οἱ μὲν οὖν ἐν τοῖς πλοίοις ὄντες, ἐπεὶ τῆς πόλεως ἄγχι ἐγένοντο, ἐχρῶντο ἤδη κατὰ τὰ σφίσιν ἐπηγγελμένα ταῖς σάλπιγξι.Ῥωμαῖοι δὲ καταπλαγέντες ἐς μέγα τε δέος καὶ θόρυβον καταστάντες ἐξαπιναίως ἀπολιπόντες οὐδενὶ λόγῳ τὰ σφέτερα φυλακτήρια ἐβοήθουν ἐνταῦθα δρόμῳ, τὴν ἐπιβουλὴν ἐς τὸ ἐκείνῃ τεῖχος εἶναι οἰόμενοι.μόνοι τε οἱ προδιδόντες Ἴσαυροι ἐπὶ τῇ αὐτῶν φυλακῇ μείναντες τάς τε πύλας κατ’ ἐξουσίαν ἀνέῳγον καὶ τῇ πόλει τοὺς πολεμίους ἐδέξαντο.καὶ πολὺς μὲν τῶν παραπεπτωκότων ἐνταῦθα γεγένηται φόνος, πολλοὶ δὲ φεύγοντες δι’ ἑτέρων πυλῶν ῳχοντο, οἱ δὲ τὴν ἐπὶ Κεντουκέλλας ἰόντες ὑπό τε τοῖς ἐνεδρεύουσι γενόμενοι διεφθάρησαν. ὀλίγοι μέντοι αὐτῶν διέφυγον μόλις, ἐν οἷς καὶ Διογένην πληγέντα φασὶ διασεσῶσθαι.Ἦν δέ τις ἐν τῷ Ῥωμαίων στρατῷ Παῦλος μὲν ὄνομα, Κίλιξ δὲ γένος, ὃς τὰ μὲν πρῶτα ἐφειστήκει τῇ Βελισαρίου οἰκίᾳ, ὕστερον δὲ καταλόγου ἱππικοῦ ἄρχων ἔς τε Ἰταλίαν ἐστράτευσε καὶ ξὺν τῷ Διογένει ἐπὶ τῷ Ῥώμης φυλακτηρίῳ ἐτέτακτο.οὗτος ὁ Παῦλος, ἁλισκομένης τότε τῆς πόλεως, ξὺν ἱππεῦσι τετρακοσίοις ἔς τε τὸν Ἀδριανοῦ τάφον ἀνέδραμε καὶ τὴν γέφυραν ἔσχε τὴν ἐς Πέτρου τοῦ ἀποστόλου τὸν νεὼν φέρουσαν.τοῦ δὲ Γότθων στρατοῦ, ὄρθρου τε ὄντος καὶ μέλλοντός τι ὑποφαίνειν ἡμέρας, τούτοις δὴ τοῖς ἀνδράσιν ἐς χεῖρας ἐλθόντος, ἐνταῦθα ἰσχυρότατα τοὺς πολεμίους ὑφιστάμενοι τὸ πλέον ἔσχον· τῶν τε βαρβάρων ἅτε πλήθους τε μεγάλου καὶ στενοχωρίας ἐν αὐτοῖς οὔσης πολλοὺς ἔκτειναν.ὅπερ ἐπεὶ ὁ Τουτίλας εἶδε, κατέπαυσε μὲν αὐτίκα τὴν μάχην, Γότθους δὲ τοῖς πολεμίοις ἀντικαθεζομένους ἡσυχάζειν ἐκέλευεν, οἰόμενος λιμῷ τοὺς ἄνδρας αἱρήσειν.ταύτην μὲν οὖν τὴν ἡμέραν Παῦλός τε καὶ οἱ τετρακόσιοι ἀπόσιτοι διαγεγόνασι, τήν τε νύκτα οὕτως ηὐλίσαντο· τῇ δὲ ἐπιγενομένῃ ἐβουλεύσαντο μὲν σιτίζεσθαι τῶν ἵππων τισίν, ὄκνησις δὲ αὐτοὺς τῷ τῆς ἐδωδῆς οὐ ξυνειθισμένῳ διεκρούσατο μέχρι ἐς δείλην ὀψίαν, καίπερ πιεζομένους τῶ λιμῷ ἐς τὰ μάλιστα.τότε δὲ πολλὰ λογισάμενοι ἐν σφίσιν αὐτοῖς, καὶ ἀλλήλους ἐς εὐτολμίαν παρακαλέσαντες, ἐβουλεύσαντο ἄμεινον σφίσιν εἶναι εὐπρεπεῖ θανάτῳ αὐτίκα δὴ μάλα καταλῦσαι τὸν βίον.ὁρμῆσαι μὲν γὰρ ἔγνωσαν ἐπὶ τοὺς πολεμίους ἐκ τοῦ αἰφνιδίου κτεῖναι δὲ αὐτῶν ὅσους ἂν ἑκάστῳ δυνατὰ εἴη οὕτω τε ἀνδρείως τῆς τελευτῆς τυχεῖν ἅπαντες.ἀλλήλους τοίνυν ἐξαπιναίως περιπλακέντες καὶ τῶν προσώπων καταφιλήσαντες τὴν ἐπὶ θανάτῳ ἠσπάζοντο, ὡς ἀπολούμενοι εὐθὺς ἅπαντες.Ὅπερ κατανοήσας ὁ Τουτίλας ἔδεισε μὴ θανατῶντες ἄνθρωποι καὶ σωτηρίας πέρι ἐλπίδα οὐδεμίαν τὸ λοιπὸν ἔχοντες ἀνήκεστα ἔργα Γότθους δράσωσι.πέμψας οὖν παρ’ αὐτοὺς δυοῖν προὐτείνετο αὐτοῖς αἵρεσιν, ὅπως ἢ τοὺς ἵππους ἀφέντες ἐνταῦθα καὶ τὰ ὅπλα καταθέμενοι, ἀπομόσαντές τε μηκέτι ἐπὶ Γότθους στρατεύεσθαι, κακῶν ἀπαθεῖς ἐς Βυζάντιον ἀπαλλάσσωνται, ἢ τὰ σφέτερα αὐτῶν ἔχοντες ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ Γότθοις τὸ λοιπὸν ξυστρατεύσωοι.τούτους Ῥωμαῖοι τοὺς λόγους ἄσμενοι ἤκουσαν. καὶ τὰ μὲν πρῶτα τὴν ἐπὶ τὸ Βυζάντιον εἵλοντο ἅπαντες, ἔπειτα δὲ πεζοὶ μὲν ποιεῖσθαι καὶ ἄνοπλοι τὴν ἀναχώρησιν αἰσχυνόμενοι, δειμαίνοντες δὲ μή τισιν ἐνέδραις ἐν τῇ ἀποπορείᾳ περιπεπτωκότες διαφθαρεῖεν, ἅμα δὲ καὶ μεμφόμενοι, ὅτι δὴ σφίσι χρόνου τὰς συντάξεις πολλοῦ τὸ Ῥωμαίων δημόσιον ὤφειλεν, ἅπαντες ἐθελούσιοι τῷ Γότθων στρατῷ ἀνεμίγνυντο, πλήν γε δὴ ὅτι Παῦλός τε καὶ τῶν τις Ἰσαύρων, Μίνδης ὄνομα, Τουτίλᾳ ἐς ὄψιν ἐλθόντες ἐς Βυζάντιον σφᾶς ἐδέοντο στεῖλαι.παῖδάς τε γὰρ καὶ γυναῖκας σφίσιν ἐν γῇ τῇ πατρῴᾳ ἔφασκον εἶναι, ὧνπερ χωρὶς βιοτεύειν οὐχ οἷοί τε εἶναι.οὕσπερ ὁ Τουτίλας ἅτε ἀληθιζομένους ἀποδεξάμενος, ἐφοδίοις τε δωρησάμενος καὶ παραπομποὺς ξυμπέμψας ἀφῆκε. καὶ ἄλλοι μέντοι τοῦ Ῥωμαίων στρατοῦ, ὅσοι καταφυγόντες ἐς τὰ τῆς πόλεως ἱερὰ ἔτυχον, ἐς τριακοσίους ὄντες, τὰ πιστὰ λαβόντες Τουτίλᾳ προσεχώρησαν.Ῥώμην δὲ οὔτε καθελεῖν οὔτε ἀπολιπεῖν τὸ λοιπὸν Τουτίλας ἤθελεν, ἀλλὰ Γότθους τε καὶ Ῥωμαίους τοὺς ἐκ τῆς συγκλήτου βουλῆς καὶ τοὺς ἄλλους ἅπαντας ξυνοικίζειν ἐνταῦθα ἔγνω ἐξ αἰτίας τοιᾶσδε.Τουτίλας οὐ πολλῷ πρότερον παρὰ τῶν Φράγγων τὸν ἄρχοντα πέμψας, τὴν παῖδά οἱ γυναῖκα ἐδεῖτο γαμετὴν δοῦναι.ὁ δὲ τὴν αἴτησιν ἀπεσείσατο, Ἰταλίας αὐτὸν οὔτε εἶναι οὔτε ἔσεσθαί ποτε βασιλέα φάσκων, ὅς γε Ῥώμην ἑλὼν ἔχεσθαι μὲν αὐτῆς οὐδαμῆ ἴσχυσε, μοῖραν δὲ αὐτῆς καθελὼν τοῖς πολεμίοις μεθῆκεν αὖθις.διὸ δὴ τὰ ἐπιτήδεια ἐν τῷ παρόντι ἐς αὐτὴν ἐσκομίζεσθαι διὰ σπουδῆς εἶχε καὶ ἀνοικοδομεῖσθαι ὅτι ταχιστα πάντα ἐκέλευεν, ὅσα καθελών τε καὶ πυρπολήσας αὐτὸς ἔτυχεν, ἡνίκα Ῥώμην τὸ πρότερον εἷλε· τῶν τε Ῥωμαίων τοὺς ἐκ τῆς συγκλήτου βουλῆς καὶ τοὺς ἄλλους ἅπαντας οὕσπερ ἐπὶ Καμπανίας ἐφύλασσε μετεπέμπετο.ἐνταῦθά τε ἀγῶνα τὸν ἱππικὸν θεασάμενος, τὴν στρατιὰν ἡτοίμαζε πᾶσαν, ὡς ἐπὶ Σικελίαν στρατεύσων.ἅμα δὲ καὶ τὰ μακρὰ πλοῖα τετρακόσια ὡς ἐς ναυμαχίαν ἐν παρασκευῇ ἐποιεῖτο, καὶ στόλον νεῶν μεγάλων τε καὶ πολλῶν ἄγαν, ἅσπερ ἐκ βασιλέως ἐκ τῆς ἑῴας ἐνταῦθα σταλείσας αὐτοῖς ἀνδράσι τε καὶ φορτίοις πάντα τοῦτον τὸν χρόνον ἑλὼν ἔτυχε.