινα παρακέλευσιν ἐποιήσαντο καὶ ἔλεξαν τάδε· “Τὸν μὲν παρόντα κίνδυνον, ἄνδρες συστρατιῶται, καὶ τὴν περιλαβοῦσαν ἡμᾶς ἀνάγκην ὁρᾶτε.δεῖ δὲ ἡμᾶς τούτοις δὴ τοῖς κακοῖς ὡς ἥκιστα εἴκειν. τοὺς γὰρ εἰς ἀπόγνωσιν σωτηρίας ἐλθόντας τοῦτο ἂν διασώσασθαι δύναιτο μόνον, τὸ μὴ τῆς σωτηρίας ἐφίεσθαι· ἐπεὶ τῷ φιλοψύχῳ τὸ διαφθείρεσθαι ἐκ τοῦ ἐπὶ πλεῖστον ἕπεσθαι πέφυκε.καὶ τόδε δὲ ὑμᾶς ἐννοεῖν ἐν τοῖς παροῦσι δεινοῖς δεήσει, ὡς ἐκ τῶν ἐπάλξεων τῶνδε ἀμυνομένοις τοὺς πολεμίους οὐκ ἐν βεβαίῳ τὰ τῆς σωτηρίας ἡμῖν κείσεται, ἢν καὶ τὴν ἀγωνίαν ὡς προθυμότατα διενέγκωμεν.μάχη γὰρ ἐκ διεστηκότων ξυνισταμένη ἀνδραγαθίζεσθαι οὐδενὶ ξυγχωρεῖ, ἀλλ’ ἐς τὸ τῆς τύχης ὡς τὰ πολλὰ περιίσταται κράτος.ἢν μέντοι ἡ ξυμβολὴ ξυσταδὸν γένηται, τά τε τῆς προθυμίας ἐκ τοῦ ἐπὶ πλεῖστον κρατήσει καὶ μετὰ τῆς ἀνδρίας ἡ νίκη χωρήσει.ἄνευ δὲ τούτων εὐημερήσαντες μὲν ἐν τῇ ξυμβολῇ οἱ ἀπὸ τοῦ περιβόλου μαχόμενοι οὐδὲν ἄν τι τῆς εὐημερίας ἀπόναιντο μέγα, ἐπεὶ ἐν μὲν τῷ παραυτίκα τοὺς πολεμίους σφίσιν ἀπεῶσθαι ξυμβαίνει, ἐς δὲ τὴν ὑστεραίαν ὁ κίνδυνος αὖθις ἐν ἀκμῇ γίνεται, καὶ κατὰ μικρὸν δὲ σφαλέντες αὐτοῖς, ὡς τὸ εἰκός,συνδιαφθείρονται τοῖς ὀχυρώμασιν. ἐκ χειρὸς δὲ τοὺς ἐναντίους νενικηκότες ἐν τῷ ἀσφαλεῖ τὴν σωτηρίαν τὸ λοιπὸν ἕξουσιν. ὧν ἐνθυμηθέντες ἴωμεν ἐπὶ τοὺς πολεμίους προθυμίᾳ τῇ πάσῃ, τὴν ἄνωθεν ἐπικουρίαν ἐπαγαγόμενοι, εὐέλπιδές τε τῇ προσπεσούσῃ τανῦν ἀπογνώσει γεγενημένοι.τοὺς γὰρ ἐλπίδα σωτηρίας τινὸς ἐν σφίσιν αὐτοῖς οὐδαμῆ ἔχοντας τὸ θεῖον ἀεὶ διασώζεσθαι μάλιστα εἴωθε.”Τοσαῦτα Ὀδόναχός τε καὶ Βάβας παρακελευσάμενοι τάς τε πύλας ἀνέῳγον καὶ τὸ στράτευμα δρόμῳ ἐξῆγον, ὀλίγων ἀπολελειμμένων ἐνταῦθά τινων ἐξ αἰτίας τοιᾶσδε.