καὶ λόγῳ τοσοῦτον παραθαρρύνας, ὅσον μὴ ἀμβλῦναι τοῦ καιροῦ τὴν ἀκμήν, ἔργοις τῆς παρακελεύσεως τὰ λοιπὰ ἔνειμεν. ἀνὴρ γὰρ πλέον ἢ ἑβδομήκοντα γεγονὼς ἐτῶν καὶ παντάπασιν ἔξωρος ὢν ἤδη πρῶτος ἐπέβη τῆς κλίμακος.ἐνταῦθα μάχη καὶ ἀρετῆς ἐπίδειξις γίνεται Ῥωμαίοις τε καὶ Πέρσαις οἵαν ἔγωγε κατὰ τοῦτον τὸν χρόνον οὐδαμῆ οἶμαι ξυνενεχθῆναι.τὸ μὲν γὰρ βαρβάρων πλῆθος εἰς δισχιλίους καὶ τριακοσίους ξυνῄει, Ῥωμαῖοι δὲ ἐς ἑξακισχιλίους ἐτύγχανον ὄντες.καὶ αὐτῶν ἑκατέρωθεν ὅσοι οὐ διεφθάρησαν τραυματίαι σχεδόν τι γεγόνασι πάντες, ὀλίγοις τε λίαν ἐπ’ ἀθῴοις τοῖς σώμασι περιεῖναι ξυνέβη. Ῥωμαῖοι μὲν οὖν τὴν ἀνάβασιν ἐβιάζοντο δυνάμει τῇ πάσῃ, Πέρσαι δὲ αὐτοὺς πόνῳ πολλῷ ἀπεκρούοντο.ἀμφοτέρωθεν δὲ κτεινομένων πολλῶν οὐ μακράν που ἐγένοντο τοῦ ἀπεῶσθαι τὸν κίνδυνον Πέρσαι· ὠθισμοῦ γὰρ πολλοῦ ἐν τῇ τῶν κλιμάκων ὑπερβολῇ γεγενημένου ἄλλοι τε Ῥωμαίων συχνοὶ ἅτε πολεμίοις καθύπερθεν οὖσι μαχόμενοι ἔθνησκον καὶ Βέσσας ὁ στρατηγὸς ἐς τὸ ἔδαφος πεσὼν ἔκειτο.καὶ τότε δὴ κραυγῆς ἐξαισίας πρὸς ἀμφοτέρων γεγενημένης οἱ μὲν βάρβαροι πανταχόθεν ξυρρέοντες ἐπ’ αὐτὸν ἔβαλον, οἱ δὲ δορυφόροι ξυνέστησάν τε σπουδῇ ἀμφ’ αὐτὸν καὶ κράνη μὲν ἐν ταῖς κεφαλαῖς ἔχοντες, θώρακας δὲ ἀμπεχόμενοι πάντες, ἔτι μέντοι καθύπερθεν ταῖς ἀσπίσι φραξάμενοι καὶ ἐν χρῷ ξυνιόντες ἀλλήλοις, ὀροφῆς αὐτῷ σχῆμα ἐποίουν καὶ τόν τε στρατηγὸν ὡς ἀσφαλέστατα ἔκρυψαν καὶ τὰ βαλλόμενα παντὶ σθένει ἀπεκρούοντο.καὶ πάταγος μὲν τῶν ἀεὶ πεμπομένων κἀν ταῖς ἀσπίσιν τε καὶ τοῖς ἄλλοις ὅπλοις ἀποκαυλιζομένων πολὺς ἐγεγόνει, κραυγῇ δὲ καὶ ἄσθματι καὶ ταλαιπωρίᾳ ἕκαστος εἴχετο.Ῥωμαῖοί τε ἅπαντες τῷ στρατηγῷ ἀμύνειν ἐν σπουδῇ ἔχοντες ἔβαλλον ἐς τὸ τεῖχος, οὐδένα ἀνιέντες καιρόν, καὶ ταύτῃ τοὺς πολεμίους ἀνέστελλον.Τότε δὴ ὁ Βέσσας ʽοὐδὲ γὰρ ἐξανίστασθαι εἶχε, τῆς ὁπλίσεως ἀντιστατούσης, ἄλλως τε καὶ τοῦ σώματός οἱ οὐκ εὐσταλοῦς ὄντος, ἦν γὰρ οὗτος ἀνὴρ εὔσαρκός τε καί, ὅπερ ἐρρήθη, ἐσχατογέρων’ οὐκ ἐς ἀμηχανίαν ἐξέπεσε, καίπερ ἐς τοσοῦτον κινδύνου ἥκων, ἀλλὰ βουλεύεταί τι ἐκ τοῦ αἰφνιδίου ᾧπερ αὑτόν τε καὶ τὰ Ῥωμαίων πράγματα διασώσασθαι ἔσχε.τοῖς γὰρ δορυφόροις ἐπέστελλε σύρειν τε αὐτὸν ἐκ ποδὸς καὶ ὡς ἀπωτάτω τοῦ τείχους ἐφέλκειν.οἱ δὲ κατὰ ταῦτα ἐποίουν. καὶ αὐτὸν οἱ μὲν ἔσυρον, οἱ δὲ ξὺν αὐτῷ ὑπεχώρουν, τὰς μὲν ἀσπίδας ὕπερθεν ἐπ’ ἀλλήλους ἔχοντες, τοσαύτην δὲ ποιούμενοι βάδισιν ὅσον ἐκεῖνος ἐσύρετο, ὡς μὴ ἀπαρακάλυπτος γεγονὼς πρὸς τῶν πολεμίων βληθείη.ἐπειδὴ δὲ ὁ Βέσσας ἐν τῷ ἀσφαλεῖ ἐγεγόνει, ἐξανίστατό τε καὶ παρακελευσάμενος ἐπὶ τὸ τεῖχος ᾔει, τῆς τε κλίμακος ἐπιβατεύσας αὖθις ἐπὶ τὴν ἀνάβασιν ὥρμητο.ἐπισπόμενοι δὲ Ῥωμαῖοι πάντες ἔργα ἐς τοὺς πολεμίους ἐπεδείκνυντο ἀρετῆς ἄξια. περίφοβοί τε γενόμενοι Πέρσαι καιρὸν σφίσι τινὰ τοὺς ἐναντίους διδόναι ᾔτουν, ὅπως συσκευασάμενοι ἀπαλλάσσωνται τὴν πόλιν ἐνδόντες.Βέσσας δὲ δολώσεις αὐτοὺς ἐπιτεχνάσασθαι ὑποτοπάζων, ὅπως μεταξὺ κρατύνωνται τὸ τοῦ περιβόλου ὀχύρωμα, τὴν μὲν ξυμβολὴν καταπαύειν ἔφη οὐχ οἷός τε εἶναι, τοὺς δὲ ἀμφὶ τῇ ὁμολογίᾳ βουλομένους αὐτῷ ξυγγενέσθαι, τῶν στρατοπέδων μαχομένων, οὐδέν τι ἧσσον εἰς ἑτέραν τινὰ ξὺν αὐτῷ ἰέναι τοῦ τείχους μοῖραν, δείξας τι χωρίον αὐτοῖς.Τῶν δὲ οὐκ ἐνδεχομένων τὸν λόγον γίνεται μὲν αὖθις καρτερά τις μάχη καὶ ὠθισμὸς πολύς, ἔτι δὲ ἀγχωμάλου τῆς ξυμβολῆς οὔσης ξυνηνέχθη τὸ τεῖχος ἑτέρωθι, οὗπερ διορύξαντες Ῥωμαῖοι πρότερον ἔτυχον, ἐξαπιναίως καταπεσεῖν. ἐνταῦθα οὖν πολλοὶ ἐξ ἀμφοτέρων ξυνέρρεον.καὶ Ῥωμαῖοι μὲν πλήθει τοὺς πολεμίους παρὰ πολὺ ὑπεραίροντες, καίπερ δίχα διῃρημένοι, πολλῷ ἔτι μᾶλλον βάλλοντές τε καὶ ὠθοῦντες καρτερώτατα τοῖς ἐναντίοις ἐνέκειντο.Πέρσαι δὲ οὐκέτι ὁμοίως ἀντεῖχον, ἑκατέρωθι βιαζόμενοι, ἀλλὰ διαιρεθεῖσα ἡ ὀλιγανθρωπία ἐς ἄμφω τὰ μέρη διαφανὴς ἦν.οὕτω δὲ πονουμένων ἀμφοτέρων ἔτι τῶν στρατευμάτων καὶ οὔτε Περσῶν ἀποκρούεσθαι δυναμένων ἐγκειμένους σφίσι τοὺς πολεμίους οὔτε Ῥωμαίων βιάζεσθαι παντάπασι τὴν εἴσοδον οἵων τε ὄντων, νεανίας ἀνήρ, Ἀρμένιος γένος, Ἰωάννης ὄνομα, Θωμᾶ υἱὸς ὅνπερ ἐπίκλησιν ἐκάλουν Γούζην, τὰ μὲν καταπεπτωκότα τοῦ περιβόλου καὶ τοὺς ἐνταῦθα ὠθισμοὺς εἴασεν, Ἀρμενίων δὲ τῶν οἱ ἑπομένων ἐπαγαγόμενος ὀλίγους τινὰς διὰ τοῦ κρημνωδους, ᾗπερ ἅπαντες τὴν πόλιν ἀνάλωτον εἶναι ὑπώπτευον, βιασάμενος ἀνέβη τοὺς ταύτῃ φρουρούς.κατά τε τὰς ἐπάλξεις γενόμενος ἕνα Περσῶν τῶν τῇδε ἀμυνομένων, ὅσπερ μαχιμώτατος ἐδόκει εἶναι, δόρατι ἔκτεινεν. ἐσβατόν τε Ῥωμαίοις ξυνηνέχθη τρόπῳ τοιῷδε.Πέρσαι οἳ ἐν πύργῳ τῷ ξυλίνῳ ἑστήκεσαν μέγα τι χρῆμα τῶν πυρφόρων ἀγγείων ὑφῆψαν, ὅπως τῶν βαλλομένων τῷ περιόντι καταφλέξαι αὐτοῖς ἀνδράσι τὰς μηχανὰς οἷοί τε ὦσιν, οὐ δυναμένων τῶν ἀμυνομένων ἅπαντα τοῖς κοντοῖς διωθεῖσθαι.πνεῦμα δὲ νότου σκληρόν τε καὶ ὑπερφυὲς ἄγαν ἐξαπιναίως ἐξ ἐναντίας αὐτοῖς ξὺν πολλῷ πατάγῳ ἐπιπεσόν, τῶν τοῦ πύργου σανίδων ἀμηγέπη μιᾶς ἥψατο.