γενομένων δὲ τῶν ἐν τῷ παρόντι πρὸς Λαγγοβάρδας σπονδῶν ἕνεκα ὁ μὲν Αυδουὶν τὸν Ἰλδίγην εὐθὺς ἅτε πρὸς φίλων ἐξῃτεῖτο Γηπαίδων, οἱ δὲ τὸν μὲν ἄνθρωπον ἐκδοῦναι οὐδαμῆ ἔγνωσαν, ἐκέλευον δὲ αὐτὸν ἐνθένδε ἀπαλλαγέντα ὅπῃ βούλοιτο διασώσασθαι.καὶ ὃς μελλήσει οὐδεμιᾷ ξὺν τοῖς ἑπομένοις καὶ Γηπαίδων τισὶν ἐθελουσίοις ἐς Σκλαβηνοὺς αὖθις ἀφίκετο.ἔνθεν τε ἀναστὰς παρὰ Τουτίλαν τε καὶ Γότθους ᾔει, στράτευμα οὐχ ἧσσον ἢ ἐς ἑξακισχιλίους ξὺν αὑτῷ ἔχων, ἔς τε Βενετίας ἀφικόμενος Ῥωμαίοις τισὶν ὑπαντήσας, ὧν Λάζαρος ἡγεῖτο, ἐς χεῖρας ἦλθε, τρεψάμενός τε αὐτοὺς πολλοὺς ἔκτεινεν. οὐ μέντοι Γότθοις ξυνέμιξεν, ἀλλ’ Ἴστρον ποταμὸν διαβὰς αὖθις ἐς Σκλαβηνοὺς ἀπεχώρησεν.Ἐν ᾧ δὲ ταῦτα ἐπράσσετο τῇδε ᾗπέρ μοι εἴρηται, ἐν τούτῳ τῶν τις Βελισαρίου δορυφόρων, Ἰνδοὺλφ ὄνομα, βάρβαρος γένος, θυμοειδής τε καὶ δραστήριος, ὃς δὴ ἐν Ἰταλίᾳ λειφθεὶς ἔτυχε, Τουτίλᾳ τε καὶ Γότθοις προσεχώρησεν οὐδενὶ λόγῳ.καὶ αὐτὸν ὁ Τουτίλας εὐθὺς ξὺν στρατῷ πολλῷ καὶ ναυσὶν ἔπεμψεν ἐς τὰ ἐπὶ Δαλματίας χωρία.ὃς δὴ ἐν χωρίῳ Μουικούρῳ καλουμένῳ γενόμενος, ὅπερ ἐπιθαλάσσιον ἄγχιστά πη Σαλώνων ἐστί, τὰ μὲν πρῶτα ξυνέμισγε τοῖς ταύτῃ ἀνθρώποις ἅτε Ῥωμαῖός τε ὢν καὶ Βελισαρίῳ προσήκων, ἔπειτα δὲ αὐτός τε τὸ ξίφος ἀράμενος καὶ τοῖς ἐπισπομένοις ἐγκελευσάμενος ἐξαπιναίως ἅπαντας ἔκτεινε.ληϊσάμενός τε τὰ χρήματα πάντα ἐνθένδε ἀπιὼν ᾤχετο, ἐπέσκηψε δὲ ἄλλῳ ἐν τῇ παραλίᾳ κειμένῳ φρουρίῳ, ὅπερ Λαυρεάτην καλοῦσι Ῥωμαῖοι.οὗ δὴ ἐπιβὰς τοὺς παραπεπτωκότας ἀνῄρει. Ἅπερ ἐπεὶ Κλαυδιανὸς ἔγνω, ὅσπερ τότε Σαλώνων ἦρχε, στράτευμα ἐπὶ τῶν καλουμένων δρομώνων ἐπ’ αὐτὸν ἔπεμψεν.οἳ δὴ ἐπεὶ ἐν Λαυρεάτῃ ἐγένοντο, τοῖς πολεμίοις ἐς χεῖρας ἦλθον. παρὰ πολύ τε ἡσσηθέντες τῇ μάχῃ ἔφυγον ὅπη ἑκάστῳ δυνατὰ γέγονε, τοὺς δρόμωνας ἐν τῷ λιμένι ἀπολιπόντες. οὗ δὴ καὶ τὰ ἄλλα πλοῖα ἔμπλεα σίτου τε καὶ τῶν ἄλλων ἐπιτηδείων ὄντα ἐτύγχανεν.ἅπερ ἅπαντα Ἰνδούλφ τε καὶ Γότθοι ἑλόντες κτείναντές τε τοὺς ἐν ποσὶν ἅπαντας καὶ τὰ χρήματα ληϊσάμενοι παρὰ Τουτίλαν ἦλθον.καὶ ὁ χειμὼν ἔληγε, καὶ τέταρτον καὶ δέκατον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψε.Μετὰ δὲ Τουτίλας ἅπαν ἐπὶ Ῥώμην τὸ στράτευμα ἦγε, καὶ ἐγκαθεζόμενος εἰς πολιορκίαν καθίστατο. ἐτύγχανε δὲ Βελισάριος τρισχιλίους ἀριστίνδην ἀπολεξάμενος, οὕσπερ ἐπὶ τῷ Ῥώμης φυλακτηρίῳ καταστησάμενος Διογένην αὐτοῖς ἄρχοντα, τῶν δορυφόρων τῶν αὑτοῦ ἕνα, ἐπέστησεν, ἄνδρα ξυνετόν τε διαφερόντως καὶ ἀγαθὸν τὰ πολέμια.διὸ δὴ χρόνου μῆκος τῇ προσεδρείᾳ ταύτῃ ἐτρίβετο. οἵ τε γὰρ πολιορκούμενοι ἀρετῆς περιουσίᾳ πρὸς ἅπαντα τὸν Γότθων στρατὸν ἀξιόμαχοι ὄντες ἐφαίνοντο καὶ Διογένης ἔς τε τὸ ἀκριβὲς τῇ φυλακῇ ἐχρῆτο ὡς μή τις κακουργήσων ἐπὶ τὸ τεῖχος ἴοι καὶ πανταχόθι τῆς πόλεως σῖτον ἐντὸς τοῦ περιβόλου σπείρας ἐνδεῖν σφίσι τὰ ἐπιτήδεια ὡς ἥκιστα ἐποίει.πολλάκις δὲ οἱ βάρβαροι τειχομαχεῖν ἐγχειρήσαντες καὶ τοῦ περιβόλου ἀποπειράσασθαι ἀπεκρούσθησαν, ἀρετῇ σφᾶς ἀπωσαμένων ἐνθένδε Ῥωμαίων. τοῦ μέντοι Πόρτου κρατήσαντες Ῥώμην κατὰ κράτος ἐπολιόρκουν. ταῦτα μὲν οὖν ἐφέρετο τῇδε.Βασιλεὺς δὲ Ἰουστινιανὸς ἐπειδὴ Βελισάριον ἐς Βυζάντιον ἥκοντα εἶδεν, ἄρχοντα πέμπειν ξὺν στρατῷ ἄλλον ἐπὶ Γότθους τε διενοεῖτο καὶ Τουτίλαν.καὶ εἰ μὲν ἐπιτελῆ ταύτην δὴ ἐπεποιήκει τὴν ἔννοιαν, οἶμαι ἄν, Ῥώμης μὲν ἔτι ὑπ’ αὐτῷ οὔσης, σεσωσμένων δέ οἱ τῶν ἐνταῦθα στρατιωτῶν καὶ τοῖς ἐκ Βυζαντίου ἐπιβεβοηθηκοσιν ἀναμίγνυσθαι δυναμένων, περιέσεσθαι τῶν ἐναντίων αὐτὸν τῷ πολέμῳ.νῦν δὲ τὰ μὲν πρῶτα Λιβέριον ἀπολεξάμενος, ἄνδρα τῶν ἐκ Ῥώμης πατρικίων, ἐν παρασκευῇ ἐκέλευε γενέσθαι, μετὰ δὲ ἀσχολίας οἱ ἴσως ἐπιγενομένης ἑτέρας τινὸς τὴν προθυμίαν κατέπαυσε.Χρόνου δὲ τῇ Ῥώμης πολιορκίᾳ τριβέντος πολλοῦ, τῶν τινὲς Ἰσαύρων, οἳ ἀμφὶ πύλην ἣ Παύλου τοῦ ἀποστόλου ἐπώνυμός ἐστι φυλακὴν εἶχον ʽἅμα μὲν ἐπικαλοῦντες ἐνιαυτῶν πολλῶν οὐδὲν πρὸς βασιλέως σφίσι δεδόσθαι, ἅμα δὲ καὶ Ἰσαύρους ὁρῶντες τοὺς παραδόντας Ῥώμην τὰ πρότερα Γότθοις κεκομψευμένους ἐπὶ μεγάλων τινῶν χρημάτων ὄγκᾠ, Τουτίλᾳ λαθραιότατα ἐς λόγους ἐλθόντες ὡμολογησαν τὴν πόλιν ἐνδώσειν,τακτή τε ξυνέκειτο ἡμέρα τῇ πράξει. καὶ ἐπεὶ παρῆν ἡ κυρία, Τουτίλας μηχανᾶται τοιάδε. ἐς ποταμὸν Τίβεριν ἐν πρώτῃ τῶν νυκτῶν φυλακῇ δύο πλοῖα μακρὰ καθῆκεν, ἄνδρας ἐνταῦθα χρῆσθαι ταῖς σάλπιγξιν ἐπισταμένους ἐνθέμενος.οἷς δὴ ἐπέστελλε διὰ μὲν τοῦ Τιβέριδος ἐρέσσοντας ἐπίπροσθεν ἰέναι, ἐπειδὰν δὲ τοῦ περιβόλου ἄγχιστα ἥκωσι ταῖς σάλπιγξιν ἐνταῦθα ἠχεῖν δυνάμει τῇ πάσῃ.αὐτὸς δὲ τὸν Γότθων στρατὸν ἄγχιστα πύλης τῆς εἰρημένης, ἣ Παύλου τοῦ ἀποστόλου ἐπώνυμός ἐστι, λανθάνων τοὺς πολεμίους ἐν παρασκευῇ εἶχε.λογισάμενός τε ὡς ἤν τινες τοῦ Ῥωμαίων στρατοῦ ἅτε ἐν σκότῳ διαλαθόντες ἐκ τῆς πόλεως διαδρᾶναι οἷοί τε ὦσιν, ἴωσιν ἐς Κεντουκέλλας, ἐπεὶ ὀχύρωμα ἕτερον τῶν τῇδε χωρίων οὐδαμῆ σφίσιν ἐλέλειπτο, ἀνδρῶν μαχίμων ἐνέδραις τισὶ προλοχίζειν ἔγνω τὴν ἐνταῦθα ὁδὸν φέρουσαν, οἷς δὴ ἐπήγγελλε τοὺς φεύγοντας διαχρήσασθαι.