Διογένης δὲ τούτου δὴ κύριος ἔφασκεν αὐτὸς οὐκέτι εἶναι· ἀκηκοέναι γὰρ αὐτοκράτορα τοῦδε τοῦ πολέμου τὸν Γερμανὸν καταστῆναί τε καὶ ξὺν τῷ στρατῷ οὐκ ἄποθεν εἶναι.τῶν δὲ ὁμήρων βουλομένῳ οἱ αὐτῷ εἶναι τοὺς μὲν σφετέρους ἀπολαβεῖν, τοὺς δὲ πρὸς Γότθων σφίσι δεδομένους ἀποτιννύναι.τούς τε σταλέντας ἀποπεμψάμενος τοῦ τῆς πόλεως φυλακτηρίου ἐπεμελεῖτο, Γερμανόν τε καὶ τὸ ξὺν αὐτῷ καραδοκῶν στράτευμα.ταῦτα μὲν οὖν ἐπράσσετο τῇδε, καὶ ὁ χειμὼν ἔληγε, καὶ τὸ πέμπτον καὶ δέκατον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψε.Γερμανοῦ δὲ τὸ στράτευμα ἐν Σαρδικῇ, τῇ Ἰλλυριῶν πόλει, ἀγείραντός τε καὶ διέποντος, ἅπαντά τε ἰσχυρότατα ἐξαρτυομένου τὰ ἐς τὴν τοῦ πολέμου παρασκευήν, Σκλαβηνῶν ὅμιλος ὅσος οὔπω πρότερον ἀφίκετο ἐς Ῥωμαίων τὴν γῆν· Ἴστρον τε ποταμὸν διαβάντες ἀμφὶ Νάϊσον ἦλθον.ὧν δὴ ὀλίγους τινὰς ἀποσκεδασθέντας μὲν τοῦ στρατοπέδου, πλανωμένους δὲ καὶ κατὰ μόνας περιιόντας τὰ ἐκείνῃ χωρία τῶν τινὲς Ῥωμαίων καταλαβόντες τε καὶ ξυνδήσαντες ἀνεπυνθάνοντο ὅτου δὴ ἕνεκα οὗτος δὴ ὁ τῶν Σκλαβηνῶν στρατὸς καὶ ὅ τι κατεργασόμενοι διέβησαν ποταμὸν Ἴστρον.οἱ δὲ ἰσχυρίσαντο ὡς Θεσσαλονίκην τε αὐτὴν καὶ πόλεις τὰς ἀμφ’ αὐτὴν πολιορκίᾳ ἐξαιρήσοντες ἥκοιεν. ἅπερ ἐπεὶ βασιλεὺς ἤκουσεν, ἄγαν τε ξυνεταράχθη καὶ πρὸς Γερμανὸν εὐθὺς ἔγραψεν, ὁδὸν μὲν ἐν τῷ παραυτίκα τὴν ἐπὶ Ἰταλίαν ἀναβαλέσθαι, Θεσσαλονίκῃ δὲ καὶ πόλεσι ταῖς ἄλλαις ἀμῦναι, καὶ τὴν Σκλαβηνῶν ἔφοδον ὅση δύναμις ἀποκρούσασθαι. καὶ Γερμανὸς μὲν ἀμφὶ ταῦτα διατριβὴν εἶχε.Σκλαβηνοὶ δὲ γνόντες διαρρήδην πρὸς τῶν αἰχμαλώτων Γερμανὸν ἐν Σαρδικῇ εἶναι ἐς δέος ἦλθον·μέγα γὰρ ὄνομα ἐς τούτους δὴ τοὺς βαρβάρους ὁ Γερμανὸς εἶχεν ἐξ αἰτίας τοιᾶσδε. ἡνίκα Ἰουστινιανὸς ὁ Γερμανοῦ θεῖος τὴν βασι· λείαν εἷχεν, Ἄνται, οἳ Σκλαβηνῶν ἄγχιστα ᾤκηνται, Ἴστρον ποταμὸν διαβάντες στρατῷ μεγάλῳ ἐσέβαλον ἐς Ῥωμαίων τὴν γῆν.ἐτύγχανε δὲ Γερμανὸν βασιλεὺς Θρᾴκης ὅλης στρατηγὸν καταστησάμενος οὐ πολλῷ πρότερον. ὃς δὴ ἐς χεῖρας ἐλθὼν τῷ τῶν πολεμίων στρατῷ κατὰ κράτος τε μάχῃ νικήσας σχεδόν τι ἅπαντας ἔκτεινε, κλέος τε μέγα ἐκ τοῦ ἔργου τούτου ό Γερμανὸς ἐς πάντας ἀνθρώπους καὶ διαφερόντως ἐς τούτους δὴ τοὺς βαρβάρους περιεβάλετο.δειμαίνοντες οὖν αὐτόν, ὥσπερ μοι εἴρηται, Σκλαβηνοί, ἅμα δὲ καὶ δύναμιν ἀξιολογωτάτην αὐτὸν ἐπάγεσθαι οἰόμενοι ἅτε πρὸς βασιλέως στελλόμενον ἐπὶ Τουτίλαν τε καὶ Γότθους, ὁδοῦ μὲν εὐθὺς τῆς ἐπὶ Θεσσαλονίκην ἀπέσχοντο, ἐς δὲ τὸ πεδίον καταβῆναι οὐκέτι ἐτόλμων, ἀλλὰ ξύμπαντα τὰ ὄρη τὰ Ἰλλυριῶν διαμείψαντες ἐν Δαλματίᾳ ἐγένοντο.ὧν δὴ ὁ Γερμανὸς ἀφροντιστήσας πάσῃ ἐπήγγελλε τῇ στρατιᾷ ξυσκευάζεσθαι, ὡς ἡμέραιν δυοῖν ὕστερον ὁδοῦ ἐνθένδε τῆς ἐπὶ τὴν Ἰταλίαν ἀρξόμενος.Ἀλλά τις αὐτῷ ξυνέπεσε τύχη νοσήσαντι ἐξαπιναίως τὸν βίον διαμετρήσασθαι. εὐθυωρόν τε ὁ Γερμανὸς ἐξ ἀνθρώπων ἠφάνιστο, ἀνὴρ ἀνδρεῖός τε καὶ δραστήριος ἐς τὰ μάλιστα, ἐν μὲν τῷ πολέμῳ στρατηγός τε ἄριστος καὶ αὐτουργὸς δεξιός, ἐν δὲ εἰρήνῃ καὶ ἀγαθοῖς πράγμασι τά τε νόμιμα καὶ τὸν τῆς πολιτείας κόσμον βεβαιότατα φυλάσσειν ἐξεπιστάμενος, δικάσας μὲν ὀρθότατα πάντων μάλιστα, χρήματα δὲ τοῖς δεομένοις ἅπασι δεδανεικὼς μεγάλα καὶ τόκον οὐδ’ ὅσον λόγῳ κεκομισμένος πρὸς αὐτῶν πώποτε, ἐν Παλατίῳ μὲν καὶ τῇ ἀγορᾷ ἐμβριθέστατός τε καὶ σοβαρὸς ἄγαν, ἑστιάτωρ δὲ καθ’ ἡμέραν οἴκοι ἡδύς τε καὶ ἐλευθέριος καὶ ἐπίχαρις, οὐδέ τι ἐν Παλατίῳ ἁμαρτάνεσθαι παρὰ τὰ εἰωθότα ὅση δύναμις ξυγχωρῶν, οὐδὲ στασιώταις τοῖς ἐν Βυζαντίῳ τῆς βουλήσεως ἢ τῆς ὁμιλίας μεταλαχὼν πώποτε, καίπερ καὶ τῶν ἐν δυνάμει πολλῶν ἐς τοῦτο ἀτοπίας ἐληλακότων. ταῦτα μὲν οὖν τῇδε κεχώρηκε.Βασιλεὺς δὲ τοῖς ξυμπεσοῦσι περιώδυνος γεγονὼς Ἰωάννην ἐκέλευε, τὸν Βιταλιανοῦ μὲν ἀδελφιδοῦν. Γερμανοῦ δὲ γαμβρόν, ξὺν Ἰουστινιανῷ θατέρῳ τοῖν Γερμανοῦ παίδοιν τῷ στρατῷ τούτῳ ἐς τὴν Ἰταλίαν ἡγήσασθαι.καὶ οἱ μὲν τὴν ἐπὶ Δαλματίας ᾔεσαν, ὡς ἐν Σάλωσι διαχειμάσοντες, ἐπεὶ ἀδύνατα σφίσιν ᾤοντο εἶναι τηνικάδε τοῦ καιροῦ περιιοῦσι τὴν τοῦ κόλπου περίοδον ἐς Ἰταλίαν κομίζεσθαι· διαπορθμεύεσθαι γὰρ νηῶν σφίσιν οὐ παρουσῶν ἀμήχανα ἦν.Λιβέριος δέ, οὔπω τι πεπυσμένος ὧνπερ βασιλεῖ ἀμφὶ τῷ στόλῳ τούτῳ μετέμελε, Συρακούσαις προσέσχε πολιορκουμέναις πρὸς τῶν πολεμίων.βιασάμενός τε τοὺς ταύτῃ βαρβάρους ἔς τε τὸν λιμένα κατῆρε καὶ παντὶ τῷ στόλῳ ἐντὸς τοῦ περιβόλου ἐγένετο. καὶἈρταβάνης δὲ οὐ πολλῷ ὕστερον ἐν Κεφαλωνίᾳ γενόμενος, ἐπειδὴ τοὺς ἀμφὶ Λιβέριον ἤδη ἐνθένδε ἀναχθέντας ἐπὶ Σικελίας κεχωρηκέναι ἔγνω, ἄρας ἐνθένδε πέλαγος αὐτίκα τὸ Ἀδριατικὸν καλούμενον διέβη.ἐπεὶ δὲ Καλαβρῶν ἀγχοῦ ἐγένετο, χειμῶνός οἱ ἐξαισίου ἐπιπεσόντος καὶ τοῦ πνεύματος σκληροῦ τε ὑπεράγαν ὄντος καὶ ἀπ’ ἐναντίας σφίσιν ἰόντος, οὕτως ἁπάσας διασκεδάννυσθαι τὰς ναῦς ξυνηνέχθη, ὡς δοκεῖν ὅτι δὴ αἱ πολλαὶ ἐς τὴν Καλαβρίαν ἐξενεχθεῖσαι ὑπὸ τοῖς πολεμίοις ἐγένοντο.