οὐ ξυνιέντων δὲ αὐτίκα τῶν ἐνταῦθα Περσῶν ʽπόνῳ γὰρ καὶ θορύβῳ καὶ δέει καὶ ταραχῇ ἀμέτρῳ εἴχοντο ἅπαντες, ἥ τε ἀνάγκη αὐτοῖς παρῃρεῖτο τὴν αἴσθησιν’ ἡ φλὸξ κατὰ βραχὺ αἰρομένη τῷ τε τῆς Μηδείας ἐπωνύμῳ ἐλαίῳ καὶ οἷσπερ ἄλλοις ἐξήρτυτο τὸν πύργον ὅλον καὶ Πέρσας τοὺς ἐνταῦθα ἐνέπρησεν.ἐξηνθρακωμένοι τε ἅπαντες ἔπεσον, οἱ μὲν ἐντὸς τοῦ περιβόλου, οἱ δὲ τούτου ἐκτός, ἵνα δὴ αἵ τε μηχαναὶ καὶ οἱ ἀμφ’ αὐτὰς Ῥωμαῖοι ἑστήκεσαν· οὕτω δὲ καὶ οἱ ἄλλοι Ῥωμαῖοι, ὅσοι δὴ ἐς τοῦ περιβόλου τὰ καταπεπτωκότα ἐμάχοντο, ἐνδιδόντων σφίσι τῶν πολεμίων ἔς τε ὀλιγωρίαν ἐμπεπτωκότων, ἐντὸς τοῦ περιβόλου ἐγένοντο, καὶ κατ’ ἄκρας ἡ Πέτρα ἑάλω.Τῶν μὲν οὖν Περσῶν ἐς πεντακοσίους ἐς τὴν ἀκρόπολιν ἀναδραμόντες καὶ τὸ ἐκείνῃ καταλαβόντες ὀχύρωμα ἡσυχῆ ἔμενον, τοὺς δὲ ἄλλους Ῥωμαῖοι, ὅσους οὐκ ἔκτειναν ἐν τῇ ξυμβολῇ, ἐζώγρησαν ἅπαντας ἐς τριάκοντα καὶ ἑπτακοσίους μάλιστα ὄντας.καὶ αὐτῶν ὀκτὼ μὲν καὶ δέκα ἀκραιφνεῖς εὗρον, οἱ δὲ λοιποὶ ἅπαντες τραυματίαι ὄντες ἐτύγχανον. ἔπεσον δὲ καὶ Ῥωμαίων πολλοί τε καὶ ἄριστοι, καὶ Ἰωάννης ὁ Θωμᾶ υἱός, λίθῳ τὴν κεφαλὴν ἐν τῇ ἐς τὴν πόλιν εἰσόδῳ πρός του τῶν βαρβάρων βληθεὶς ἔργα τε θαυμαστὰ ἐς τοὺς πολεμίους ἐπιδειξάμενος.Τῇ δὲ ἐπιγενομένῃ ἡμέρᾳ Ῥωμαῖοι τῶν βαρβάρων τοὺς τὴν ἀκρόπολιν καταλαβόντας πολιορκοῦντες λόγους προὔφερον, τήν τε σωτηρίαν αὐτοῖς προτεινόμενοι καὶ τὰ πιστὰ δώσειν ὑπὲρ τούτων ὁμολογοῦντες, ταύτῃ Πέρσας καραδοκοῦντες σφᾶς αὐτοὺς ἐγχειριεῖν σφίσιν.οἱ δὲ αὐτῶν οὐκ ἐνδεχόμενοι τοὺς λόγους ἐς ἀντίστασιν εἶδον, καίπερ οὐκ ἐπὶ πολὺ ἀνθέξειν τῇ ταλαιπωρίᾳ οἰόμενοι, ἀλλὰ δι’ ἀρετὴν θανατῶντες.Βέσσας δὲ αὐτοὺς ἀποστῆσαι τῆς γνώμης ἐθέλων ἀντικαταστῆσαί τε ἐς τὴν τῆς σωτηρίας ἐπιθυμίαν, τῶν τινὰ Ῥωμαίων στρατιωτῶν ὡς πλησιαίτατα αὐτοῖς ἰέναι κελεύει παραίνεσίν τέ τινα ἐς τοὺς ἀνθρώπους ποιήσασθαι, δηλώσας ὅσα δὴ ἐς αὐτοὺς εἰπεῖν βούλοιτο.Καὶ ὃς ἀγχοτάτω γενόμενος ἔλεξε τοιάδε· “Τί πεπονθότες ἐφ’ ὑμῖν αὐτοῖς, ὦ βέλτιστοι Πέρσαι, τὸν ὄλεθρον διατείνεσθε τοῦτον, ἐπιτηδεύοντες τὰ θανάσιμα σπουδῇ ἀλογίστῳ καὶ τῆς ἀρετῆς τὰ ἐπιτηδεύματα διαφανῶς ἀτιμάζοντες; οὐ γάρ ἐστιν ἀνδρεῖον τὸ τοῖς ἀμηχάνοις ἀντιστατεῖν, οὐδὲ ξυνετὸν τὸ μὴ βούλεσθαι τοῖς κεκρατηκόσιν ὑπείκειν· οὐδὲ μὴν ἄδοξον̔τὸ τύχῃ τῇ παρούσῃἑπομένους βιῶναι.ʼ ἀνάγκη γὰρ οὐδὲ ἀγαθῆς τινὸς ἐλπίδος τυχοῦσα τὴν ἀτιμίαν ἐκφεύγει δικαίως, ἢν καὶ τῶν ἔργων περιβάλληται τὰ αἰσχρότατα· κακῷ γὰρ τῷ ἀμηχάνῳ τὸ σύγγνωμον ἕπεσθαι πέφυκε.μὴ τοίνυν τὴν ἀπόνοιαν ἐν προὔπτῳ ζηλοῦτε κινδύνῳ, μηδὲ τῆς σωτηρίας τὴν ἀλαζονείαν ἀλλάξασθε, ἀλλ’ ἐνθυμεῖσθε ὡς ἀναβιώσεσθαι μὲν τοὺς τετελευτηκότας ἀδύνατον, οἱ δὲ περιόντες καὶ χρόνῳ διαχρήσονται σφᾶς αὐτοὺς ὕστερον, ἤν γε τοῦτο κρεῖσσον εἶναι δοκῇ.βουλεύσασθε οὖν τὴν ὑστάτην βουλὴν καὶ περισκοπεῖσθε τὰ ξύμφορα, ἐκεῖνο εἰδότες, ὡς ταῦτα ἂν τῶν βουλευμάτων τὰ βέλτιστα εἴη ἐν οἷς τὸ μεταμέλειν τοῖς βουλευσαμένοις ἐν ἐξουσίᾳ ἔσται.ὡς ἡμεῖς γε ὑμᾶς καὶ ζυγομαχοῦντας οἰκτείρομεν καὶ θανατώντων φειδόμεθα καὶ πρὸς τὸν βίον ἐνδιαθρυπτομένους τε καὶ βλακεύοντας ἐλεεῖν ἀξιοῦμεν, ᾗ Ῥωμαίοις Χριστιανοῖς νόμος.ἄλλο τε ὑμῖν περιέσται οὐδέν, πλήν γε δὴ ὅτι τὴν πολιτείαν ἐπὶ τὰ βελτίω μεταβαλόντες Ἰουστινιανὸν ἀντὶ Χοσρόου κύριον ἕξετε· ὑπὲρ γὰρ τούτων ὑμῖν καὶ τὰ πιστὰ δώσειν ὁμολογοῦμεν.μὴ τοίνυν ὑμᾶς αὐτοὺς διαχρήσησθε, παρὸν σώζεσθαι. οὐ γὰρ εὐτυχὲς ἐμφιλοχωρεῖν τοῖς δεινοῖς ἐπ’ οὐδεμιᾷ τὸ παράπαν ὀνήσει, ἐπεὶ οὐκ ἀνδραγαθίζεσθαι, ἀλλὰ θανατᾶν τοῦτό γε.γενναῖος δὲ ὃς ἂν ἐγκαρτερῇ τὰ δεινότατα, ἡνίκα τι προσδοκᾷ ἀπ’ αὐτοῦ χρήσιμον. οὐ γὰρ ἐπαινοῦσι τὴν ἑκούσιον τελευτὴν ἄνθρωποι, ἔνθα δή τις ἐπίκειται κρείσσων τῷ κατ’ αὐτὴν κινδύνῳ ἐλπίς, ἀλλὰ βίου μὲν καταστροφὴ ἄχρηστος ἄνοια προπετής, τὸ δὲ εἰς θάνατον ἀνόητον θράσος τοῦ δραστηρίου πρόσχημα οὐκ εὐπρεπὲς τοῖς γε σώφροσιν εἶναι δοκεῖ.καίτοι καὶ τοῦτο ἐκλογίζεσθαι χρή, μή τι δόξητε καὶ εἰς τὸ θεῖον ἀγνωμονεῖν. εἰ γὰρ ἀπολεῖν ἐβούλετο, ὦ ἄνδρες, ὑμᾶς, οὐκ ἄν, οἶμαι, παραδεδώκει τοῖς διασώζειν ἐφιεμένοις.τὰ μὲν οὖν παρ’ ἡμῶν τοιαῦτά ἐστι, βουλεύσεσθε δὲ ὑμεῖς δηλονότι ὦνπερ ἀξίοις ὑμῖν ξυμβαίνει εἶναι.”Ἡ μὲν παραίνεσις ταύτῃ πη εἶχε. Πέρσαι δὲ τοὺς λόγους οὐδὲ ὅσον ἀκοῇ δέχεσθαι ἤθελον, ἀλλ’ ἐθελοκωφοῦντες ὅτι δὴ οὐκ ἐπαΐοιεν προσεποιοῦντο.καὶ τότε, τοῦ στρατηγοῦ ἐγκελευσαμένου, Ῥωμαῖοι πῦρ τῇ ἀκροπόλει ἐμβέβληνται, τῷ τρόπῳ τούτῳ ἐνδώσειν τὰ σώματα σφίσι τοὺς πολεμίους οἰόμενοι.τῆς δὲ φλογὸς ἐπὶ μέγα χωρούσης οἱ βάρβαροι, τοῦ πάθους αὐτοῖς ἐν ὀφθαλμοῖς ὄντος, ἐξεπιστάμενοι ὅτι δὴ σφίσιν αὐτίκα δὴ μάλα τετεφρῶσθαι ξυμβήσεται, ἐλπίδα οὐδεμίαν ἔχοντες, οὐδὲ εἰδότες καθ’ ὅ τι σωθήσονται ἀμυνόμενοι, οὐδ’ ὣς ὑποχείριοι τοῖς πολεμίοις γενέσθαι ἤθελον, ἀλλὰ ξὺν τῇ ἀκροπόλει εὐθὺς ἅπαντες, θαυμάζοντος τὰ ποιούμενα τοῦ Ῥωμαίων στρατοῦ, καταφλεγόμενοι διεφθάρησαν.