Τύχῃ δέ τινι ξυνεκύρησεν ἐν τούτῳ τῷ Ῥωμαίων στρατῷ εἶναι βαρβάρων τῶν Σαβείρων ὀλίγους τινὰς ἐξ αἰτίας τοιᾶσδε.οἱ Σάβειροι ἔθνος μέν ἐστιν Οὐννικόν, ᾤκηνται δὲ ἀμφὶ τὰ Καυκάσια ὄρη, πάμπολυ πλῆθος μὲν ἐσάγαν ὄντες, ἐς ἀρχὰς δὲ πολλὰς ἐπιεικῶς διῃρημένοι.τούτων δὲ τῶν ἀρχόντων οἱ μέν τινές εἰσι τῷ Ῥωμαίων αὐτοκράτορι, οἱ δὲ τῷ Περσῶν βασιλεῖ ἐκ παλαιοῦ γνώριμοι. τοῖν τε βασιλέοιν ἑκάτερος χρυσίον εἰώθει τακτὸν τοῖς αὑτοῦ ἐνσπόνδοις προΐεσθαι, οὐκ ἐπέτειον μέντοι, ἀλλ’ ἡνίκα ἂν ἐς τοῦτο αὐτὸν ἡ χρεία ἐνάγοι.τότε οὖν Ἰουστινιανὸς βασιλεὺς τῶν Σαβείρων τούς οἱ ἐπιτηδείους ἐς τὴν ὁμαιχμίαν παρακαλῶν ἔστειλέ τινα τὸν τὰ χρήματα παρ’ αὐτοὺς κομιοῦντα.ὁ δὲ ʽπολεμίων γὰρ μεταξὺ ὄντων ἐς ὄρη τὰ Καυκάσια ἰέναι ξὺν τῷ ἀσφαλεῖ ἄλλως τε καὶ χρήματα ἐπαγόμενος οὐδαμῆ εἶχεν’ ἀφικνεῖται μὲν παρά τε τὸν Βέσσαν καὶ τὸ Ῥωμαίων στρατόπεδον, ὅπερ ἐς τὴν Πέτρας πολιορκίαν καθίστατο, παρὰ δὲ τοὺς Σαβείρους πέμψας ἐκέλευσεν αὐτῶν τινὰς ὅτι τάχιστα τοὺς τὰ χρήματα ληψομένους παρ’ αὐτον ἥκειν, οἵ τε βάρβαροι τρεῖς ἀπολεξάμενοι τῶν ἐν σφίσιν ἀρχόντων, ξὺν ὀλίγοις τισὶν ἐς Λαζικὴν εὐθὺς ἔπεμψαν· οἳ δὴ ἐνταῦθα γενόμενοι ξὺν τῷ Ῥωμαίων στρατῷ ἐς τήνδε τὴν τειχομαχίαν κατέστησαν.Οὗτοι ἐπειδὴ Ῥωμαίους εἶδον ἀπογνόντας τε καὶ ἀπορουμένους τὸ παρὸν θέσθαι, μηχανήν τινα ἐπετεχνήσαντο, οἵα οὔτε Ῥωμαίων οὔτε Περσῶν τινί, ἐξ οὗ γεγόνασιν ἄνθρωποι, ἐς ἔννοιαν ἦλθε· καίτοι τεχνιτῶν μὲν πολὺς ὅμιλος ἐν ἑκατέρᾳ πολιτείᾳ γέγονέ τε ἀεὶ καὶ τανῦν ἔστιν.ἐς χρείαν δὲ πολλάκις ἐς τὸν πάντα αἰῶνα κατέστησαν τῆς μηχανῆς ἑκάτεροι ταύτης, ἐς ἐρύματα τειχομαχοῦντες ἐν χωρίοις σκληροῖς καὶ δυσβάτοις τισὶ κείμενα· ἀλλ’ αὐτῶν οὐδενὶ τὸ ἐνθύμημα τοῦτο γεγένηται ὅπερ τούτοις δὴ τοῖς βαρβάροις τανῦν γέγονεν· οὕτως ἀεὶ προϊόντι τῷ χρόνῳ συννεωτερίζειν τῶν πραγμάτων τὰς ἐπινοίας φιλεῖ τῶν ἀνθρώπων ἡ φύσις.κριὸν γὰρ αὐτοσχεδιάζουσιν οἱ Σάβειροι οὗτοι, οὐχ ᾗπερ εἰώθει,ἀλλὰ καινουργήσαντες ἑτέρῳ τῳ τρόπῳ. οὐ γὰρ δοκοὺς ἐς τὴν μηχανὴν ταύτην, οὐκ ὀρθάς, οὐκ ἐγκαρσίας ἐμβέβληνται, ἀλλὰ ῥάβδους παχείας τινὰς ἐς ἀλλήλας ξυνδέοντες, καὶ αὐτὰς ἀντὶ τῶν δοκῶν πανταχόθι ἐναρμοσάμενοι, βύρσαις τε τὴν μηχανὴν καλύψαντες ὅλην τὸ τοῦ κριοῦ διεσώσαντο σχῆμα, μίαν δοκὸν μόνην, ᾗπερ εἴθισται, κατὰ μέσην τὴν μηχανὴν ἁλύσεσιν ἀναρτήσαντες χαλαραῖς τισίν, ἧσπερ τὸ ἄκρον ὀξὺ γεγενημένον καὶ σιδήρῳ περικαλυφθὲν ὥσπερ βέλους ἀκὶς ἔμελλε συχνὰ κατὰ τοῦ περιβόλου ἐμβάλλεσθαι.οὕτω δὲ κούφην τὴν μηχανὴν ἀπειργάσαντο, ὥστε οὐκέτι αὐτὴν πρὸς ἀνδρῶν τῶν ἔνδον ὄντων ἐφέλκεσθαι ἢ διωθεῖσθαι ἀναγκαῖον ἐγίνετο, ἀλλ’ ἄνδρες τεσσαράκοντα, οἳ καὶ τὴν δοκὸν ἀνασύρειν τε καὶ κατὰ τοῦ περιβόλου ἐμβάλλεσθαι ἔμελλον, ἔνδον τῆς μηχανῆς ὄντες καὶ ὑπὸ τῶν βυρσῶν καλυπτόμενοι ἔφερον τὸν κριὸν ἐπὶ τῶν ὤμων οὐδενὶ πόνῳ.Τρεῖς μὲν οὗτοι οἱ βάρβαροι μηχανὰς τοιαύτας εἰργάσαντο, τὰς δοκοὺς ξὺν τῷ σιδήρῳ ἐκ τῶν κριῶν ἀφελόμενοι, οὓς δὴ Ῥωμαῖοι ἐν παρασκευῇ ἔχοντες οὐχ οἷοί τε ἦσαν ἐς τὸ τεῖχος ἐφέλκειν· ὑποδύντες δὲ αὐτῶν ἑκάστην οὐχ ἥσσους ἢ κατὰ τεσσαράκοντα στρατιῶται Ῥωμαῖοι ἀριστίνδην ἀπολεχθέντες ὡς ἀγχοτάτω τοῦ τείχους ἔθεντο.ἑκατέρωθεν δὲ μηχανῆς ἑκάστης ἕτεροι ἵσταντο, τεθωρακισμένοι τε καὶ κράνεσι τὰς κεφαλὰς ἐς τὸ ἀκριβὲς κεκαλυμμένοι καὶ κοντοὺς ἔχοντες, ὧνπερ τὰ ἄκρα σιδηρίοις ἀγκιστροειδέσιν ἐρήρειστο, τούτου δὴ παρεσκευασμένων αὐτοῖς ἕνεκα, ὅπως, ἐπειδὰν ἡ τοῦ κριοῦ ἐς τὸν περίβολον ἐμβολὴ ξυγχέῃ τὰς τῶν λίθων ἐπιβολάς, τούτοις δὴ τοῖς κοντοῖς περιαιρεῖν τε τοὺς ξυγχεομένους τῶν λίθων καὶ ἀπορρίπτειν δυνατοὶ εἶεν.Ῥωμαῖοι μὲν οὖν ἔργου εἴχοντο καὶ τὸ τεῖχος ἤδη συχναῖς ταῖς ἐμβολαῖς κατεσείετο, οἱ δὲ τῶν μηχανῶν ἐφ’ ἑκάτερα ὄντες τοῖς ἀγκιστροειδέσι κοντοῖς τῶν λίθων τοὺς ξυνταρασσομένους ἀπὸ τῆς κατὰ τὴν οἰκοδομίαν ξυνθήκης ἐρρίπτουν, ἁλώσεσθαί τε ἡ πόλις αὐτίκα δὴ μάλα ἐπίδοξος ἦν.Οἱ δὲ Πέρσαι ἐπενόουν τάδε. ξύλινον πύργον, ὅσπερ αὐτοῖς ἐκ παλαιοῦ παρεσκεύαστο, καθύπερθεν τοῦ περιβόλου ἐτίθεντο, ἀνδρῶν ἔμπλεων τῶν ἐν σφίσι μαχιμωτάτων, ἥλοις τε σιδηροῖς καὶ θώραξι τάς τε κεφαλὰς καὶ τὸ ἄλλο σῶμα περιβαλόντων.ἀγγεῖα δὲ θείου τε καὶ ἀσφάλτου ἐμπλησάμενοι καὶ φαρμάκου ὅπερ Μῆδοι μὲν νάφθαν καλοῦσιν, Ἕλληνες δὲ Μηδείας ἔλαιον, πυρί τε ταῦτα ὑφάψαντες ἐπὶ τὰς μηχανὰς τῶν κριῶν ἔβαλλον, ἅσπερ ὀλίγου ἐμπιπράναι πάσας ἐδέησαν.ἀλλ’ οἱ παρὰ ταύτας, ὥσπερ μοι ἐρρήθη, ἑστῶτες, τοῖς κοντοῖς, ὧνπερ ἐπεμνήσθην ἀρτίως, ἐνδελεχέστατα περιαιροῦντες τὰ βαλλόμενα καὶ περικαθαίροντες, ἅπαντα ἐς τὸ ἔδαφος ἐκ τῶν μηχανῶν εὐθὺς ἐρρίπτουν.οὐκ ἐπὶ πολὺ δὲ πρὸς τὸ ἔργον τοῦτο ἀνθέξειν ὑπώπτευον· τὸ γὰρ πῦρ οὗ προσψαύσειεν ἐνεπίμπρα αὐτίκα, εἰ μὴ εὐθυωρὸν ἀποβληθείη. ταῦτα μὲν οὖν ἐπράσσετο τῇδε.Βέσσας δὲ αὐτὸς τεθωρακισμένος καὶ ἅπαν ἐξοπλίσας τὸ στράτευμα κλίμακας πολλὰς ἐς τὸ πεπτωκὸς τοῦ τείχους προῆγε.