τύχη γὰρ εἰς ἀπόγνωσιν ἀγαθῶν ἐλπίδων ἐλθοῦσα ἐς εὐτολμίας ὑπερβολὴν περιίσταται.καὶ ταῦτα οὐχ ὑποψίᾳ τανῦν ἠγμένος ἐν ὑμῖν εἴρηκα, ἀλλ’ οἷς διακινδυνεύσας πρὸς αὐτοὺς ἔναγχος ἐκμεμάθηκα τὴν τῶν ἀνδρῶν τόλμαν.καί με νομιζέτω μηδεὶς ξὺν ὀλίγοις τισὶν ἡσσηθέντα τῶν πολεμίων θαυμάσαι τὴν δύναμιν. ἐπεὶ ἀνδρῶν ἀρετὴ καὶ πλήθει ὑπεραιρόντων καὶ τούτῳ ἐλασσουμένων τοῖς γε πρὸς αὐτοὺς διαμαχησομένοις ἔνδηλος γίνεται.οἶμαι τοίνυν ἡμῖν μᾶλλον ξυνοίσειν τοῦ ποταμοῦ τηρήσασι τὴν διάβασιν τοῖς βαρβάροις, ἐπειδὰν ἐς ἥμισυ διαβαίνοιεν, ἐς χεῖρας ἰέναι ἢ πᾶσιν ἀθρόοις ἤδη γεγενημένοις.μηδενί τε ἄδοξος εἶναι ἡ τοιαύτη δεδόχθω νίκη. δόξαν τε γὰρ καὶ ἀδοξίαν ἡ τῶν πραγμάτων ἀπόβασις ὀνομάζειν φιλεῖ, καὶ τοὺς νενικηκότας εἰώθασιν ἐπαινεῖν ἄνθρωποι, οὐ διερευνώμενοι τῆςνίκης τὸν τρόπον.” Ἀρταβάζης μὲν τοσαῦτα εἶπεν. οἱ δὲ δὴ ἄρχοντες τῷ διαμαχομένῳ τῆς γνώμης τῶν δεόντων οὐδὲν ἔπρασσον, ἀλλ’ αὐτοῦ μένοντες τὸν καιρὸν ἔτριβον.Ἤδη δὲ ὁ τῶν Γότθων στρατὸς ἄγχιστα ἐγεγόνει, καὶ ἐπεὶ διαβαίνειν τὸν ποταμὸν ἔμελλον, ξυγκαλέσας Τουτίλας ἅπαντας τοιαῦτα παρεκελεύσατο· “Αἱ μὲν ἄλλαι ξύμπασαι μάχαι, ὦ ἄνδρες ξυγγενεῖς, ὁμοίαν τινὰ μάχην ἐκ τοῦ ἐπὶ πλεῖστον ἐπαγγελλόμεναι τοῖς στρατοπέδοις ἐς τὴν ἀγωνίαν ὁρμῶσιν, ἡμεῖς δὲ τοῖς πολεμίοις οὐκ ἐξ ἀντιπάλου τῆς τύχης, ἀλλὰ πολλῷ τῷ διαλλάσσοντι χρώμενοι ἐς τὸν ἀγῶνα καθιστάμεθα τόνδε.οἱ μὲν γὰρ ἡσσηθέντες, ἂν οὕτω τύχοι, οὐκ ἐς μακρὰν ἀναμάχεσθαι πρὸς ἡμᾶς ἕξουσιν. ἔν τε γὰρ τοῖς ὀχυρώμασιν Ἰταλίας ἁπάσης πλῆθος αὐτοῖς στρατιωτῶν ἀπολέλειπται καὶ ἄλλο στράτευμα ἐκ Βυζαντίου αὐτίκα δὴ μάλα ἐπιβοηθήσειν οὐδὲν ἀπεικός. ἡμῶν δὲ ταὐτὸ τοῦτο παθόντων τὸ Γότθων ὄνομα μετὰ τῆς ἐλπίδος ἀπολωλέναι λελείψεται.ἐκ μυριάδων γὰρ εἴκοσιν ἐς πεντακισχιλίους ἡμᾶς ἀποκεκρίσθαι ξυμβέβηκε. τοσαῦτα ὑπειπὼν κἀκεῖνο ὑμᾶς ὑπομνῆσαι οὐκ ἀπὸ τρόπου οἴομαι εἶναι, ὡς ἡνίκα μὲν ξὺν Ἰλδιβάδῳ ὅπλα ἀνταίρειν βασιλεῖ ἔγνωτε, τὸ μὲν πλῆθος ὑμῖν οὐ πλέον ἢ ἐς χιλίους ξυμβιοῦν ἔτυχεν, ἡ δὲ χώρα περιίστατο ξύμπασα ἐς Τικινὸν πόλιν.ἐπεὶ δὲ τῇ ξυμβολῇ γεγόνατε κρείσσους, ἐπίπροσθεν ἡμῖν τά τε τῆς στρατιᾶς καὶ τῆς χώρας κεχώρηκεν. ὥστε ἢν καὶ νῦν ἀνδραγαθίζεσθαι ᾖ βουλομένοις ὑμῖν, προϊόντος, ὡς τὸ εἰκός, τοῦ πολέμου πάμπαν κρατήσειν τῶν ἐναντίων ἐλπίδα ἔχω.τοῖς γὰρ νενικηκόσιν ἀεὶ τὸ πλείοσί τε καὶ δυνατωτέροις γεγονέναι ξυμβαίνει. προθυμείσθω τοίνυν ὑμῶν ἕκαστος παντὶ σθένει τοῖς πολεμίοις ὁμόσε χωρεῖν τὴν μάχην ἐξεπιστάμενος τὴν νῦν οὐκ εὐδοκιμηκόσιν ἡμῖν ἀναμάχεσθαι πρὸς τοὺς ἐναντίους ἀμήχανον.ἄξιον δὲ ἡμᾶς μετὰ τῆς ἀγαθῆς ἐλπίδος τοῖς πολεμίοις ἐς χεῖρας ἰέναι, τῇ τῶν ἀνδρῶν ἀδικίᾳ θαρροῦντας.οὕτω γὰρ αὐτοῖς τὰ ἐς τοὺς κατηκόους βεβίωται ὥστε Ἰταλιώταις τανῦν τῆς τετολμημένης οὐ δέον αὐτοῖς ἐς Γότθους προδοσίας κολάσεως οὐδεμιᾶς ἑτέρας προσδεῖ. οὕτω ξυλλήβδην εἰπεῖν ξύμπαντα αὐτοῖς τὰ κακὰ πρὸς τῶν ὑποδεχθέντων γενέσθαι ξυνέβη.τί δ’ ἂν πολεμίων εὐαλωτότερον γένοιτο οἷς γε τὰ ἐκ θεοῦ δῆτα πεπραγμένα οὐχ ὑγιῶς ἔχει; καὶ μὴν καὶ τῷ ἐξ ἡμῶν ἐς αὐτοὺς δέει εὐέλπιδας ἂν ἡμᾶς ἐς τὸν ἀγῶνα γίνεσθαι πρέποι.οὐ γὰρ ἐπ’ ἄλλους τινὰς ἀνθρώπων χωροῦμεν ἢ ὅσοι ἔναγχος ἐν μέσῃ Βερώνῃ γενόμενοι μεθέντες τε οὐδενὶ λόγῳ, καίπερ διώκοντος τῶν πάντων αὐτοὺς οὐδενός, οὕτω δὴ αἰσχρῶς ἐς φυγὴν ὥρμηντο.”Τοσαῦτα ὁ Τουτίλας παρακελευσάμενος τῶν οἱ ἑπομένων τριακοσίους ἐκέλευεν, ὅσον ἀπὸ σταδίων εἴκοσι τὸν ποταμὸν διαβαίνοντας, κατόπισθεν τοῦ τῶν πολεμίων στρατοπέδου γενέσθαι, καὶ ἐπειδὰν ἡ μάχη ἐν χερσὶ γένηται, κατὰ νώτου αὐτῶν ἰόντας βάλλειν τε καὶ ἐνοχλεῖν δυνάμει τῇ πάσῃ, ὅπως ἐκεῖνοι ξυνταραχθέντες οὐδεμιᾶς ἀλκῆς μνήσονται.αὐτὸς δὲ παντὶ τῷ ἄλλῳ στρατῷ αὐτίκα τὸν ποταμὸν διαβὰς εὐθὺ τῶν ἐναντίων ἐχώρει·οἱ δὲ Ῥωμαῖοι εὐθὺς ὑπηντίαζον. ἐπειδή τε ἀμφότεροι ὁδῷ ἰόντες ἐγγυτέρω ἀλλήλων ἐγένοντο, Γότθος ἀνήρ, Οὐάλαρις ὄνομα, μέγας τε τὸ σῶμα καὶ τὸ εἶδος φοβερὸς ἄγαν, ἔτι μέντοι δραστήριός τε καὶ ἀγαθὸς τὰ πολέμια, τὸν ἵππον ἐξελάσας πρὸ τοῦ ἄλλου στρατοῦ ἐν μεταιχμίῳ ἔστη, τεθωρακισμένος τε καὶ κράνος ἐν τῇ κεφαλῇ ἔχων, καὶ Ῥωμαίους ἅπαντας προὐκαλεῖτο, εἴ τίς οἱ βούλοιτο ἐς χεῖρας ἰέναι.οἱ μὲν οὖν ἄλλοι κατωρρωδηκότες ἡσυχῆ ἔμενον, Ἀρταβάζης δὲ αὐτῷ ἐς ἀγῶνα κατέστη μόνος.ἄμφω τοίνυν τὼ ἵππω κατ’ ἀλλήλοιν ἐλάσαντε, ἐπειδὴ ἄγχιστα ἵκοντο, τὰ δόρατα ὤθουν, Ἀρταβάζης δὲ προτερήσας ἔφθασε τὸν Οὐάλαριν ἐς πλευρὰν τὴν δεξιὰν παίσας.ὁ δὲ βάρβαρος καιρίαν τυπεὶς ὕπτιος ἐς τὴν γῆν πεσεῖν ἔμελλεν, ἀλλά οἱ τὸ δόρυ ἐξόπισθεν ἐπὶ τὸ ἔδαφος ἐπὶ πέτρας τινὸς ἐρεισθὲν πεσεῖν αὐτὸν οὐδαμῆ εἴα.ὁ δὲ Ἀρταβάζης ἐνέκειτο ἔτι μᾶλλον τὸ δόρυ ἐς τὰ τοῦ ἀνδρὸς ὠθῶν ἔγκατα. οὔπω γὰρ αὐτὸν ἤδη ἁλῶναι καιρίᾳ πληγῇ ὑπετόπαζεν.οὕτω τε ξυνέβη Οὐαλάριδος τὸ τοῦ δόρατος ἄκρον σιδήριον σχεδόν τι ὀρθὸν γεγενημένον τοῦ Ἀρταβάζου θώρακος ἅπτεσθαι, κατὰ βραχύ τε προϊὸν διελθεῖν μὲν τὸν θώρακα ὅλον, ὀλισθῆσαν δὲ τοῦ δέρματος ἀμφὶ τὸν Ἀρταβάζου αὐχένα ψαῦσαι.